- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:5.1-5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与克利托布洛斯基于功能效用的定义展开了一场容貌之美的辩论,最终经由裁判投票裁定克利托布洛斯胜出。
ὁ δὲ Καλλίας ἔφη· σὺ δὲ δή, ὦ Κριτόβουλε, εἰς τὸν περὶ τοῦ κάλλους ἀγῶνα πρὸς Σωκράτην οὐκ ἀνθίστασαι; νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, ἴσως γὰρ εὐδοκιμοῦντα τὸν μαστροπὸν παρὰ τοῖς κριταῖς ὁρᾷ.
卡利亚斯说:“克利托布洛斯,难道你真不打算同苏格拉底比试一下美貌吗?”“凭宙斯起誓,他才不会呢,”苏格拉底说,“因为他大概看到这位拉皮条者在裁判们当中深孚众望。”
ἀλλʼ ὅμως, ἔφη ὁ Κριτόβουλος, οὐκ ἀναδύομαι· ἀλλὰ δίδασκε, εἴ τι ἔχεις σοφόν, ὡς καλλίων εἶ ἐμοῦ. μόνον, ἔφη, τὸν λαμπτῆρα ἐγγὺς προσενεγκάτω. εἰς ἀνάκρισιν τοίνυν σε, ἔφη, πρῶτον τῆς δίκης καλοῦμαι· ἀλλʼ ἀποκρίνου.
“尽管如此,”克利托布洛斯说,“我绝不退缩;如果你有什么高明的智慧,就请指教一下,你究竟如何比我更美。不过,”他说,“只要让人把灯端近些就行。”“那么,”苏格拉底说,“我首先传唤你来进行本案的预审;来,回答吧。”
σὺ δέ γε ἐρώτα. πότερον οὖν ἐν ἀνθρώπῳ μόνον νομίζεις τὸ καλὸν εἶναι ἢ καὶ ἐν ἄλλῳ τινί; ἐγὼ μὲν ναὶ μὰ Δίʼ, ἔφη, καὶ ἐν ἵππῳ καὶ βοῒ καὶ ἐν ἀψύχοις πολλοῖς. οἶδα γοῦν οὖσαν καὶ ἀσπίδα καλὴν καὶ ξίφος καὶ δόρυ.
“那你就发问吧。”“那么,你认为美只存在于人身上,还是也存在于其他事物之中?”“凭宙斯起誓,依我看,”他说,“美既存在于马和牛身上,也存在于许多无生命之物中。我至少知道,一面盾牌、一柄剑和一杆矛都可以是美的。”
καὶ πῶς, ἔφη, οἷόν τε ταῦτα μηδὲν ὅμοια ὄντα ἀλλήλοις πάντα καλὰ εἶναι; ἂν νὴ Δίʼ, ἔφη, πρὸς τὰ ἔργα ὧν ἕνεκα ἕκαστα κτώμεθα εὖ εἰργασμένα ᾖ ἢ εὖ πεφυκότα πρὸς ἃ ἂν δεώμεθα, καὶ ταῦτʼ, ἔφη ὁ Κριτόβουλος, καλά.1
“那么,”苏格拉底说,“既然这些事物彼此之间毫无相似之处,它们又怎能全部都是美的呢?”“凭宙斯起誓,”他说,“如果它们为了我们获取每一事物的功用而被制造得精良,或者天生就适宜于我们所需要的事物,那么这些东西,”克利托布洛斯说,“也都是美的。”
οἶσθα οὖν, ἔφη, ὀφθαλμῶν τίνος ἕνεκα δεόμεθα; δῆλον, ἔφη, ὅτι τοῦ ὁρᾶν. οὕτω μὲν τοίνυν ἤδη οἱ ἐμοὶ ὀφθαλμοὶ καλλίονες ἂν τῶν σῶν εἴησαν. πῶς δή; ὅτι οἱ μὲν σοὶ τὸ κατʼ εὐθὺ μόνον ὁρῶσιν, οἱ δὲ ἐμοὶ καὶ τὸ ἐκ πλαγίου διὰ τὸ ἐπιπόλαιοι εἶναι. λέγεις σύ, ἔφη, καρκίνον εὐοφθαλμότατον εἶναι τῶν ζῴων; πάντως δήπου, ἔφη· ἐπεὶ καὶ πρὸς ἰσχὺν τοὺς ὀφθαλμοὺς ἄριστα πεφυκότας ἔχει.
