← 色诺芬

会饮篇

§4.1-4.8

卡利亚斯论正义与尼克拉托斯赞荷马

卡利亚斯声称通过给予金钱使人变得正义并与安提斯泰尼展开辩驳,随后尼克拉托斯凭借对荷马史诗的熟稔夸耀自己技艺的万能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἐκ τούτου ἔλεξεν ὁ Σωκράτης· οὐκοῦν λοιπὸν ἂν εἴη ἡμῖν ἃ ἕκαστος ὑπέσχετο ἀποδεικνύναι ὡς πολλοῦ ἄξιά ἐστιν. ἀκούοιτʼ ἄν, ἔφη ὁ Καλλίας, ἐμοῦ πρῶτον.1 ἐγὼ γὰρ ἐν τῷ χρόνῳ ᾧ ὑμῶν ἀκούω ἀπορούντων τί τὸ δίκαιον, ἐν τούτῳ δικαιοτέρους τοὺς ἀνθρώπους ποιῶ. καὶ ὁ Σωκράτης, πῶς, ὦ λῷστε; ἔφη. διδοὺς νὴ Δίʼ ἀργύριον.

紧接着苏格拉底说道:“那么接下来对于我们而言,就是要论证每个人先前所承诺的事物确实具有重大价值。”卡利亚斯说:“你们可以先听我说。因为就在我听你们为‘何为正义’而困惑不解的时候,正在此时,我使人们变得更加正义了。”苏格拉底便问:“至善的朋友啊,是如何做到的呢?”“凭宙斯起誓,通过给他们钱财。”

§4.2

καὶ ὁ Ἀντισθένης ἐπαναστὰς μάλα ἐλεγκτικῶς αὐτὸν ἐπήρετο· οἱ δὲ ἄνθρωποι, ὦ Καλλία, πότερον ἐν ταῖς ψυχαῖς ἢ ἐν τῷ βαλαντίῳ τὸ δίκαιόν σοι δοκοῦσιν ἔχειν; ἐν ταῖς ψυχαῖς, ἔφη. κἄπειτα σὺ εἰς τὸ βαλάντιον διδοὺς ἀργύριον τὰς ψυχὰς δικαιοτέρους ποιεῖς; μάλιστα. πῶς; ὅτι διὰ τὸ εἰδέναι ὡς ἔστιν ὅτου πριάμενοι τὰ ἐπιτήδεια ἕξουσιν2 οὐκ ἐθέλουσι κακουργοῦντες κινδυνεύειν.

安提斯泰尼站起身来,以一种极富驳诘意味的口吻质问他:“卡利亚斯啊,在你看来,人们是将正义保存在灵魂中,还是保存在钱袋里呢?”“在灵魂中,”他回答。“那么你将钱财给进钱袋里,就能使他们的灵魂更加正义了吗?”“正是如此。”“如何做到的?”“因为由于知道自己有了用以购买必需品的钱,他们便不愿因作恶而承担危险了。”

§4.3

ἦ καί σοι, ἔφη, ἀποδιδόασιν ὅ τι ἂν λάβωσι; μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν δή. τί δέ, ἀντὶ τοῦ ἀργυρίου χάριτας; οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐδὲ τοῦτο, ἀλλʼ ἔνιοι καὶ ἐχθιόνως ἔχουσιν ἢ πρὶν λαβεῖν. θαυμαστά γʼ, ἔφη ὁ Ἀντισθένης ἅμα εἰσβλέπων ὡς ἐλέγχων αὐτόν, εἰ3 πρὸς μὲν τοὺς ἄλλους δύνασαι δικαίους [;ἂν]; ποιεῖν αὐτούς, πρὸς δὲ σαυτὸν οὔ.

“那么他们收了什么,就会偿还你什么吗?”〔安提斯泰尼〕问。“凭宙斯起誓,绝不偿还,”他说。“那么,用感恩代替钱财吗?”“凭宙斯起誓,连这也没有,反而有些人比收钱之前怀有更深的敌意。”安提斯泰尼注视着他,仿佛在驳倒他一般说道:“这可真令人称奇啊,如果你能够使他们对别人正义,却无法使他们对你自身正义!”

