← 色诺芬

会饮篇

§3.7-3.14

众宾客分别道出各自最引以为傲之事

宴席上的宾客(克里托布洛斯、安提斯泰尼、查尔米德斯、苏格拉底、腓力、吕孔、奥托吕科斯和赫尔莫革涅斯)依次道出各自最引以为傲的事物,涵盖美貌、财富、贫困、牵线技艺、引人发笑、亲情纽带以及朋友的美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7

τί γὰρ σύ, ἔφη, ὦ Κριτόβουλε, ἐπὶ τίνι μέγιστον φρονεῖς; ἐπὶ κάλλει, ἔφη. ἦ οὖν καὶ σύ, ἔφη ὁ Σωκράτης, ἕξεις λέγειν ὅτι τῷ σῷ κάλλει ἱκανὸς εἶ βελτίους ἡμᾶς ποιεῖν; εἰ δὲ μή, δῆλόν γε ὅτι φαῦλος φανοῦμαι.1

“那么你呢,克里托布洛斯,”他说,“你最引以为傲的是什么?”“美貌,”他回答。“那么你也能说,”苏格拉底说,“凭着你的美貌,你便有能力使我们变得更好吗?”“若是不能,那我显然就显得平庸无用了。”

§3.8

τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Ἀντίσθενες; ἐπὶ πλούτῳ, ἔφη. ὁ μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῷ ἀργύριον. ὁ δὲ ἀπώμοσε μηδὲ ὀβολόν. ἀλλὰ γῆν πολλὴν κέκτησαι; ἴσως ἄν, ἔφη, Αὐτολύκῳ τούτῳ ἱκανὴ γένοιτο ἐγκονίσασθαι.2

“那么你呢,安提斯泰尼,”他说,“你因何事而自豪?”“因财富,”他说。赫尔莫革涅斯便询问他是否拥有许多钱财。他却起誓说连一个奥博尔都没有。“那么你拥有广袤的土地吗?”“或许,”他说,“足够让这里的奥托吕科斯在上面扑满尘土吧。”

§3.9

ἀκουστέον ἂν εἴη καὶ σοῦ. τί γὰρ σύ, ἔφη, ὦ Χαρμίδη, ἐπὶ τίνι μέγα φρονεῖς; ἐγὼ αὖ, ἔφη, ἐπὶ πενίᾳ μέγα φρονῶ. νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, ἐπʼ εὐχαρίτῳ γε πράγματι. τοῦτο γὰρ δὴ ἥκιστα μὲν ἐπίφθονον, ἥκιστα δὲ περιμάχητον, καὶ ἀφύλακτον ὂν σῴζεται καὶ ἀμελούμενον ἰσχυρότερον γίγνεται.

“也该听听你的想法了。那么你呢,查尔米德斯,”他说,“你因何事而自豪?”“我反倒是,”他说,“因贫穷而深感自豪。”“凭宙斯起誓,”苏格拉底说,“这可真是一桩令人讨喜的自豪之物!因为这最不招人嫉妒,最无人争夺,无需看守亦能保全,置之不理反而更为牢固。”

§3.10

σὺ δὲ δή, ἔφη ὁ Καλλίας, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Σώκρατες; καὶ ὃς μάλα σεμνῶς ἀνασπάσας τὸ πρόσωπον, ἐπὶ μαστροπείᾳ, εἶπεν. ἐπεὶ δὲ ἐγέλασαν ἐπʼ αὐτῷ, ὑμεῖς μὲν γελᾶτε, ἔφη, ἐγὼ δὲ οἶδʼ ὅτι καὶ πάνυ ἂν πολλὰ χρήματα λαμβάνοιμι, εἰ βουλοίμην χρῆσθαι τῇ τέχνῃ.

“那么苏格拉底啊,”卡利亚斯说,“你究竟因何事而自豪?”苏格拉底极其严肃地拉紧了面容,说道:“因拉皮条的技艺。”众人听罢哄堂大笑,他便说:“你们尽管笑吧,但我知道,若我愿意施展这门手艺,定能赚得极其丰厚的钱财。”

§3.11

σύ γε μὴν δῆλον, ἔφη ὁ Λύκων τὸν Φίλιππον προσειπών, ὅτι ἐπὶ τῷ γελωτοποιεῖν μέγα φρονεῖς. δικαιότερόν γʼ, ἔφη, οἴομαι, ἢ Καλλιππίδης ὁ ὑποκριτής, ὃς ὑπερσεμνύνεται ὅτι δύναται πολλοὺς κλαίοντας καθίζειν.3

吕孔对着腓力说道:“显而易见,你必定是因引人发笑而自豪。”“依我看,”他说,“这可比那演员卡利庇得斯更有理,那家伙因为能让许多人坐着哭泣而自命不凡。”

§3.12

οὐκοῦν καὶ σύ, ἔφη ὁ Ἀντισθένης, λέξεις, ὦ Λύκων, ἐπὶ τίνι μέγα φρονεῖς; καὶ ὃς ἔφη· οὐ γὰρ ἅπαντες ἴστε, ἔφη, ὅτι ἐπὶ τούτῳ τῷ υἱεῖ; οὗτός γε μήν, ἔφη τις, δῆλον ὅτι ἐπὶ τῷ νικηφόρος εἶναι. καὶ ὁ Αὐτόλυκος ἀνερυθριάσας εἶπε· μὰ Δίʼ οὐκ ἔγωγε.