“那么你知道,”他说,“我们究竟为了什么需要眼睛吗?”“显然,”他说,“是为了观看。”“那么如此一来,我的眼睛现在就比你的眼睛更美了。”“这又从何说起?”“因为你的眼睛只能直视前方,而我的眼睛因为凸出在外面,所以也能斜视两侧。”“难道你是说,”他说,“螃蟹是所有动物中眼睛最美的吗?”“完全如此,毫无疑问,”苏格拉底说,“因为就坚固耐用而言,它的眼睛也是生得最完备的。”
εἶεν, ἔφη, τῶν δὲ ῥινῶν ποτέρα καλλίων, ἡ σὴ ἢ ἡ ἐμή; ἐγὼ μέν, ἔφη, οἶμαι τὴν ἐμήν, εἴπερ γε τοῦ ὀσφραίνεσθαι ἕνεκεν ἐποίησαν ἡμῖν ῥῖνας οἱ θεοί. οἱ μὲν γὰρ σοὶ μυκτῆρες εἰς γῆν ὁρῶσιν, οἱ δὲ ἐμοὶ ἀναπέπτανται, ὥστε τὰς πάντοθεν ὀσμὰς προσδέχεσθαι. τὸ δὲ δὴ σιμὸν τῆς ῥινὸς πῶς τοῦ ὀρθοῦ κάλλιον; ὅτι, ἔφη, οὐκ ἀντιφράττει, ἀλλʼ ἐᾷ εὐθὺς τὰς ὄψεις ὁρᾶν ἃ ἂν βούλωνται· ἡ δὲ ὑψηλὴ ῥὶς ὥσπερ ἐπηρεάζουσα διατετείχικε τὰ ὄμματα.
“好吧,”他说,“就鼻子而言,哪个更美,是你的还是我的?”“依我看,”苏格拉底说,“如果是为了闻气味,诸神才给我们造了鼻子,那么就是我的鼻子更美。因为你的鼻孔朝向地面,而我的鼻孔是敞开的,以便从四面八方接纳气味。”“那么朝天塌鼻又怎会比挺直的鼻子更美呢?”“因为,”他说,“它不阻挡视线,而是任由目光立即看到想看之物;而高挺的鼻子则如同故意使坏一般,在两眼之间筑起了一道隔离之墙。”
τοῦ γε μὴν στόματος, ἔφη ὁ Κριτόβουλος, ὑφίεμαι. εἰ γὰρ τοῦ ἀποδάκνειν ἕνεκα πεποίηται, πολὺ ἂν σὺ μεῖζον ἢ ἐγὼ ἀποδάκοις. διὰ δὲ τὸ παχέα ἔχειν τὰ χείλη οὐκ οἴει καὶ μαλακώτερόν σου ἔχειν τὸ φίλημα; ἔοικα, ἔφη, ἐγὼ κατὰ τὸν σὸν λόγον καὶ τῶν ὄνων αἴσχιον τὸ στόμα ἔχειν. ἐκεῖνο δὲ οὐδὲν τεκμήριον λογίζῃ, ὡς ἐγὼ σοῦ καλλίων εἰμί, ὅτι καὶ Ναΐδες θεοὶ οὖσαι τοὺς Σειληνοὺς ἐμοὶ ὁμοιοτέρους τίκτουσιν ἢ σοί;
“至于嘴巴,”克利托布洛斯说,“我倒是甘拜下风。因为如果是为了咬下东西而生成的,你咬下的一块肯定比我咬下的大得多。”“而且,由于我嘴唇厚,难道你不认为我的吻也会比你的更温柔吗?”“照你这么说,”他说,“我嘴巴的样子似乎比驴子还要难看。”“但是,水泽仙女们虽是女神,生出的西勒诺斯诸神却像我多过像你,难道你认为这一点不能作为我比你更美的证据吗?”