§4.4

καὶ τί τοῦτʼ, ἔφη ὁ Καλλίας, θαυμαστόν; οὐ καὶ τέκτονάς τε καὶ οἰκοδόμους πολλοὺς ὁρᾷς οἳ ἄλλοις μὲν πολλοῖς ποιοῦσιν οἰκίας, ἑαυτοῖς δὲ οὐ δύνανται ποιῆσαι, ἀλλʼ ἐν μισθωταῖς οἰκοῦσι; καὶ ἀνάσχου μέντοι, ὦ σοφιστά, ἐλεγχόμενος.

“这有什么值得称奇的?”卡利亚斯说。“难道你没看见许多木匠和筑屋工人为许多别人建造房屋,自己却无法建造,反而住在租来的房子里吗?所以,哲人啊,被驳倒时也忍耐一下吧!”

§4.5

νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, ἀνεχέσθω μέντοι· ἐπεὶ καὶ οἱ μάντεις λέγονται δήπου ἄλλοις μὲν προαγορεύειν τὸ μέλλον, ἑαυτοῖς δὲ μὴ προορᾶν τὸ ἐπιόν.

“凭宙斯起誓,”苏格拉底说,“让他忍耐吧!因为人们也常说,占卜师能为他人预告未来,却无法为自己预见降临之祸。”

§4.6

οὗτος μὲν δὴ ὁ λόγος ἐνταῦθα ἔληξεν. ἐκ τούτου δὲ ὁ Νικήρατος, ἀκούοιτʼ ἄν, ἔφη, καὶ ἐμοῦ ἃ ἔσεσθε βελτίονες,4 ἂν ἐμοὶ συνῆτε. ἴστε γὰρ δήπου ὅτι Ὅμηρος ὁ σοφώτατος πεποίηκε σχεδὸν περὶ πάντων τῶν ἀνθρωπίνων. ὅστις ἂν οὖν ὑμῶν βούληται ἢ οἰκονομικὸς ἢ δημηγορικὸς ἢ στρατηγικὸς γενέσθαι ἢ ὅμοιος Ἀχιλλεῖ ἢ Αἴαντι ἢ Νέστορι ἢ Ὀδυσσεῖ, ἐμὲ θεραπευέτω. ἐγὼ γὰρ ταῦτα πάντα ἐπίσταμαι. ἦ καὶ βασιλεύειν, ἔφη ὁ Ἀντισθένης, ἐπίστασαι, ὅτι οἶσθα ἐπαινέσαντα αὐτὸν τὸν Ἀγαμέμνονα ὡς βασιλεύς τε εἴη ἀγαθὸς κρατερός τʼ αἰχμητής; καὶ ναὶ μὰ Δίʼ, ἔφη, ἔγωγε ὅτι ἁρματηλατοῦντα δεῖ ἐγγὺς μὲν τῆς στήλης κάμψαι, "αὐτὸν δὲ κλινθῆναι ἐυξέστου ἐπὶ δίφρου ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν, ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσαντʼ εἶξαί τέ οἱ ἡνία χερσί."

这场谈话便在此告一段落。接着尼克拉托斯说:“你们也可以听听我说说,若是与我相处,你们在哪些方面会变得更加出色。因为想必你们都知道,至具智慧的荷马几乎吟诵了人类的一切事务。因此,你们当中若有人希望成为善于治家者、雄辩家或统帅,抑或变得像阿喀琉斯、埃阿斯、涅斯托耳或奥德修斯一样,就请随侍于我吧。因为我通晓这一切。”“你连如何做王也通晓吗?”安提斯泰尼说,“就因为你知道他曾称赞阿伽门农‘既是贤王又是骁勇的矛手’吗?”“并且凭宙斯起誓,我还知道,”他说,“驾车者必须紧贴标柱转弯: ‘自己则在精雕细琢的战车上 向二马之左微微倾斜,而对右侧之马 高呼策鞭,并在双手间放宽缰绳。’

§4.7

καὶ πρὸς τούτοις γε ἄλλο οἶδα, καὶ ὑμῖν αὐτίκα μάλʼ ἔξεστι πειρᾶσθαι. εἶπε γάρ που Ὅμηρος· ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον. ἐὰν οὖν ἐνέγκῃ τις κρόμμυον, αὐτίκα μάλα τοῦτό γε ὠφελημένοι ἔσεσθε· ἥδιον γὰρ πιεῖσθε.

