← 色诺芬

会饮篇

§4.9-4.19

克里托布洛斯对美貌的赞美与自豪

在关于葱头的玩笑结束后,克里托布洛斯开始阐述自己因美貌而自豪的理由,热烈表达了对恋人克莱尼亚斯的倾慕,论证美貌能够激励他人修养德性,并宣称即使沉默不语也比苏格拉底更容易赢得少男少女的吻,借此调侃苏格拉底如同西勒诺斯般的相貌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9

μηδαμῶς, ἔφη, ὦ Σώκρατες. εἰς μὲν γὰρ μάχην ὁρμωμένῳ καλῶς ἔχει κρόμμυον ὑποτρώγειν, ὥσπερ ἔνιοι τοὺς ἀλεκτρυόνας σκόροδα σιτίσαντες συμβάλλουσιν· ἡμεῖς δὲ ἴσως βουλευόμεθα ὅπως φιλήσομέν τινα μᾶλλον ἢ μαχούμεθα.

“绝非如此,苏格拉底,”他说。“因为对于奔赴战场的人而言,嚼点葱头是好的——正如有些人给斗鸡喂食大蒜然后再让它们相斗一样;而我们大概是在盘算着如何去亲吻某个人,而不是去战斗。”

§4.10

καὶ οὗτος μὲν δὴ ὁ λόγος οὕτω πως ἐπαύσατο. ὁ δὲ Κριτόβουλος, οὐκοῦν αὖ ἐγὼ λέξω, ἔφη, ἐξ ὧν ἐπὶ τῷ κάλλει μέγα φρονῶ. λέγε, ἔφασαν. εἰ μὲν τοίνυν μὴ καλός εἰμι, ὡς οἴομαι, ὑμεῖς ἂν δικαίως ἀπάτης δίκην ὑπέχοιτε· οὐδενὸς γὰρ ὁρκίζοντος ἀεὶ ὀμνύοντες καλόν μέ φατε εἶναι. κἀγὼ μέντοι πιστεύω. καλοὺς γὰρ καὶ ἀγαθοὺς ὑμᾶς ἄνδρας νομίζω.

这场谈话也就如此告一段落。接着克里托布洛斯说:“那么接下来该由我来说说,我凭什么因美貌而深感自豪了。”“你说吧,”众人说道。“那么,如果我不像自己所认为的那样美丽,你们理应受到欺诈罪的惩罚;因为在没有任何人强迫你们起誓的情况下,你们总是发誓说我是美丽的。而我确实相信你们,因为我认为你们是高尚纯良的人。

§4.11

εἰ δʼ εἰμί τε τῷ ὄντι καλὸς καὶ ὑμεῖς τὰ αὐτὰ πρὸς ἐμὲ πάσχετε οἷάπερ ἐγὼ πρὸς τὸν ἐμοὶ δοκοῦντα καλὸν εἶναι, ὄμνυμι πάντας θεοὺς μὴ ἑλέσθαι ἂν1 τὴν βασιλέως ἀρχὴν ἀντὶ τοῦ καλὸς εἶναι.

但如果我真的美丽,而你们对我所怀有的感情,正如同我对在我眼中显得美丽之人所怀有的感情一样,那么我指着所有的神明起誓,我绝不愿以美丽来换取大王的王权。

§4.12

νῦν γὰρ ἐγὼ Κλεινίαν ἥδιον μὲν θεῶμαι ἢ τἆλλα πάντα τὰ ἐν ἀνθρώποις καλά· τυφλὸς δὲ τῶν ἄλλων ἁπάντων μᾶλλον δεξαίμην ἂν εἶναι ἢ Κλεινίου ἑνὸς ὄντος·2 ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνῳ ὅτι ἐκεῖνον οὐχ ὁρῶ, ἡμέρᾳ δὲ καὶ ἡλίῳ τὴν μεγίστην χάριν οἶδα ὅτι μοι Κλεινίαν ἀναφαίνουσιν.