καὶ ὁ Κριτόβουλος, οὐκέτι, ἔφη, ἔχω πρὸς σὲ ἀντιλέγειν, ἀλλὰ διαφερόντων, ἔφη, τὰς ψήφους,2 ἵνα ὡς τάχιστα εἰδῶ ὅ τι με χρὴ παθεῖν ἢ ἀποτεῖσαι. μόνον, ἔφη, κρυφῇ φερόντων· δέδοικα γὰρ τὸν σὸν καὶ Ἀντισθένους πλοῦτον μή με καταδυναστεύσῃ.
克利托布洛斯说:“我再也没有什么可以反驳你的了;但还是让他们投票吧,好让我尽快知晓自己必须承受什么或赔付什么。只是,”他说,“让他们秘密投票吧;因为我唯恐你和安提斯泰尼的财富会压制我。”
ἡ μὲν δὴ παῖς καὶ ὁ παῖς κρύφα ἀνέφερον. ὁ δὲ Σωκράτης ἐν τούτῳ διέπραττε τόν τε λύχνον ἀντιπροσενεγκεῖν τῷ Κριτοβούλῳ, ὡς μὴ ἐξαπατηθείησαν οἱ κριταί, καὶ τῷ νικήσαντι μὴ ταινίας ἀλλὰ φιλήματα ἀναδήματα παρὰ τῶν κριτῶν γενέσθαι.3
于是那个女孩和那个男孩秘密地把票收了上来。其间,苏格拉底正在设法让人把灯移到克利托布洛斯面前,以免裁判们受骗,并且设法让胜者得到的不是带子,而是从裁判们那里得到亲吻作为饰带。
ἐπεὶ δὲ ἐξέπεσον αἱ ψῆφοι καὶ ἐγένοντο πᾶσαι σὺν Κριτοβούλῳ, παπαῖ, ἔφη ὁ Σωκράτης, οὐχ ὅμοιον ἔοικε τὸ σὸν ἀργύριον, ὦ Κριτόβουλε, τῷ Καλλίου εἶναι. τὸ μὲν γὰρ τούτου δικαιοτέρους ποιεῖ, τὸ δὲ σὸν ὥσπερ τὸ πλεῖστον διαφθείρειν ἱκανόν ἐστι καὶ δικαστὰς καὶ κριτάς.
当选票被倒出来、全部都是投给克利托布洛斯时,苏格拉底说:“哎呀呀!克利托布洛斯,看来你的银子同卡利亚斯的并不一样。因为他的银子使人变得更公正,而你的银子就像绝大多数钱财一样,足以腐蚀陪审员和裁判。”
- 5.4ἂν νὴ Δίʼ, ἔφη, πρὸς τὰ ἔργα ὧν ἕνεκα ἕκαστα κτώμεθα εὖ εἰργασμένα ᾖ ἢ εὖ πεφυκότα πρὸς ἃ ἂν δεώμεθα, καὶ ταῦτʼ, ἔφη ὁ Κριτόβουλος, καλά.
条件从句由 ἂν(即 ἐάν 的缩约)搭配虚拟式 ᾖ 构成(省略了主语 ταῦτα)。主句为 καὶ ταῦτʼ ... καλά,省略了系动词 ἐστί。条件句内部由 ἤ 连接两个并列的分词短语:修饰获取目的的完成时被动分词 εὖ εἰργασμένα(搭配 πρὸς τὰ ἔργα ὧν ἕνεκα),以及表示天生适合的完成时主动分词 εὖ πεφυκότα(搭配泛指关系从句 πρὸς ἃ ἂν δεώμεθα)。
- 5.8διαφερόντων, ἔφη, τὰς ψήφους
διαφερόντων 为现在时第三人称复数祈使语气(-ντων 词尾)。此处主语未明示,指代侍从或在场人员等不特定主体,意为让他们分发或收取投票用的石子(ψῆφοι)。
- 5.9καὶ τῷ νικήσαντι μὴ ταινίας ἀλλὰ φιλήματα ἀναδήματα παρὰ τῶν κριτῶν γενέσθαι
由前句中的 διέπραττε 所统辖的带不定式的不定词从句。τῷ νικήσαντι 为利益与格(“对胜者而言”),γενέσθαι 的逻辑主语为与否定词相对置的 μὴ ταινίας ἀλλὰ φιλήματα(“不是带子而是亲吻”),而 ἀναδήματα 则作为宾语补足语(述语补语)修饰 φιλήματα(“作为发带/饰带”)。
