- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:4.30-4.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夏尔米德斯通过对比往日富裕时的恐惧与沉重负担以及如今贫困下的安心与自由,阐述了他因贫穷而自豪的理由;随后安提斯泰尼指出财富与贫困在于灵魂而非外物,并阐述了自己自足自乐的处世之道。
ἐγὼ τοίνυν ἐν τῇδε τῇ πόλει ὅτε μὲν πλούσιος ἦν πρῶτον μὲν ἐφοβούμην μή τίς μου τὴν οἰκίαν διορύξας καὶ τὰ χρήματα λάβοι καὶ αὐτόν τί με κακὸν ἐργάσαιτο· ἔπειτα δὲ καὶ τοὺς συκοφάντας ἐθεράπευον, εἰδὼς ὅτι παθεῖν μᾶλλον κακῶς ἱκανὸς εἴην ἢ ποιῆσαι ἐκείνους.1 καὶ γὰρ δὴ καὶ προσετάττετο μὲν ἀεί τί μοι δαπανᾶν ὑπὸ τῆς πόλεως, ἀποδημῆσαι δὲ οὐδαμοῦ ἐξῆν.
“那么,在这个城邦里,当我富有的时候,首先我总是害怕有人会挖墙潜入我家,掠走我的财物,并且伤害我自身;其次,我也巴结奉承那些告密者,因为我知道自己更容易遭受祸害,而无力去报复他们。因为城邦确实总是要求我承担某项开销,而且我根本不准出境旅行。
νῦν δʼ ἐπειδὴ τῶν ὑπερορίων στέρομαι καὶ τὰ ἔγγεια οὐ καρποῦμαι καὶ τὰ ἐκ τῆς οἰκίας πέπραται, ἡδέως μὲν καθεύδω ἐκτεταμένος, πιστὸς δὲ τῇ πόλει γεγένημαι, οὐκέτι δὲ ἀπειλοῦμαι, ἀλλʼ ἤδη ἀπειλῶ ἄλλοις, ὡς ἐλευθέρῳ τε ἔξεστί μοι καὶ ἀποδημεῖν καὶ ἐπιδημεῖν· ὑπανίστανται δέ μοι ἤδη καὶ θάκων καὶ ὁδῶν ἐξίστανται οἱ πλούσιοι.
“可是如今,既然我已经丧失了海外的财产,地产也没有了收益,家中的什物也都变卖了,我便能惬意地舒展身子安睡,并赢得了城邦的信任;我不再受到威胁,反而如今能够威胁他人;作为自由人,我可以随意出国,也可以安心留居;富人们如今见了我甚至会离席起立,在路上也为我让路。
καὶ εἰμὶ νῦν μὲν τυράννῳ ἐοικώς, τότε δὲ σαφῶς δοῦλος ἦν· καὶ τότε μὲν ἐγὼ φόρον ἀπέφερον τῷ δήμῳ, νῦν δὲ ἡ πόλις τέλος φέρουσα τρέφει με. ἀλλὰ καὶ Σωκράτει, ὅτε μὲν πλούσιος ἦν, ἐλοιδόρουν με ὅτι συνῆν, νῦν δʼ ἐπεὶ πένης γεγένημαι, οὐκέτι οὐδὲν μέλει οὐδενί. καὶ μὴν ὅτε μέν γε πολλὰ εἶχον, ἀεί τι ἀπέβαλλον ἢ ὑπὸ τῆς πόλεως ἢ ὑπὸ τῆς τύχης· νῦν δὲ ἀποβάλλω μὲν οὐδέν (οὐδὲ γὰρ ἔχω), ἀεὶ δέ τι λήψεσθαι ἐλπίζω.
“如今我就像个僭主,而那时分明是个奴隶;那时是我向民众缴纳贡赋,现在则是城邦供给津贴来养活我。不仅如此,当我富有的时候,他们还会因为我同苏格拉底交往而斥责我;如今我成了穷人,却再也没有人在意了。而且,当我拥有许多财富时,我总是因为城邦或命运而失掉某些东西;现在我却什么也不会失去(因为我本来就一无所有),而且总指望能有所收获。”
οὐκοῦν, ἔφη ὁ Καλλίας, καὶ εὔχῃ μηδέποτε πλουτεῖν, καὶ ἐάν τι ὄναρ ἀγαθὸν ἴδῃς, τοῖς ἀποτροπαίοις θύεις; μὰ Δία τοῦτο μέντοι, ἔφη, ἐγὼ οὐ ποιῶ, ἀλλὰ μάλα φιλοκινδύνως ὑπομένω, ἄν ποθέν τι ἐλπίζω λήψεσθαι.