因为如今我注视克莱尼亚斯所感到的快乐,胜过注视人间其他一切美物;我宁愿对其他一切事物视而不见,也不愿看不见克莱尼亚斯一人;我怨恨黑夜与睡眠,因为它们让我见不到他;而我对白昼与太阳怀有至深的感激,因为它们将克莱尼亚斯显现在我眼前。

§4.13

ἄξιόν γε μὴν ἡμῖν τοῖς καλοῖς καὶ ἐπὶ τοῖσδε μέγα φρονεῖν, ὅτι τὸν μὲν ἰσχυρὸν πονοῦντα δεῖ κτᾶσθαι τἀγαθὰ καὶ τὸν ἀνδρεῖον κινδυνεύοντα, τὸν δέ γε σοφὸν λέγοντα· ὁ δὲ καλὸς καὶ ἡσυχίαν ἔχων πάντʼ ἂν διαπράξαιτο.

此外,对于我们这些美丽之人而言,为这一点感到自豪也是理所应当的:强健者必须通过劳苦来获得善物,勇敢者必须通过冒险,有智慧者必须通过言辞;而美丽的人即使静止不动,也能成就一切。

§4.14

ἐγὼ γοῦν καίπερ εἰδὼς ὅτι χρήματα ἡδὺ κτῆμα ἥδιον μὲν ἂν Κλεινίᾳ τὰ ὄντα διδοίην ἢ ἕτερα παρʼ ἄλλου λαμβάνοιμι, ἥδιον δʼ ἂν δουλεύοιμι ἢ ἐλεύθερος εἴην, εἴ μου Κλεινίας ἄρχειν ἐθέλοι. καὶ γὰρ πονοίην ἂν ῥᾷον ἐκείνῳ ἢ ἀναπαυοίμην, καὶ κινδυνεύοιμʼ ἂν πρὸ ἐκείνου ἥδιον ἢ ἀκίνδυνος ζῴην.

至少就我自己而言,尽管我知道财富是令人愉悦的财产,但我宁愿把自己拥有的财产送给克莱尼亚斯,也不愿从别人那里收受更多的财富;如果克莱尼亚斯愿意支配我,我宁愿做奴隶也不愿享有自由。因为为了他,我宁愿去劳苦也不愿休息;为了他,我宁愿去冒险也不愿毫无危险地生活。

§4.15

ὥστε εἰ σύ, ὦ Καλλία, μέγα φρονεῖς ὅτι δικαιοτέρους δύνασαι ποιεῖν, ἐγὼ πρὸς πᾶσαν ἀρετὴν δικαιότερος σοῦ εἰμι ἄγων3 ἀνθρώπους. διὰ γὰρ τὸ ἐμπνεῖν τι ἡμᾶς τοὺς καλοὺς τοῖς ἐρωτικοῖς ἐλευθεριωτέρους μὲν αὐτοὺς ποιοῦμεν εἰς χρήματα, φιλοπονωτέρους δὲ καὶ φιλοκαλωτέρους ἐν τοῖς κινδύνοις, καὶ μὴν αἰδημονεστέρους τε καὶ ἐγκρατεστέρους, οἵ γε καὶ ὧν δέονται μάλιστα ταῦτʼ αἰσχύνονται.

因此,卡利亚斯啊,如果你因能使人更加正义而自豪,那么我比你更有资格引导人们走向一切美德。因为我们美丽之人将某种气息吹入热恋者的心中,使他们在钱财上更加大度,在危险中更加吃苦耐劳且热爱美好,而且确实更加知耻且更具克制——因为他们甚至对于自己最渴望的事物也会感到羞怯。

§4.16

μαίνονται δὲ καὶ οἱ μὴ τοὺς καλοὺς στρατηγοὺς αἱρούμενοι. ἐγὼ γοῦν μετὰ Κλεινίου κἂν διὰ πυρὸς ἰοίην· οἶδα δʼ ὅτι καὶ ὑμεῖς μετʼ ἐμοῦ. ὥστε μηκέτι ἀπόρει, ὦ Σώκρατες, εἴ τι τοὐμὸν κάλλος ἀνθρώπους ὠφελήσει.

