- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.57-4.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底通过阐明使人讨人喜悦的“拉皮条”技艺,进一步推导出撮合有益之人的“引荐之术”对城邦与个人皆具莫大价值,并盛赞安提斯泰尼正是精通此道的高手。
οὐκοῦν ἀγαθοῦ μέν, ἔφη, ὑμῖν δοκεῖ μαστροποῦ ἔργον εἶναι ἣν ἂν ἢ ὃν ἂν μαστροπεύῃ ἀρέσκοντα τοῦτον ἀποδεικνύναι1 οἷς ἂν συνῇ; πάνυ μὲν οὖν, ἔφασαν. οὐκοῦν ἓν μέν τί ἐστιν εἰς τὸ ἀρέσκειν ἐκ τοῦ πρέπουσαν ἔχειν σχέσιν καὶ τριχῶν καὶ ἐσθῆτος; πάνυ μὲν οὖν, ἔφασαν.
“那么,”苏格拉底说,“你们是否认为,一个优秀的拉皮条者的职责,就是把他所拉拢的无论女子还是男子,都展现为令与他们结交之人喜悦的模样呢?”“完全赞成,”他们说。“那么,为了讨人喜悦,使头发和衣着保持合宜的状态,难道不是其中的途径之一吗?”“完全赞成,”他们说。
οὐκοῦν καὶ τόδε ἐπιστάμεθα, ὅτι ἔστιν ἀνθρώπῳ τοῖς αὐτοῖς ὄμμασι καὶ φιλικῶς καὶ ἐχθρῶς πρός τινας βλέπειν; πάνυ μὲν οὖν. τί δέ, τῇ αὐτῇ φωνῇ ἔστι καὶ αἰδημόνως καὶ θρασέως φθέγγεσθαι; πάνυ μὲν οὖν. τί δέ, λόγοι οὐκ εἰσὶ μέν τινες ἀπεχθανόμενοι, εἰσὶ δέ τινες οἳ πρὸς φιλίαν ἄγουσι; πάνυ μὲν οὖν.
“那么我们是否也晓得这一点:人可以用完全相同的眼睛,既友善地、也怀着敌意地注视某些人?”“完全赞成。”“那么这又如何:用完全相同的声音,既能谦和地、也能傲慢放肆地发声吗?”“完全赞成。”“那么这又如何:难道不是有些言辞招人怨恨,而另一些言辞却能导向友谊吗?”“完全赞成。”
οὐκοῦν τούτων ὁ ἀγαθὸς μαστροπὸς τὰ συμφέροντα εἰς τὸ ἀρέσκειν διδάσκοι ἄν; πάνυ μὲν οὖν. ἀμείνων δʼ ἂν εἴη, ἔφη, ὁ ἑνὶ δυνάμενος ἀρεστοὺς ποιεῖν ἢ ὅστις καὶ πολλοῖς; ἐνταῦθα μέντοι ἐσχίσθησαν, καὶ οἱ μὲν εἶπον δῆλον ὅτι ὅστις πλείστοις, οἱ δὲ πάνυ μὲν οὖν.
“那么优秀的拉皮条者,难道不会传授这些之中有助于讨人喜悦的有用之事吗?”“完全赞成。”“那么,”他说,“是只能使人讨单个人喜悦者更优,还是能使人讨许多人喜悦者更优?”然而在此处众人的回答分歧了:一部分人说“显而易见是能讨最多人喜悦者”,另一部分人则说“完全赞成”。
ὁ δʼ εἰπὼν ὅτι καὶ τοῦτο ὁμολογεῖται ἔφη· εἰ δέ τις καὶ ὅλῃ τῇ πόλει ἀρέσκοντας δύναιτο ἀποδεικνύναι, οὐχ οὗτος παντελῶς ἂν ἤδη ἀγαθὸς μαστροπὸς εἴη; σαφῶς γε νὴ Δία, πάντες εἶπον. οὐκοῦν εἴ τις τοιούτους δύναιτο ἐξεργάζεσθαι ὧν προστατοίη,2 δικαίως ἂν μέγα φρονοίη ἐπὶ τῇ τέχνῃ καὶ δικαίως ἂν πολὺν μισθὸν λαμβάνοι;
苏格拉底指出这一点也算达成了共识,便说:“如果有人能够把人展现为甚至令整个城邦都喜悦的模样,这个人岂不已经是一位完全优秀的拉皮条者了吗?”“凭宙斯起誓,明白无疑正是如此,”众人齐声说。“那么,若有人能使他所提携庇护之人成为这般模样,他难道不理应以这门技艺引以为豪,且理应获取丰厚的报酬吗?”
