← 色诺芬

会饮篇

§4.20-4.29

亲吻的危险与夏尔米德斯对贫困的自豪

苏格拉底与克里托布洛斯相约评判美貌后,众人讨论了克里托布洛斯的迷恋以及亲吻的危险;在夏尔米德斯戏谑苏格拉底的旧事后,话题转向夏尔米德斯为何以贫困为荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

ἄγε νυν, ἔφη ὁ Σωκράτης, ὅπως μεμνήσῃ1 διακριθῆναι περὶ τοῦ κάλλους, ἐπειδὰν οἱ προκείμενοι λόγοι περιέλθωσι. κρινάτω δʼ ἡμᾶς μὴ Ἀλέξανδρος ὁ Πριάμου, ἀλλʼ αὐτοὶ οὗτοι οὕσπερ σὺ οἴει ἐπιθυμεῖν σε φιλῆσαι.

“那么来吧,”苏格拉底说,“等既定的发言轮过一遍之后,你可要记住就美貌一决高下。而且来评判我们的不要是普里阿摩斯的儿子亚历山大,而应当正是你认为渴望亲吻你的这些人。”

§4.21

Κλεινίᾳ δʼ, ἔφη, ὦ Σώκρατες, οὐκ ἂν ἐπιτρέψαις; καὶ ὃς εἶπεν· οὐ γὰρ παύσῃ σὺ Κλεινίου μεμνημένος; ἂν δὲ μὴ ὀνομάζω, ἧττόν τί με οἴει μεμνῆσθαι αὐτοῦ; οὐκ οἶσθα ὅτι οὕτω σαφὲς ἔχω εἴδωλον αὐτοῦ ἐν τῇ ψυχῇ ὡς εἰ πλαστικὸς ἢ ζωγραφικὸς ἦν, οὐδὲν ἂν ἧττον ἐκ τοῦ εἰδώλου ἢ πρὸς αὐτὸν ὁρῶν ὅμοιον αὐτῷ ἀπειργασάμην;

“苏格拉底,难道你不同意托付给克莱尼亚斯吗?”他说。苏格拉底回答道:“你难道就不能停止记挂克莱尼亚斯吗?”“如果我不提起他的名字,你难道以为我对他的思念就会减少几分吗?你难道不知道,我心中存有他如此清晰的肖像,以至于假如我是个雕塑家或画家,单凭心中的肖像,我也能造出与他一模一样的形象,丝毫不逊于面对着他本人时所能做出的样子?”

§4.22

καὶ ὁ Σωκράτης ὑπέλαβε· τί δῆτα οὕτως ὅμοιον εἴδωλον ἔχων πράγματά μοι παρέχεις ἄγεις τε αὐτὸν ὅπου ὄψει; ὅτι, ὦ Σώκρατες, ἡ μὲν αὐτοῦ ὄψις εὐφραίνειν δύναται, ἡ δὲ τοῦ εἰδώλου τέρψιν μὲν οὐ παρέχει, πόθον δὲ ἐμποιεῖ.

苏格拉底接着说:“既然拥有如此逼真的肖像,那你为何还要给我添麻烦,带〔我〕到处走到能看见他的地方呢?”“因为,苏格拉底,亲眼看见他能带来欢愉,而心中的肖像却不带来快乐,反而徒增渴望。”

§4.23

καὶ ὁ Ἑρμογένης εἶπεν· ἀλλʼ ἐγώ, ὦ Σώκρατες, οὐδὲ πρὸς σοῦ ποιῶ τὸ περιιδεῖν2 Κριτόβουλον οὕτως ὑπὸ τοῦ ἔρωτος ἐκπλαγέντα. δοκεῖς γάρ, ἔφη ὁ Σωκράτης, ἐξ οὗ ἐμοὶ σύνεστιν οὕτω διατεθῆναι αὐτόν; ἀλλὰ πότε μήν; οὐχ ὁρᾷς ὅτι τούτῳ μὲν παρὰ τὰ ὦτα ἄρτι ἴουλος καθέρπει, Κλεινίᾳ δὲ πρὸς τὸ ὄπισθεν ἤδη ἀναβαίνει; οὗτος οὖν συμφοιτῶν εἰς ταὐτὸ διδασκαλεῖον ἐκείνῳ τότε ἰσχυρῶς προσεκαύθη.

