- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.48-4.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔墨革涅斯阐明了神祇对他的眷顾与他省俭的祭奉,随后小丑菲利普与叙拉古木偶戏艺人各自道出骄傲的缘由,最后苏格拉底开始着手探究自己引以为豪的“牵线之术”。
οὗτοι τοίνυν οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοὶ οὕτω μοι φίλοι εἰσὶν ὥστε διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθʼ ἡμέρας οὔθʼ ὅποι ἂν ὁρμῶμαι οὔθʼ ὅ τι ἂν μέλλω πράττειν. διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσί μοι πέμποντες ἀγγέλους φήμας καὶ ἐνύπνια καὶ οἰωνοὺς ἅ τε δεῖ καὶ ἃ οὐ χρὴ ποιεῖν, οἷς ἐγὼ ὅταν μὲν πείθωμαι, οὐδέποτέ μοι μεταμέλει· ἤδη δέ ποτε καὶ ἀπιστήσας ἐκολάσθην.
“那么,这些无所不知、无所不能的神祇是我的挚友,以至于出于对我的关照,无论在黑夜还是白昼,无论我前往何处,也无论我将要做什么,我都绝不会脱离他们的注意。又由于他们预知每件事的结果,便通过派遣声音、梦境和鸟占作为使者,向我指示何者该做、何者不该做;每当我听从这些指引时,我从未后悔过;然而曾经有一次我不信任他们,便受到了惩罚。”
καὶ ὁ Σωκράτης εἶπεν· ἀλλὰ τούτων μὲν οὐδὲν ἄπιστον. ἐκεῖνο μέντοι ἔγωγε ἡδέως ἂν πυθοίμην, πῶς αὐτοὺς θεραπεύων οὕτω φίλους ἔχεις. ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Ἑρμογένης, καὶ μάλα εὐτελῶς. ἐπαινῶ τε γὰρ αὐτοὺς οὐδὲν δαπανῶν, ὧν τε διδόασιν ἀεὶ αὖ παρέχομαι,1 εὐφημῶ τε ὅσα ἂν δύνωμαι καὶ ἐφʼ οἷς ἂν αὐτοὺς μάρτυρας ποιήσωμαι ἑκὼν οὐδὲν ψεύδομαι. νὴ Δίʼ, ἔφη, ὁ Σωκράτης εἰ ἄρα τοιοῦτος ὢν φίλους αὐτοὺς ἔχεις, καὶ οἱ θεοί, ὡς ἔοικε, καλοκἀγαθίᾳ ἥδονται.
苏格拉底说:“确实,这些话毫无不可信之处。不过我倒很乐意知道这一点:你是怎样侍奉他们,从而使他们成为你这样的挚友的?”“凭宙斯起誓,是的,”赫尔墨革涅斯说,“而且极其省钱!因为我赞美他们而不花分文,并总是把他们赐予的东西拿出一部分回献给他们;我尽己所能地说虔敬之辞,并且在请他们作证的事情上,我绝不蓄意说谎。”“凭宙斯起誓,”苏格拉底说,“如果你正是因为是这样的人而拥有他们作朋友,那么看来神祇也喜悦于品德完满(美德)。”
οὗτος μὲν δὴ ὁ λόγος οὕτως ἐσπουδαιολογήθη. ἐπειδὴ δὲ εἰς τὸν Φίλιππον ἧκον, ἠρώτων αὐτὸν τί ὁρῶν ἐν τῇ γελωτοποιίᾳ μέγα ἐπʼ αὐτῇ φρονοίη. οὐ γὰρ ἄξιον, ἔφη, ὁπότε γε πάντες εἰδότες ὅτι γελωτοποιός εἰμι, ὅταν μέν τι ἀγαθὸν ἔχωσι, παρακαλοῦσί με ἐπὶ ταῦτα προθύμως, ὅταν δέ τι κακὸν λάβωσι, φεύγουσιν ἀμεταστρεπτί, φοβούμενοι μὴ καὶ ἄκοντες γελάσωσι;
这段谈话便以这样严肃的调子结束了。当轮到菲利普时,众人问他在滑稽技艺中看到了什么,竟以此为莫大的自豪。“难道不值得吗,”他说,“既然人人都知道我是个弄臣,每当他们遇到好事时,就热切地邀请我去享用这些福分,可一旦遭遇不幸,他们便头也不回地逃开,生怕身不由己地笑出声来?”
