← 色诺芬

会饮篇

§3.1-3.6

各自陈述引以为豪知识与技艺的提议

音乐演奏过后,经苏格拉底提议,同席宾客决定各自陈述自己最引以为豪的知识或技艺,卡利亚斯与尼克拉托斯率先发言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἐκ δὲ τούτου συνηρμοσμένῃ τῇ λύρᾳ πρὸς τὸν αὐλὸν ἐκιθάρισεν ὁ παῖς καὶ ᾖσεν. ἔνθα δὴ ἐπῄνεσαν μὲν ἅπαντες· ὁ δὲ Χαρμίδης καὶ εἶπεν· ἀλλʼ ἐμοὶ μὲν δοκεῖ, ὦ ἄνδρες, ὥσπερ Σωκράτης ἔφη τὸν οἶνον, οὕτως καὶ αὕτη ἡ κρᾶσις τῶν τε παίδων τῆς ὥρας καὶ τῶν φθόγγων τὰς μὲν λύπας κοιμίζειν, τὴν δʼ ἀφροδίτην ἐγείρειν.

此后,那少年用按笛音调准的琴弹奏并歌唱起来。众人见状无不赞赏,沙米得斯甚至说道:“然而诸位,依我看,正如苏格拉底论及美酒时所说的那样,少年男女青春的面容与乐音的这般调和,也同样能平息忧愁,唤起爱意。”

§3.2

ἐκ τούτου δὲ πάλιν εἶπεν ὁ Σωκράτης· οὗτοι μὲν δή, ὦ ἄνδρες, ἱκανοὶ τέρπειν ἡμᾶς φαίνονται· ἡμεῖς δὲ τούτων οἶδʼ ὅτι πολὺ βελτίονες οἰόμεθα εἶναι· οὐκ αἰσχρὸν οὖν εἰ μήδʼ ἐπιχειρήσομεν συνόντες ὠφελεῖν τι ἢ εὐφραίνειν ἀλλήλους; ἐντεῦθεν εἶπαν πολλοί· σὺ τοίνυν ἡμῖν ἐξηγοῦ ποίων λόγων ἁπτόμενοι μάλιστʼ ἂν ταῦτα ποιοῖμεν.

对此苏格拉底再次说道:“诸位,这些人固然显得足以取悦我们,但我确信,我们自认为比他们要优秀得多。那么聚在一起时,若连彼此互施裨益或互致欢悦都不去尝试,岂不可耻?”接着众人纷纷说道:“既然如此,你便指引我们,应当探讨怎样的话题,才能最好地做到这一点。”

§3.3

ἐγὼ μὲν τοίνυν, ἔφη, ἥδιστʼ ἂν ἀπολάβοιμι παρὰ Καλλίου τὴν ὑπόσχεσιν. ἔφη γὰρ δήπου, εἰ συνδειπνοῖμεν, ἐπιδείξειν τὴν αὑτοῦ σοφίαν. καὶ ἐπιδείξω γε, ἔφη, ἐὰν καὶ ὑμεῖς ἅπαντες εἰς μέσον φέρητε ὅ τι ἕκαστος ἐπίστασθε ἀγαθόν. ἀλλʼ οὐδείς σοι, ἔφη, ἀντιλέγει τὸ μὴ οὐ λέξειν1 ὅ τι ἕκαστος ἡγεῖται πλείστου ἄξιον ἐπίστασθαι.

“那么我,”他说,“最乐意让卡利亚斯兑现他的诺言。因为他确实说过,只要我们同席进餐,他便会展示自己的智慧。”“我必定会展示的,”卡利亚斯说,“只要你们大家也各把自己所知晓的美好事物拿出来与众人分享。”“可是,”苏格拉底说,“没有人会向你表示异议,拒绝说出各自认为自己所掌握的最有价值之物。”

§3.4

ἐγὼ μὲν τοίνυν, ἔφη, λέγω ὑμῖν ἐφʼ ᾧ μέγιστον φρονῶ. ἀνθρώπους γὰρ οἶμαι ἱκανὸς εἶναι βελτίους ποιεῖν. καὶ ὁ Ἀντισθένης εἶπε· πότερον τέχνην τινὰ βαναυσικὴν ἢ καλοκἀγαθίαν διδάσκων; εἰ καλοκἀγαθία ἐστὶν ἡ δικαιοσύνη.2 νὴ Δίʼ, ἔφη ὁ Ἀντισθένης, ἥ γε ἀναμφιλογωτάτη· ἐπεί τοι ἀνδρεία μὲν καὶ σοφία ἔστιν ὅτε βλαβερὰ καὶ φίλοις καὶ πόλει δοκεῖ εἶναι, ἡ δὲ δικαιοσύνη οὐδὲ καθʼ ἓν συμμίγνυται τῇ ἀδικίᾳ.