“那么,”卡利亚斯说,“你是否甚至祈祷永远不要发财,并且若是做了个吉梦,还会向禳灾的神祇献祭呢?”“凭宙斯起誓,这我可不会做,”他说,“相反,如果我指望能从哪里得到点什么,我倒是很乐意甘冒风险去等待的。”
ἀλλʼ ἄγε δή, ἔφη ὁ Σωκράτης, σὺ αὖ λέγε ἡμῖν, ὦ Ἀντίσθενες, πῶς οὕτω βραχέα ἔχων μέγα φρονεῖς ἐπὶ πλούτῳ. ὅτι νομίζω, ὦ ἄνδρες, τοὺς ἀνθρώπους οὐκ ἐν τῷ οἴκῳ τὸν πλοῦτον καὶ τὴν πενίαν ἔχειν ἀλλʼ ἐν ταῖς ψυχαῖς.
“那么来吧,”苏格拉底说,“安提斯泰尼,轮到你告诉我们,你怎么在拥有如此微薄之物的情况下,还因富有而深感自豪呢?”“因为我认为,诸位先生,财富与贫穷不在于人的房屋之中,而在于人的灵魂之中。
ὁρῶ γὰρ πολλοὺς μὲν ἰδιώτας, οἳ πάνυ πολλὰ ἔχοντες χρήματα οὕτω πένεσθαι ἡγοῦνται ὥστε πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ὑποδύονται, ἐφʼ ᾧ πλείω κτήσονται,2 οἶδα δὲ καὶ ἀδελφούς, οἳ τὰ ἴσα λαχόντες ὁ μὲν αὐτῶν τἀρκοῦντα ἔχει καὶ περιττεύοντα τῆς δαπάνης, ὁ δὲ τοῦ παντὸς ἐνδεῖται·
“因为我看到许多平民,尽管拥有极其丰厚的财富,却自认为非常贫困,以至于甘愿承受一切劳苦、冒一切危险,以便获取更多的财物;我也知道有些兄弟,虽然分得了均等的家产,其中一人却绰绰有余、支出之外尚有盈余,而另一人却样样匮乏。
αἰσθάνομαι δὲ καὶ τυράννους τινάς, οἳ οὕτω πεινῶσι χρημάτων ὥστε ποιοῦσι πολὺ δεινότερα τῶν ἀπορωτάτων· διʼ ἔνδειαν μὲν γὰρ δήπου οἱ μὲν κλέπτουσιν, οἱ δὲ τοιχωρυχοῦσιν, οἱ δὲ ἀνδραποδίζονται· τύραννοι δʼ εἰσί τινες οἳ ὅλους μὲν οἴκους ἀναιροῦσιν, ἁθρόους δʼ ἀποκτείνουσι, πολλάκις δὲ καὶ ὅλας πόλεις χρημάτων ἕνεκα ἐξανδραποδίζονται.