καὶ ὁ Νικήρατος εἶπε· νὴ Δία, σὺ τοίνυν δικαίως μέγα φρονεῖς. ἐμοὶ γὰρ αὖ τῶν φίλων οἱ μὲν εὖ πράττοντες ἐκποδὼν ἀπέρχονται, οἳ δʼ ἂν κακόν τι λάβωσι, γενεαλογοῦσι τὴν συγγένειαν καὶ οὐδέποτέ μου ἀπολείπονται.
尼凯拉托斯说:“凭宙斯起誓,那你自豪得理所应当!因为在我这里正相反,在我的朋友中,境遇顺遂的避得远远的,可一旦遇到不幸,他们就追溯起亲属谱系来,再也不肯离开我左右。”
εἶεν· σὺ δὲ δή, ἔφη ὁ Χαρμίδης, ὦ Συρακόσιε, ἐπὶ τῷ μέγα φρονεῖς; ἢ δῆλον ὅτι ἐπὶ τῷ παιδί; μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν δή· ἀλλὰ καὶ δέδοικα περὶ αὐτοῦ ἰσχυρῶς. αἰσθάνομαι γάρ τινας ἐπιβουλεύοντας διαφθεῖραι αὐτόν.
“好啦;那么你呢,”沙尔米德说,“叙拉古人,你以什么自豪?还是说,显然是凭那个男孩吗?”“凭宙斯起誓,绝非如此,”他说,“反而我很为他提心吊胆。因为我发觉有人正图谋败坏他。”
καὶ ὁ Σωκράτης ἀκούσας, Ἡράκλεις, ἔφη, τί τοσοῦτον νομίζοντες ἠδικῆσθαι ὑπὸ τοῦ σοῦ παιδὸς ὥστε ἀποκτεῖναι αὐτὸν βούλεσθαι; ἀλλʼ οὔτοι, ἔφη, ἀποκτεῖναι βούλονται, ἀλλὰ πεῖσαι αὐτὸν συγκαθεύδειν αὐτοῖς. σὺ δʼ, ὡς ἔοικας, εἰ τοῦτο γένοιτο, νομίζεις ἂν διαφθαρῆναι αὐτόν;2 ναὶ μὰ Δίʼ, ἔφη, παντάπασί γε.
苏格拉底听后说:“赫拉克勒斯啊!他们认为受了你男孩多大的冤屈,以至于竟然想杀死他?”“哎,他们不是想杀他,”他说,“而是想劝诱他与他们同寝。”“而你看来认为,如果发生这种事,他就会被败坏?”“凭宙斯起誓,正是如此,完全会这样。”他回答道。
οὐδʼ αὐτὸς ἄρʼ, ἔφη, συγκαθεύδεις αὐτῷ; νὴ Δίʼ ὅλας γε καὶ πάσας τὰς νύκτας. νὴ τὴν Ἥραν, ἔφη ὁ Σωκράτης, εὐτύχημά γέ σου μέγα τὸ τὸν χρῶτα τοιοῦτον φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθείρειν3 τοὺς συγκαθεύδοντας. ὥστε σοί γε εἰ μὴ ἐπʼ ἄλλῳ ἀλλʼ ἐπὶ τῷ χρωτὶ ἄξιον μέγα φρονεῖν.