“那么,”卡利亚斯说,“我便告诉诸位我最引以为荣的是什么。因为我认为自己有能力使人变得更好。”安提斯泰尼问道:“是通过传授某种粗鄙的技艺,还是传授善美之德?”“若正义即是善美之德,便是传授它。”“凭宙斯起誓,”安提斯泰尼说,“这确是最无可争议的善美之德;因为勇敢与智慧有时对于朋友和城邦都会显得有害,而正义却绝不与不义发生一丝混淆。”

§3.5

ἐπειδὰν τοίνυν καὶ ὑμῶν ἕκαστος εἴπῃ ὅ τι ὠφέλιμον ἔχει, τότε κἀγὼ οὐ φθονήσω εἰπεῖν τὴν τέχνην διʼ ἧς τοῦτο ἀπεργάζομαι. ἀλλὰ σὺ αὖ, ἔφη, λέγε, ὦ Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς. καὶ ὃς εἶπεν· ὁ πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου ἔπη μαθεῖν· καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσσειαν ἀπὸ στόματος εἰπεῖν.

“那么,等你们诸位也都各自说出了自己拥有何种有益之物,届时我也绝不吝惜说出我是凭借何种技艺促成此事的。不过,尼克拉托斯啊,”他说,“轮到你来说说,你究竟因何种学识而自豪。”尼克拉托斯答道:“家父一心照料让我成为优秀之人,逼迫我把荷马的全部诗篇都学了下来;如今我也能凭记忆背诵整部《伊利亚特》和《奥德赛》。”

§3.6

ἐκεῖνο δʼ, ἔφη ὁ Ἀντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη; καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀνʼ ἑκάστην ἡμέραν;3 οἶσθά τι οὖν ἔθνος, ἔφη, ἠλιθιώτερον ῥαψῳδῶν; οὐ μὰ τὸν Δίʼ, ἔφη ὁ Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ. δῆλον γάρ, ἔφη ὁ Σωκράτης, ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. σὺ δὲ Στησιμβρότῳ τε καὶ Ἀναξιμάνδρῳ καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε τῶν πολλοῦ ἀξίων λέληθε.

“难道那件事瞒过了你吗,”安提斯泰尼说,“吟诵诗人们全都熟知这些诗句?”“几乎天天听他们朗诵的我,”他说,“又怎会不知呢?”“那么你可知道,”安提斯泰尼问,“还有哪一类人比吟诵诗人更蠢愚?”“凭宙斯起誓,不知道,”尼克拉托斯说,“至少我认为自己不知道。”“因为很显然,”苏格拉底说,“他们并不懂得其中的寓意。但你曾向斯特辛布罗托斯、阿那克西曼德以及许多其他人支付了重金,因而那些极有价值的事物,没有一样能瞒过你。”

语法注3 条
  1. 3.3ἀλλʼ οὐδείς σοι, ἔφη, ἀντιλέγει τὸ μὴ οὐ λέξειν

    在包含否定词的主句(οὐδείς... ἀντιλέγει)之后,起宾语作用的冠词不定式(τὸ λέξειν)前带有双重否定虚词 μὴ οὐ,表示“没有人反对你而不说出(即没有人会拒绝说出)”。

  2. 3.4εἰ καλοκἀγαθία ἐστὶν ἡ δικαιοσύνη

    卡利亚斯针对安提斯泰尼的选择疑问(“传授粗鄙技艺,还是善美之德?”)所作的省略性回答,意为“如果正义属于善美之德,[那我便是通过传授善美之德]”。

  3. 3.6ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀνʼ ἑκάστην ἡμέραν

    宾格分词 ἀκροώμενον 与未明说的第一人称代词宾格(ἐμέ)相一致,充当潜在希求法谓语 λελήθοι ἄν 的受影响对象,表达“每天几乎都听他们诵唱的我,怎么可能察觉不到呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:3.1-3.6