那些不选举美貌者为统帅的人简直是疯了。至少我同克莱尼亚斯在一起,纵使烈火也敢涉足;而且我知道,你们也会同我一道。因此,苏格拉底啊,不必再怀疑我的美貌是否对人类有所裨益了。

§4.17

ἀλλʼ οὐδὲ μέντοι ταύτῃ γε ἀτιμαστέον τὸ κάλλος ὡς ταχὺ παρακμάζον, ἐπεὶ ὥσπερ γε παῖς γίγνεται καλός, οὕτω καὶ μειράκιον καὶ ἀνὴρ καὶ πρεσβύτης. τεκμήριον δέ· θαλλοφόρους γὰρ τῇ Ἀθηνᾷ τοὺς καλοὺς γέροντας ἐκλέγονται, ὡς συμπαρομαρτοῦντος πάσῃ ἡλικίᾳ τοῦ κάλλους.4

而且,绝不应当因为美貌迅速凋零就鄙视它;因为正如孩童可以美丽,青年、壮年乃至老年也是如此。明证就在于:人们挑选俊美的老人为雅典娜担任持枝者,因为他们认为美伴随着人生的每一个年龄阶段。

§4.18

εἰ δὲ ἡδὺ τὸ παρʼ ἑκόντων διαπράττεσθαι ὧν τις δέοιτο, εὖ οἶδʼ ὅτι καὶ νυνὶ θᾶττον ἂν ἐγὼ καὶ σιωπῶν πείσαιμι τὸν παῖδα τόνδε καὶ τὴν παῖδα φιλῆσαί με ἢ σύ, ὦ Σώκρατες, εἰ καὶ πάνυ πολλὰ καὶ σοφὰ λέγοις.

如果从心甘情愿的人那里获得自己所渴望的事物是令人愉悦的,那么我很清楚,即使就在当下,即便我保持沉默,我能说服这个男孩和女孩亲吻我,也比你快得多,苏格拉底啊,哪怕你说出极多且极具智慧的言语。”

§4.19

τί τοῦτο; ἔφη ὁ Σωκράτης· ὡς γὰρ καὶ ἐμοῦ καλλίων ὢν ταῦτα κομπάζεις. νὴ Δίʼ, ἔφη ὁ Κριτόβουλος, ἢ πάντων Σειληνῶν τῶν ἐν τοῖς σατυρικοῖς αἴσχιστος ἂν εἴην. [;ὁ δὲ Σωκράτης καὶ ἐτύγχανε προσεμφερὴς τούτοις ὤν.]

“这是怎么回事?”苏格拉底说,“你如此夸夸其谈,倒像是你真比我还英俊似的!”“凭宙斯起誓,”克里托布洛斯说,“否则我岂不是成了萨堤洛斯剧里所有西勒诺斯中最丑陋的一个了!”(而苏格拉底恰巧正长得与他们极为相似)。

语法注4 条
  1. 4.11μὴ ἑλέσθαι ἂν

    不定词加 ἄν 位于表发誓的动词(ὄμνυμι)所引导的间接引语补足语中,相当于希求法或直陈法过去时加 ἄν 的转述(即“绝不会选择”)。否定词 μή 是发誓动词后的惯用用法。

  2. 4.12τυφλὸς δὲ τῶν ἄλλων ἁπάντων μᾶλλον δεξαίμην ἂν εἶναι ἢ Κλεινίου ἑνὸς ὄντος

    τῶν ἄλλων ἁπάντων 是形容词 τυφλός 所支配的分离/缺失属格(“对其他一切事物目盲”)。后半部分的 Κλεινίου 同样通过 μᾶλλον ... ἢ 受 τυφλός 支配(“胜过〔看不见〕克莱尼亚斯”),分词短语 ἑνὸς ὄντος 带让步意味(“尽管他只是独自一人”,与 ἁπάντων 相对)。

  3. 4.15δικαιότερος σοῦ εἰμι ἄγων

    形容词 δίκαιός εἰμι 接分词的个人人称句式(作用类似于接不定词,意为“我有权/有正当理由做某事”),此处使用比较级 δικαιότερος 并带比较属格 σοῦ,意为“我比你更有正当理由引导人们”。

  4. 4.17ὡς συμπαρομαρτοῦντος πάσῃ ἡλικίᾳ τοῦ κάλλους

    连词 ὡς 与独立属格(συμπαρομαρτοῦντος ... τοῦ κάλλους)连用,表示行动者主观的理由、意图或判断(“认为美伴随着每个年龄阶段”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.9-4.19