ἐπεὶ δὲ καὶ ταῦτα πάντες συνωμολόγουν, τοιοῦτος μέντοι, ἔφη, μοι δοκεῖ Ἀντισθένης εἶναι οὗτος. καὶ ὁ Ἀντισθένης, ἐμοί, ἔφη, παραδίδως, ὦ Σώκρατες, τὴν τέχνην; ναὶ μὰ Δίʼ, ἔφη. ὁρῶ γάρ σε καὶ τὴν ἀκόλουθον ταύτης πάνυ ἐξειργασμένον. τίνα ταύτην; τὴν προαγωγείαν, ἔφη.
当众人对此也全都表示赞同时,他说:“然而在我看来,这里的安提斯泰尼正是这样的人。”安提斯泰尼说:“苏格拉底,你要把这门技艺转让给我吗?”“凭宙斯起誓,正是如此,”他说,“因为我看到你也极其精通那门与此相随的技艺。”“那是哪门技艺?”他问。“引荐撮合之术(做中介),”苏格拉底答道。
καὶ ὃς μάλα ἀχθεσθεὶς ἐπήρετο· καὶ τί μοι σύνοισθα, ὦ Σώκρατες, τοιοῦτον εἰργασμένῳ; οἶδα μέν, ἔφη, σε Καλλίαν τουτονὶ προαγωγεύσαντα τῷ σοφῷ Προδίκῳ, ὅτε ἑώρας τοῦτον μὲν φιλοσοφίας ἐρῶντα, ἐκεῖνον δὲ χρημάτων δεόμενον· οἶδα δέ σε Ἱππίᾳ τῷ Ἠλείῳ,3 παρʼ οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν· ἀφʼ οὗ δὴ καὶ ἐρωτικώτερος γεγένηται διὰ τὸ ὅ τι ἂν καλὸν ἴδῃ μηδέποτε ἐπιλανθάνεσθαι.
安提斯泰尼听了十分气恼,质问道:“苏格拉底,你知晓我做过什么这样的事?”“我知道,”苏格拉底说,“当你看这位卡利亚斯热中于爱慕智慧,而那位智者普罗狄科需要钱财时,你便把卡利亚斯引荐撮合给了他;我也知道你把他引荐给了厄利斯的希庇阿斯,卡利亚斯正是从他那里学到了记忆术,并由此变得更加多情,因为凡是他见过的美色,他都绝不会忘却。
ἔναγχος δὲ δήπου καὶ πρὸς ἐμὲ ἐπαινῶν τὸν Ἡρακλεώτην ξένον ἐπεί με ἐποίησας ἐπιθυμεῖν αὐτοῦ, συνέστησάς μοι αὐτόν. καὶ χάριν μέντοι σοι ἔχω· πάνυ γὰρ καλὸς κἀγαθὸς δοκεῖ μοι εἶναι. Αἰσχύλον δὲ τὸν Φλειάσιον πρὸς ἐμὲ ἐπαινῶν καὶ ἐμὲ πρὸς ἐκεῖνον οὐχ οὕτω διέθηκας ὥστε διὰ τοὺς σοὺς λόγους ἐρῶντες ἐκυνοδρομοῦμεν ἀλλήλους ζητοῦντες;
不久前也是,你向我称赞那位来自赫拉克勒亚的异邦客人,在使我对他产生向往之情后,你便把他介绍给了我。而我确实对你心怀感激,因为在我看来他真是一位十全十美的好人。此外,你向我称赞弗利乌斯的埃斯库罗斯,又向他称赞我,难道不曾使得我们因你的这番话,如同猎犬般在爱慕中四处奔波寻觅彼此吗?