赫尔摩革涅斯说:“可是,苏格拉底,我认为任由克里托布洛斯被爱欲如此击垮而不闻不问,这也绝非符合你的行事原则。”“你以为,”苏格拉底说,“他是自从跟我在一起之后才变成这样的吗?”“那么究竟是何时呢?”“你难道没看到,这个人的耳旁才刚刚生出细细的茸毛,而克莱尼亚斯的须毛却已经向上延至后方了吗?这人过去同他在同一所学堂上学时,就在那时被强烈地灼伤了。

§4.24

ἃ δὴ αἰσθόμενος ὁ πατὴρ παρέδωκέ μοι αὐτόν, εἴ τι δυναίμην ὠφελῆσαι. καὶ μέντοι πολὺ βέλτιον ἤδη ἔχει. πρόσθεν μὲν γάρ, ὥσπερ οἱ τὰς Γοργόνας θεώμενοι, λιθίνως ἔβλεπε πρὸς αὐτὸν καὶ [;λιθίνως]; οὐδαμοῦ ἀπῄει ἀπʼ αὐτοῦ· νῦν δὲ ἤδη εἶδον αὐτὸν καὶ σκαρδαμύξαντα.

他的父亲察觉到了这一点,便把他交托给我,看我能否帮上什么忙。而实际上,他现在的情况已经好多了。因为从前他就像那些注视戈耳工的人一样,如石头般凝视着他,又如石头般绝不离开他半步;但如今,我甚至已经看到他会眨眼了。

§4.25

καίτοι νὴ τοὺς θεούς, ὦ ἄνδρες, δοκεῖ μοί γʼ, ἔφη, ὡς ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι,3 οὗτος καὶ πεφιληκέναι τὸν Κλεινίαν· οὗ ἔρωτος οὐδέν ἐστι δεινότερον ὑπέκκαυμα. καὶ γὰρ ἄπληστον καὶ ἐλπίδας τινὰς γλυκείας παρέχει.

然而凭诸神起誓,诸位先生,”他说,“仅在我们私下说说,我以为他甚至亲吻过克莱尼亚斯;而没有比这更能剧烈煽起爱火的引柴了。因为这是永不知足的,并且会激起某些甜蜜的指望。

§4.26

[;ἴσως δὲ καὶ διὰ τὸ μόνον πάντων ἔργων τὸ τοῖς σώμασι συμψαύειν ὁμώνυμον εἶναι τῷ ταῖς ψυχαῖς φιλεῖσθαι ἐντιμότερόν ἐστιν.]; οὗ ἕνεκα ἀφεκτέον ἐγώ φημι εἶναι φιλημάτων τῶν ὡραίων τῷ σωφρονεῖν δυνησομένῳ.

也许还因为,在一切行为中,唯有肉体上的相亲与灵魂中的相爱同名,因而显得更为尊贵。正因如此,我认为任何想要能够保持节制的人,都必须戒绝青春少年的亲吻。”

§4.27

καὶ ὁ Χαρμίδης εἶπεν· ἀλλὰ τί δή ποτε, ὦ Σώκρατες, ἡμᾶς μὲν οὕτω τοὺς φίλους μορμολύττῃ ἀπὸ τῶν καλῶν, αὐτὸν δέ σε, ἔφη, ἐγὼ εἶδον ναὶ μὰ τὸν Ἀπόλλω, ὅτε παρὰ τῷ γραμματιστῇ ἐν τῷ αὐτῷ βιβλίῳ ἀμφότεροι ἐμαστεύετέ τι, τὴν κεφαλὴν πρὸς τῇ κεφαλῇ καὶ τὸν ὦμον γυμνὸν πρὸς γυμνῷ τῷ Κριτοβούλου ὤμῳ ἔχοντα.