“那么吕孔啊,”安提斯泰尼说,“你难道不说说自己因何而自豪吗?”他答道:“难道你们大家不知道,正是因我的这个儿子吗?”“至于这孩子,”有人说,“显然是因夺得桂冠而自豪。”奥托吕科斯脸红着说道:“凭宙斯起誓,我可不是。”

§3.13

ἐπεὶ δὲ ἅπαντες ἡσθέντες ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος4 προσέβλεψαν, ἤρετό τις αὐτόν· ἀλλʼ ἐπὶ τῷ μήν, ὦ Αὐτόλυκε; ὁ δʼ εἶπεν· Ἐπὶ τῷ πατρί, καὶ ἅμα ἐνεκλίθη αὐτῷ. καὶ ὁ Καλλίας ἰδών, Ἆρʼ οἶσθα, ἔφη, ὦ Λύκων, ὅτι πλουσιώτατος εἶ ἀνθρώπων; μὰ Δίʼ, ἔφη, τοῦτο μέντοι ἐγὼ οὐκ οἶδα. ἀλλὰ λανθάνει σε ὅτι οὐκ ἂν δέξαιο τὰ βασιλέως χρήματα ἀντὶ τοῦ υἱοῦ; ἐπʼ αὐτοφώρῳ εἴλημμαι, ἔφη, πλουσιώτατος, ὡς ἔοικεν, ἀνθρώπων ὤν.

众人听到他开口说话,欣喜地全都注视着他,有人便问他:“那么究竟是因何事呢,奥托吕科斯?”他答道:“因我的父亲,”说着便靠在了父亲身旁。卡利亚斯见状说道:“吕孔啊,你可知你是世上最富有的人?”“凭宙斯起誓,”他说,“这我可真不知道。”“难道你未曾意识到,即便拿〔波斯〕王的财宝来换你的儿子,你也是绝不肯接受的吗?”“我被当场抓住了,”他说,“看来我果然是世上最富有的人。”

§3.14

σὺ δέ, ἔφη ὁ Νικήρατος, ὦ Ἑρμόγενες, ἐπὶ τίνι μάλιστα ἀγάλλῃ; καὶ ὅς, ἐπὶ φίλων, ἔφη, ἀρετῇ καὶ δυνάμει, καὶ ὅτι τοιοῦτοι ὄντες ἐμοῦ ἐπιμέλονται. ἐνταῦθα τοίνυν πάντες προσέβλεψαν αὐτῷ, καὶ πολλοὶ ἅμα ἤροντο εἰ καὶ σφίσι δηλώσοι αὐτούς. ὁ δὲ εἶπεν ὅτι οὐ φθονήσει.

“那么你呢,赫尔莫革涅斯,”尼克拉托斯问道,“你最以何为荣?”他答道:“以朋友们的美德与能力,并且以他们身为如此卓越之人却眷顾于我为荣。”于是所有人都看向他,许多人同时询问他是否也愿意将那些朋友介绍给他们。他则表示绝不吝惜。

语法注4 条
  1. 3.7εἰ δὲ μή, δῆλόν γε ὅτι φαῦλος φανοῦμαι

    短语 εἰ δὲ μή 是惯用的省略条件句,承接前文条件的否定(“若非如此/若不能”)。主句 δῆλον [ἐστί] 中省略了系动词 ἐστί,以 ὅτι 从句作为逻辑主语构成非人称结构。

  2. 3.8ἱκανὴ γένοιτο ἐγκονίσασθαι

    阴性形容词 ἱκανή 承接上文省略的主语 γῆ(“土地”)。中动语态不定式 ἐγκονίσασθαι(“使自己沾上尘土/扑粉”)指摔跤者在角力场上的准备活动,与格 Αὐτολύκῳ 充当该不定式的逻辑主语。

  3. 3.11κλαίοντας καθίζειν

    具有使动意义的动词 καθίζειν(“使坐下/安置”)带直接宾语 πολλούς,并由副词性分词 κλαίοντας(“哭泣着”)作补充说明,形象地描绘悲剧演员卡利庇得斯令众多观众坐着哭泣的情形。

  4. 3.13ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος

    知觉动词 ἀκούω 在表示“听见某人说话/出声”时支配属格宾语(αὐτοῦ φωνήσαντος)。整个 ὅτι 从句用作分词 ἡσθέντες(“高兴的”)的原因状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:3.7-3.14