- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.39-4.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提斯泰尼结束了他关于灵魂财富的阐述,强调自足、正义、慷慨与闲暇的价值,卡利亚斯与尼凯拉托斯随之打趣回应。随后赫尔墨革涅斯受邀阐明其引以为傲的友人,并开始论述神祇的全知与威能。
καὶ πάντα τοίνυν ταῦτα οὕτως ἡδέα μοι δοκεῖ εἶναι ὡς μᾶλλον μὲν ἥδεσθαι ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ·1 οὕτω μοι δοκεῖ ἔνια αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος.
“因此,这一切在我看来都是如此惬意,以至于在做其中每一件事时,我绝不会祈求得到更多的快乐,反而但愿少一些;因为依我看,其中某些事甚至快意得超过了有益的限度。
πλείστου δʼ ἄξιον κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο, ὅτι εἴ μού τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι.2
“而在我的财富中,我认为最有价值的财产就是:即使有人把我现有的东西都夺走,我也看不出有什么工作是如此卑微,以至于不能为我提供足够的食物。
καὶ γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ τῆς ἀγορᾶς τὰ τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίγνεται), ἀλλʼ ἐκ τῆς ψυχῆς ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι ἢ ὅταν τινὶ τῶν τιμίων χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ Θασίῳ οἴνῳ ἐντυχὼν οὐ διψῶν πίνω αὐτόν.
“因为每当我想享受奢华时,我并不去市场上购买昂贵的物品(因为那耗费极大),而是从我的灵魂中去支取调剂。而且,等有了需求再去享用,比起享用某种昂贵的物品来,在快乐上有着大得多的差别——正像现在我遇到了这种萨索斯酒,却在并不口渴的时候喝它一样。
ἀλλὰ μὴν καὶ πολὺ δικαιοτέρους γε εἰκὸς εἶναι τοὺς εὐτέλειαν μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας. οἷς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων ὀρέγονται.
“况且,注重节俭而不是追求巨额财富的人,自然要正义得多。因为那些对现成之物最感满足的人,最不会觊觎别人的财物。
ἄξιον δʼ ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος πλοῦτος παρέχεται.3 Σωκράτης τε γὰρ οὗτος παρʼ οὗ ἐγὼ τοῦτον ἐκτησάμην οὔτʼ ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει μοι, ἀλλʼ ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι παρεδίδου· ἐγώ τε νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις καὶ ἐπιδεικνύω τὴν ἀφθονίαν καὶ μεταδίδωμι τῷ βουλομένῳ τοῦ ἐν τῇ ἐμῇ ψυχῇ πλούτου.
“而且值得深思的是,这样的财富还能使人变得慷慨大度。因为我从他那里获得这份财富的这位苏格拉底,既不按数量也不按分量配给我,而是我能带走多少,他就交给我多少;而我如今也不对任何人吝惜,而是向所有的朋友展示其充裕,并将我灵魂中的财富分给任何想要的人。
καὶ μὴν καὶ τὸ ἁβρότατόν γε κτῆμα, τὴν σχολὴν ἀεὶ ὁρᾶτέ μοι παροῦσαν, ὥστε καὶ θεᾶσθαι τὰ ἀξιοθέατα καὶ ἀκούειν τὰ ἀξιάκουστα καὶ ὃ πλείστου ἐγὼ τιμῶμαι, Σωκράτει σχολάζων συνδιημερεύειν. καὶ οὗτος δὲ οὐ τοὺς πλεῖστον ἀριθμοῦντας χρυσίον θαυμάζει, ἀλλʼ οἳ ἂν αὐτῷ ἀρέσκωσι τούτοις συνὼν διατελεῖ. οὗτος μὲν οὖν οὕτως εἶπεν.
“不仅如此,你们还看到我总是拥有最奢华的财富——闲暇,因而能够观看值得看的事物,倾听值得听的言论,以及我评价最高的事情:从容不迫地同苏格拉底终日相处。而他也不赞赏那些点数最多黄金的人,而是整日与合他心意的人相处。”他就这样讲完了。
ὁ δὲ Καλλίας, νὴ τὴν Ἥραν, ἔφη, τά τε ἄλλα ζηλῶ σε τοῦ πλούτου καὶ ὅτι4 οὔτε ἡ πόλις σοι ἐπιτάττουσα ὡς δούλῳ χρῆται οὔτε οἱ ἄνθρωποι, ἂν μὴ δανείσῃς, ὀργίζονται. ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Νικήρατος, μὴ ζήλου· ἐγὼ γὰρ ἥξω παρʼ αὐτοῦ δανεισάμενος τὸ μηδενὸς προσδεῖσθαι, οὕτω πεπαιδευμένος ὑπὸ Ὁμήρου ἀριθμεῖν "ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους" σταθμῷ καὶ ἀριθμῷ, ὡς πλείστου πλούτου ἐπιθυμῶν οὐ παύομαι· ἐξ ὧν ἴσως καὶ φιλοχρηματώτερός τισι δοκῶ εἶναι. ἔνθα δὴ ἀνεγέλασαν ἅπαντες, νομίζοντες τὰ ὄντα εἰρηκέναι αὐτόν.