ταῦτα οὖν ὁρῶν δυνάμενόν σε ποιεῖν ἀγαθὸν νομίζω προαγωγὸν εἶναι. ὁ γὰρ οἷός τε ὢν γιγνώσκειν τε τοὺς ὠφελίμους αὑτοῖς καὶ τούτους δυνάμενος ποιεῖν ἐπιθυμεῖν ἀλλήλων, οὗτος ἄν μοι δοκεῖ καὶ πόλεις δύνασθαι φίλας ποιεῖν καὶ γάμους ἐπιτηδείους συνάγειν, καὶ πολλοῦ ἂν ἄξιος εἶναι καὶ πόλεσι καὶ φίλοις καὶ συμμάχοις κεκτῆσθαι.4 σὺ δὲ ὡς κακῶς ἀκούσας ὅτι ἀγαθόν σε ἔφην προαγωγὸν εἶναι, ὠργίσθης. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐ νῦν. ἐὰν γὰρ ταῦτα δύνωμαι, σεσαγμένος δὴ παντάπασι πλούτου τὴν ψυχὴν ἔσομαι. καὶ αὕτη μὲν δὴ ἡ περίοδος τῶν λόγων ἀπετελέσθη.
因此,见你能够做到这些事,我认为你是一位优秀的撮合引荐者。因为凡能够辨识出彼此有益之人、并能使他们相互渴慕者,在我看来,此人也能使城邦之间修好,促成合宜的联姻,对于城邦、朋友以及同盟者而言,拥有他都将是价值连城的。然而你刚才听我说你是一位优秀的引荐者,却好似受到了侮辱一般大发雷霆。”“凭宙斯起誓,绝非如此,”他说,“现在不气了。因为如果我真有这般本领,我的灵魂就必将彻底装满财富了。”这一个回合的谈话便由此告一段落。
- 4.57ἣν ἂν ἢ ὃν ἂν μαστροπεύῃ ἀρέσκοντα τοῦτον ἀποδεικνύναι
关系从句 ἣν ἂν ἢ ὃν ἂν μαστροπεύῃ(“凡是他所拉拢的女子或男子”)在主干结构中被复指代词(resumptive pronoun)τοῦτον 所承接。τοῦτον 作为不定式 ἀποδεικνύναι 的直接宾语,而 ἀρέσκοντα 则作其宾语补足语(述语宾格)。
- 4.60ὧν προστατοίη
关系代词 ὧν 处于属格,是由于先行词 τούτους(ἐξεργάζεσθαι 的宾语)被省略,同时从句内部动词 προστατοίη(“庇护、照料、统领”)支配属格所致。由于 προστατέω 本身即支配属格,此处的属格用法在句法上十分自然。
- 4.62οἶδα δέ σε Ἱππίᾳ τῷ Ἠλείῳ
这是一个承前省略结构(zeugma),承袭了前一分句“οἶδα μέν, ἔφη, σε Καλλίαν τουτονὶ προαγωγεύσαντα τῷ σοφῷ Προδίκῳ”中的分词 προαγωγεύσαντα 及其宾语 Καλλίαν。与格 Ἱππίᾳ τῷ Ἠλείῳ 充当该省略分词的间接宾语(引荐对象)。
- 4.64πολλοῦ ἂν ἄξιος εἶναι καὶ πόλεσι καὶ φίλοις καὶ συμμάχοις κεκτῆσθαι
完成体不定式 κεκτῆσθαι(“拥有、引为己用”)用作限制性不定式(epexegetical infinitive),修饰形容词 ἄξιος(“配得上的、有价值的”)。一系列与格(πόλεσι καὶ φίλοις καὶ συμμάχοις)既可作不定式的逻辑主语(“供各城邦、朋友及同盟者所拥有”),亦可视为利益与格(“对于各城邦、朋友及同盟者而言”)。