“我还觉察到某些僭主,他们对金钱如此饥渴,以至于做出比最贫困之人还要恶劣得多的勾当。固然,出于匮乏,有些人偷窃,有些人凿墙行窃,有些人拐卖人口;但有些僭主却为了金钱毁灭整个家族,成批屠杀人民,往往还将整座整座的城邦掳为奴隶。
τούτους μὲν οὖν ἔγωγε καὶ πάνυ οἰκτίρω τῆς ἄγαν χαλεπῆς νόσου.3 ὅμοια γάρ μοι δοκοῦσι πάσχειν ὥσπερ εἴ τις πολλὰ ἔχοι καὶ πολλὰ ἐσθίων μηδέποτε ἐμπίμπλαιτο. ἐγὼ δὲ οὕτω μὲν πολλὰ ἔχω ὡς μόλις αὐτὰ καὶ [;ἐγὼ ἂν]; αὐτὸς εὑρίσκω· ὅμως δὲ περίεστί μοι καὶ ἐσθίοντι ἄχρι τοῦ μὴ πεινῆν ἀφικέσθαι4 καὶ πίνοντι μέχρι τοῦ μὴ διψῆν καὶ ἀμφιέννυσθαι ὥστε ἔξω μὲν μηδὲν μᾶλλον Καλλίου τούτου τοῦ πλουσιωτάτου ῥιγοῦν·
“因此,对于他们这种极其严重的病症,我确实深感同情。因为在我看来,他们所遭受的苦痛,正如某人拥有很多,吃得很多,却永远无法填饱肚子一样。相比之下,我的财物多得连我自己都几乎找不出来;然而我所拥有的,却足以让我吃到不再挨饿,喝到不再口渴,穿戴得让我在室外一点也不比这位最富有的卡利亚斯更觉得寒冷。
ἐπειδάν γε μὴν ἐν τῇ οἰκίᾳ γένωμαι, πάνυ μὲν ἀλεεινοὶ χιτῶνες οἱ τοῖχοί μοι δοκοῦσιν εἶναι, πάνυ δὲ παχεῖαι ἐφεστρίδες οἱ ὄροφοι, στρωμνήν γε μὴν οὕτως ἀρκοῦσαν ἔχω ὥστʼ ἔργον μέγʼ ἐστὶ καὶ ἀνεγεῖραι. ἂν δέ ποτε καὶ ἀφροδισιάσαι τὸ σῶμά μου δεηθῇ, οὕτω μοι τὸ παρὸν ἀρκεῖ ὥστε αἷς ἂν προσέλθω ὑπερασπάζονταί με διὰ τὸ μηδένα ἄλλον αὐταῖς ἐθέλειν προσιέναι.
“每当我回到屋内,墙壁在我看来便成了极暖和的短袍,屋顶便成了极厚实的大氅;我的铺盖更是舒适充裕,以至于连叫醒我都成了一桩难事。要是我的肉体有时需要男欢女爱,手头所拥有的也足够令我满足,以至于凡是我所走近的女子,都会无比热情地欢迎我,因为没有其他人愿意走向她们。”
- 4.30παθεῖν μᾶλλον κακῶς ἱκανὸς εἴην ἢ ποιῆσαι ἐκείνους
希求法动词 εἴην 是间接引语中的斜格希求法,由分词 εἰδώς 引出,呼应主句的过去时动词 ἐθεράπευον。形容词 ἱκανός 搭配不定式表示“有能力做……”或“易于受到……”;此处将主语遭受损害(παθεῖν κακῶς)与对告密者造成损害(ποιῆσαι ἐκείνους [κακῶς])作比较。ἐκείνους 是 ποιῆσαι 的宾格宾语,而非不定式的主语。
- 4.35ἐφʼ ᾧ πλείω κτήσονται
连词短语 ἐφʼ ᾧ 后接将来时直说式(κτήσονται),构成表示条件或目的的从句(“条件是……”或“为了……”)。在此处表示他们承受一切劳苦与危险所意图达到的目的(“以便获得更多财物”)。
- 4.37οἰκτίρω τῆς ἄγαν χαλεπῆς νόσου
动词 οἰκτίρω(怜悯、同情)支配受怜悯者的宾格宾语(τούτους),并搭配表示原因的属格(τῆς ἄγαν χαλεπῆς νόσου),用以说明引发同情的原因(“因其极其严重的病症而怜悯他们”)。
- 4.37περίεστί μοι καὶ ἐσθίοντι ἄχρι τοῦ μὴ πεινῆν ἀφικέσθαι
非人称结构 περίεστί μοι(“于我有剩余”、“我尚有能力”)支配与与格代词 μοι 一致的分词(ἐσθίοντι, πίνοντι)以及不定式(ἀφικέσθαι, ἀμφιέννυσθαι)。短语 ἄχρι τοῦ μὴ πεινῆν 由介词 ἄχρι 支配带属格冠词的不定式,表示达到的程度或极限(“直到不再挨饿”)。