卡尔米德斯说:“可是,苏格拉底,你究竟为何要用这种方式把我们这些朋友从美貌者身边吓退呢?凭阿波罗起誓,我亲眼看见,当你们俩在蒙师处同一卷书里寻找某种内容时,你自己却把头靠着他的头,赤裸的肩膀贴着克里托布洛斯赤裸的肩膀!”

§4.28

καὶ ὁ Σωκράτης, φεῦ, ἔφη, ταῦτʼ ἄρα4[;, ἔφη,]; ἐγὼ ὥσπερ ὑπὸ θηρίου τινὸς δεδηγμένος τόν τε ὦμον πλεῖν ἢ πέντε ἡμέρας ὤδαξον καὶ ἐν τῇ καρδίᾳ ὥσπερ κνῆσμά τι ἐδόκουν ἔχειν. ἀλλὰ νῦν τοί σοι, ἔφη, ὦ Κριτόβουλε, ἐναντίον τοσούτων μαρτύρων προαγορεύω μὴ ἅπτεσθαί μου πρὶν ἂν τὸ γένειον τῇ κεφαλῇ ὁμοίως κομήσῃς. Καὶ οὗτοι μὲν δὴ οὕτως ἀναμὶξ ἔσκωψάν τε καὶ ἐσπούδασαν.

苏格拉底说:“哎呀!原来正是为此,我才像被某种野兽咬了一口似的,肩膀足足疼了五天以上,而且心中仿佛感到一阵奇痒!不过克里托布洛斯啊,当着这么多证人的面,我郑重警告你:在你下巴上的胡须长得如你头上的头发一样浓密之前,绝不可再碰我!”他们就这样半开玩笑半认真地交谈着。

§4.29

ὁ δὲ Καλλίας, σὸν μέρος, ἔφη, λέγειν, ὦ Χαρμίδη, διʼ ὅ τι ἐπὶ πενίᾳ μέγα φρονεῖς. οὐκοῦν τόδε μέν, ἔφη, ὁμολογεῖται, κρεῖττον εἶναι θαρρεῖν ἢ φοβεῖσθαι καὶ ἐλεύθερον εἶναι μᾶλλον ἢ δουλεύειν καὶ θεραπεύεσθαι μᾶλλον ἢ θεραπεύειν καὶ πιστεύεσθαι ὑπὸ τῆς πατρίδος μᾶλλον ἢ ἀπιστεῖσθαι.

卡利亚斯说:“卡尔米德斯,轮到你说了,讲讲你凭什么因贫穷而自豪吧。”“那么,”他说,“这一点至少是公认的:怀有信心胜于心怀恐惧,享有自由胜于沦为奴隶,受人奉承胜于奉承他人,被祖国信任胜于受其猜疑。”

语法注4 条
  1. 4.20ὅπως μεμνήσῃ

    连词 ὅπως 后接将来时直说语气(或虚拟语气),省略了主句动词(如 ὅρα),构成独立的祈使/叮嘱结构(“务必记住……”)。

  2. 4.23οὐδὲ πρὸς σοῦ ποιῶ τὸ περιιδεῖν

    介词 πρός 加上表示特征/属性的属格(πρὸς σοῦ),为惯用搭配,意为“符合你的为人/品性”。整句意为“我认为对克里托布洛斯坐视不管并非符合你的行事作风”。

  3. 4.25ὡς ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι

    由 ὡς 引导的不定词限制性/独立句(“仅在我们私下说说”),用作副词性插入语,限定该言论仅在同席者内部有效。

  4. 4.28ταῦτʼ ἄρα

    指示代名词中性复数宾格 ταῦτα 用作副词性的原因表达(“正因如此”),结合表示推论与恍然大悟的语气词 ἄρα(“原来如此”),表示苏格拉底终于领悟了此前肩膀发痒(ὤδαξον)的真正原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.20-4.29