“那么你自己就不曾与他同寝吗?”苏格拉底问。“凭宙斯起誓,整夜整夜、夜夜都如此!”“凭赫拉起誓,”苏格拉底说,“你生来具有这样的肌肤,乃是你莫大的幸运,以至于唯独你不会败坏同寝之人!因此对你而言,哪怕不为别的,单凭这肌肤就值得大为自豪了。”
ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἐπὶ τούτῳ μέγα φρονῶ. ἀλλʼ ἐπὶ τῷ μήν; ἐπὶ νὴ Δία τοῖς ἄφροσιν. οὗτοι γὰρ τὰ ἐμὰ νευρόσπαστα θεώμενοι τρέφουσί με. ταῦτʼ ἄρʼ,4 ἔφη ὁ Φίλιππος, καὶ πρῴην ἐγώ σου ἤκουον εὐχομένου πρὸς τοὺς θεοὺς ὅπου ἂν ᾖς διδόναι καρποῦ μὲν ἀφθονίαν, φρενῶν δὲ ἀφορίαν.
“但是凭宙斯起誓,”他说,“我可不是为此而自豪。”“那究竟是为什么呢?”“凭宙斯起誓,是为那些蠢人!因为他们观看我的木偶戏,从而养活了我。”“难怪啊,”菲利普说,“前几天我还听见你向神祇祈祷,无论你走到哪里,都赐予作物的大丰收,却赐予头脑的极度歉收!”
εἶεν, ἔφη ὁ Καλλίας· σὺ δὲ δή, ὦ Σώκρατες, τί ἔχεις εἰπεῖν ὡς ἄξιόν σοί ἐστι μέγα φρονεῖν ἐφʼ ᾗ εἶπας οὕτως ἀδόξῳ οὔσῃ τέχνῃ; καὶ ὃς εἶπεν· ὁμολογησώμεθα πρῶτον ποῖά ἐστιν ἔργα τοῦ μαστροποῦ· καὶ ὅσα ἂν ἐρωτῶ, μὴ ὀκνεῖτε ἀποκρίνεσθαι, ἵνα εἰδῶμεν ὅσα ἂν συνομολογῶμεν. καὶ ὑμῖν οὕτω δοκεῖ; ἔφη. πάνυ μὲν οὖν, ἔφασαν. ὡς δʼ ἅπαξ εἶπαν πάνυ μὲν οὖν, τοῦτο πάντες ἐκ τοῦ λοιποῦ ἀπεκρίναντο.
“好啦,”卡利亚斯说,“那么你呢,苏格拉底,关于你说的那门如此声名狼藉的技艺,你有什么可说它值得你引以为豪的呢?”苏格拉底说:“让我们首先就拉皮条者的职责达成共识;凡我所问的,你们都不要迟疑回答,好让我们知道在哪些事情上彼此一致。你们也赞成这样做吗?”他问。“完全赞成,”他们说。而一旦他们说了“完全赞成”,此后众人便全都以此作答了。
- 4.49ὧν τε διδόασιν ἀεὶ αὖ παρέχομαι
ὧν 发生了关系词吸引(attractio relativi),先行词 τούτων 被省略,原本作 διδόασιν 宾语的宾格 ἅ 被吸引为主句 παρέχομαι 所要求的部分属格,表示“在他们所赐予的事物中,我也总是(拿出部分)回奉”。
- 4.53νομίζεις ἂν διαφθαρῆναι αὐτόν;
ἂν διαφθαρῆναι 是条件从句 εἰ τοῦτο γένοιτο 的归结从句在间接引语中的形式,相当于直接引语中的 ἂν διαφθαρείη(希求法+ἄν 表示潜在)。小辞 ἄν 语法上修饰不定词 διαφθαρῆναι 而非动词 νομίζεις。
- 4.54τὸ τὸν χρῶτα τοιοῦτον φῦναι ἔχοντα ὥστε μόνον μὴ διαφθείρειν
带冠词的不定词短语 τὸ ... φῦναι ἔχοντα 与句首的名词 εὐτύχημα(幸运)同格。φῦναι 的逻辑主语是从前文 σου 补出的宾格 σέ(被谈及的当事人),阳性宾格分词 ἔχοντα 与之保持一致,并以 τὸν χρῶτα 为宾语、τοιοῦτον 为宾语补足语(即“你生来具有这样的肌肤”)。
- 4.55ταῦτʼ ἄρα
ταῦτα 用作原因的内宾格,意为“为此、正因如此”,与小辞 ἄρα 连用构成习惯表达,表示根据对方前述的回答而恍然大悟。