卡利亚斯说:“凭赫拉起誓,在其他方面我都羡慕你的财富,尤其羡慕城邦不通过发号施令来把你当奴隶对待,而且如果你不借钱给人,别人也不会动怒。”“不过凭宙斯起誓,”尼凯拉托斯说,“你可别羡慕他!因为我要去向他借取‘无欲无求’这一品质,因为我受荷马的教育,习惯了按分量和数目去点数 ‘七尊未曾受火的三脚鼎,十他连特黄金, 二十只闪亮的铜釜,以及十二匹骏马’, 以至于我对极其丰厚的财富欲壑难填;正因如此,在某些人看来,我也许是个过于贪财的人。”这时众人都大笑起来,认为他说的确实是实情。
ἐκ τούτου εἶπέ τις· σὸν ἔργον, ὦ Ἑρμόγενες, λέγειν τε τοὺς φίλους οἵτινές εἰσι καὶ ἐπιδεικνύναι ὡς μέγα τε δύνανται καὶ σοῦ ἐπιμέλονται, ἵνα δοκῇς δικαίως ἐπʼ αὐτοῖς μέγα φρονεῖν.
此后有人说:“赫尔墨革涅斯,轮到你来说明你的朋友都是些谁,并证明他们拥有巨大的能力且关照于你了,这样你好显得有理有据地为他们感到自豪。”
οὐκοῦν ὡς μὲν καὶ Ἕλληνες καὶ βάρβαροι τοὺς θεοὺς ἡγοῦνται πάντα εἰδέναι τά τε ὄντα καὶ τὰ μέλλοντα εὔδηλον. πᾶσαι γοῦν αἱ πόλεις καὶ πάντα τὰ ἔθνη διὰ μαντικῆς ἐπερωτῶσι τοὺς θεοὺς τί τε χρὴ καὶ τί οὐ χρὴ ποιεῖν. καὶ μὴν ὅτι νομίζομέν γε δύνασθαι αὐτοὺς καὶ εὖ καὶ κακῶς ποιεῖν καὶ τοῦτο σαφές. πάντες γοῦν αἰτοῦνται τοὺς θεοὺς τὰ μὲν φαῦλα ἀποτρέπειν, τἀγαθὰ δὲ διδόναι.
“那么,希腊人和异邦人都认为神祇知晓一切,包括当下和未来的事物,这是显而易见的。无论如何,所有的城邦和所有的部族都通过占卜向神祇请教该做什么和不该做什么。再者,我们相信他们既能降福也能降祸,这也是十分明确的。无论如何,人人都祈求神祇禳除灾祸,赐予福祉。
- 4.39μᾶλλον μὲν ἥδεσθαι ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ
在对仗结构“μᾶλλον μέν... ἧττον δέ”中,“ἧττον δέ”之后省略了“εὐξαίμην ἂν ἥδεσθαι”:意为“我绝不会祈求得到更多快乐,反而祈求[得到]较少[的快乐]”。
- 4.40οὐδὲν οὕτως ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοὶ παρέχοι
“οὕτως... ὁποῖον... ἂν παρέχοι”是由关系代词引导的表特征/结果的从句,搭配“ἄν + 希求法”表潜在可能:“我看不到有任何工作卑微到不能为我提供足够食物的地步”。
- 4.43ἐλευθερίους ὁ τοιοῦτος πλοῦτος παρέχεται
中动相动词“παρέχομαι”带双宾格结构(省略了表泛指对象的宾语“[人]”,而以“ἐλευθερίους”作宾语补足语),意为“使[人]变得慷慨大度”。
- 4.45τά τε ἄλλα ζηλῶ σε τοῦ πλούτου καὶ ὅτι
动词“ζηλόω”(羡慕/称赞)支配被羡慕者的人称宾格(σε),并用属格(τοῦ πλούτου)或原因从句(ὅτι...)表示原因;此处除属格“τοῦ πλούτου”外,还以“τε... καί”将关系宾格“τὰ ἄλλα”与原因从句“ὅτι...”并列。