除此之外,我还知道另一件事,你们立刻就可以亲自验证。因为荷马在某处说过:‘又置葱头以为饮品之佐菜。’因此,如果有人拿来葱头,你们马上就会从中受益,因为你们饮酒时会更加开怀。”

§4.8

καὶ ὁ Χαρμίδης εἶπεν· ὦ ἄνδρες, ὁ Νικήρατος κρομμύων ὄζων ἐπιθυμεῖ οἴκαδε ἐλθεῖν, ἵνʼ ἡ γυνὴ αὐτοῦ πιστεύῃ μηδὲ διανοηθῆναι μηδένα ἂν φιλῆσαι αὐτόν.5 νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, ἀλλʼ ἄλλην που δόξαν γελοίαν κίνδυνος ἡμῖν προσλαβεῖν. ὄψον μὲν γὰρ δὴ ὄντως ἔοικεν εἶναι, ὡς κρόμμυόν γε οὐ μόνον σῖτον ἀλλὰ καὶ ποτὸν ἡδύνει. εἰ δὲ δὴ τοῦτο καὶ μετὰ δεῖπνον τρωξόμεθα, ὅπως μὴ φήσῃ τις6 ἡμᾶς πρὸς Καλλίαν ἐλθόντας ἡδυπαθεῖν.

查尔米德斯说:“诸位,尼克拉托斯这是想带着一身葱味回家,好让他的妻子确信,绝没有任何人曾想过去亲吻他。”“凭宙斯起誓,”苏格拉底说,“但我们却有招致另一种可笑名声的危险。因为葱头确实似乎是一种佐菜,它不仅使食物美味,也使饮品清甜。但倘若我们在饭后还要嚼食这东西,我们可得当心别让别人说我们到卡利亚斯这里是来沉溺于享乐的!”

语法注6 条
  1. 4.1ἐμοῦ πρῶτον

    属格 ἐμοῦ 作动词 ἀκούοιτʼ ἄν 的来源属格(“听我说/从我这里听”),πρῶτον 则是作状语的中性宾格,修饰全句。

  2. 4.2ὅτου πριάμενοι τὰ ἐπιτήδεια ἕξουσιν

    ὅτου 为价格属格,依附于分词 πριάμενοι,整体构成存在关系从句结构 ἔστιν ὅτου(“有可用来购买之物/有购买的资本”),意指他们拥有购买生活必需品的财力。

  3. 4.3θαυμαστά γʼ... εἰ

    θαυμαστά [ἐστιν] εἰ(“……可真令人惊奇/若……真奇怪”)是表达情感原因或对象的惯用句式,在此实际相当于以假设形式引出一个事实性陈述(“你竟然能……”)。

  4. 4.6ἃ ἔσεσθε βελτίονες

    关系代词 ἃ 用作关涉宾格(内宾格),修饰比较级形容词 βελτίονες,意为“你们在哪些方面将变得更为优秀”。

  5. 4.8μηδὲ διανοηθῆναι μηδένα ἂν φιλῆσαι αὐτόν

    依附于动词 πιστεύῃ 的不定式结构。带有潜在/推测语气 ἄν 的不定式 διανοηθῆναι 以 μηδένα 为其逻辑主语,并以 φιλῆσαι 为补足语(“绝没有任何人哪怕动过亲吻他的念头”),且否定词 μηδὲ ... μηδένα 形成了叠加强化否定。

  6. 4.8ὅπως μὴ φήσῃ τις

    省略主句动词的 ὅπως μή 搭配连接式(φήσῃ)结构,作为独立小句使用,表达告诫、警惕或预防(“可得当心别让别人说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.1-4.8