- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:2.19-2.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底为自己通过跳舞锻炼减腹辩护,沙米得斯随之附和,腓力则滑稽地模仿戏仿了少男少女的舞蹈,引得众人大笑。随后众人感到口渴,苏格拉底以草木浇水为喻,劝诫众人切勿一饮而尽,而应以小杯徐徐小酌。
ἢ τόδε γελᾶτε, εἰ μείζω τοῦ καιροῦ τὴν γαστέρα ἔχων μετριωτέραν βούλομαι ποιῆσαι αὐτήν; ἢ οὐκ ἴστε ὅτι ἔναγχος ἕωθεν Χαρμίδης οὑτοσὶ κατέλαβέ με ὀρχούμενον; ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Χαρμίδης· καὶ τὸ μέν γε πρῶτον ἐξεπλάγην καὶ ἔδεισα μὴ μαίνοιο· ἐπεὶ δέ σου ἤκουσα ὅμοια οἷς νῦν λέγεις, καὶ αὐτὸς ἐλθὼν οἴκαδε ὠρχούμην μὲν οὔ, οὐ γὰρ πώποτε τοῦτʼ ἔμαθον, ἐχειρονόμουν δέ· ταῦτα γὰρ ἠπιστάμην.
还是说,你们是因这一点而发笑:因为我的肚子大得不合体统,我想让它变得适度一些?难道你们不知道,就在不久前的清晨,这里的沙米得斯撞见我正在跳舞吗?”“凭宙斯起誓,正是如此,”沙米得斯说,“起初我大吃一惊,唯恐你发了疯;但当我听你说了如同你此刻所说的这番话后,我自己回到家里,虽然没有跳舞——因为我从未学过跳舞——却比划起手势来;因为这个我是懂得的。”
νὴ Δίʼ, ἔφη ὁ Φίλιππος, καὶ γὰρ οὖν οὕτω τὰ σκέλη τοῖς ὤμοις φαίνει ἰσοφόρα ἔχειν ὥστε δοκεῖς ἐμοί, κἂν εἰ τοῖς ἀγορανόμοις ἀφισταίης ὥσπερ ἄρτους τὰ κάτω πρὸς τὰ ἄνω, ἀζήμιος ἂν γενέσθαι.1 καὶ ὁ Καλλίας εἶπεν· ὦ Σώκρατες, ἐμὲ μὲν παρακάλει, ὅταν μέλλῃς μανθάνειν ὀρχεῖσθαι, ἵνα σοι ἀντιστοιχῶ τε καὶ συμμανθάνω.
“凭宙斯起誓,”腓力说,“你的双腿与肩膀所承载的分量显得如此相称,以至于依我看,就算你在市场监管官面前像称面包那样把下半身与上半身对秤,你也绝不会被罚款。”卡利亚斯说道:“苏格拉底啊,当你打算学习跳舞时,务必把我叫上,以便我和你相对成列,一同学习。”
ἄγε δή, ἔφη ὁ Φίλιππος, καὶ ἐμοὶ αὐλησάτω, ἵνα καὶ ἐγὼ ὀρχήσωμαι. ἐπειδὴ δʼ ἀνέστη, διῆλθε μιμούμενος τήν τε τοῦ παιδὸς καὶ τὴν τῆς παιδὸς ὄρχησιν.
“来吧,”腓力说,“也为我吹奏笛子吧,让我也跳上一曲。”他站起身来,将少年和少女的舞蹈都模仿了一遍。
καὶ πρῶτον μὲν ὅτι ἐπῄνεσαν ὡς ὁ παῖς σὺν τοῖς σχήμασιν ἔτι καλλίων ἐφαίνετο, ἀνταπέδειξεν ὅ τι κινοίη τοῦ σώματος ἅπαν τῆς φύσεως γελοιότερον· ὅτι δʼ ἡ παῖς εἰς τοὔπισθεν καμπτομένη τροχοὺς ἐμιμεῖτο, ἐκεῖνος ταὐτὰ εἰς τὸ ἔμπροσθεν ἐπικύπτων μιμεῖσθαι τροχοὺς ἐπειρᾶτο. τέλος δʼ ὅτι τὸν παῖδʼ ἐπῄνουν ὡς ἐν τῇ ὀρχήσει ἅπαν τὸ σῶμα γυμνάζοι, κελεύσας τὴν αὐλητρίδα θάττονα ῥυθμὸν ἐπάγειν ἵει ἅμα πάντα καὶ σκέλη καὶ χεῖρας καὶ κεφαλήν.
首先,因为众人曾称赞那少年伴着舞姿显得格外优美,他便反其道而行,将自己身体所动的每一处都展示得比天然的模样还要滑稽可笑;又因为那少女曾向后弯腰模仿轮圈,他便弯腰向前,试图以同样的方式模仿轮圈。最后,因为众人曾称赞那少年在舞蹈中锻炼了全身,他便命女笛手奏出更快的节拍,双腿、双手和头部同时胡乱舞动起来。
ἐπειδὴ δὲ ἀπειρήκει, κατακλινόμενος εἶπε· Τεκμήριον, ὦ ἄνδρες, ὅτι καλῶς γυμνάζει καὶ τὰ ἐμὰ ὀρχήματα. ἐγὼ γοῦν διψῶ· καὶ ὁ παῖς ἐγχεάτω μοι τὴν μεγάλην φιάλην. νὴ Δίʼ, ἔφη ὁ Καλλίας, καὶ ἡμῖν γε, ἐπεὶ καὶ ἡμεῖς διψῶμεν ἐπὶ σοὶ γελῶντες.
等到他精疲力竭,躺回榻上说道:“诸位,这是个明证,证明我的舞蹈也极好地锻炼了身体!反正我是口渴了,让仆童给我倒满这只大酒杯吧。”“凭宙斯起誓,”卡利亚斯说,“也给我们倒上,因为我们看着你发笑,也口渴了。”
ὁ δʼ αὖ Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ· τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας τοὺς ἀνθρώπους, κοιμίζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγα, ἐγείρει.
苏格拉底接着又说道:“至于饮酒,诸位,我也完全赞成。因为酒确实能滋润人的心灵,它能像曼陀罗使人安睡一样平息忧愁,又能像油添进火焰一样激发欢悦友善之情。
δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα ταὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἁθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς αὔραις διαπνεῖσθαι· ὅταν δʼ ὅσῳ ἥδεται τοσοῦτον πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν.
然而在我看来,人的身体与地里生长的植物所经历的完全相同。植物也是如此,当天神一次性给它们浇灌过多的雨水时,它们便无法挺直腰杆,也无法受微风吹拂;但当它们仅饮用使其舒畅的分量时,便能挺拔生长,繁茂地走向结果。
οὕτω δὲ καὶ ἡμεῖς ἂν μὲν ἁθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῖν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδὲ ἀναπνεῖν, μὴ ὅτι λέγειν τι δυνησόμεθα·2 ἂν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι πυκνὰ ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ ἐν Γοργιείοις ῥήμασιν εἴπω,3 οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου ἀλλʼ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα.
同样,如果我们也是一古脑儿把酒倒进肚里,我们的身体和神志很快就会踉跄失控,甚至连喘气都成问题,更不用说开口说话了。但如果仆童们用小杯频繁地向我们洒酒——让我姑且也用高尔吉亚式的辞藻来说吧——这样,我们便不是被烈酒逼迫致醉,而是在温和劝诱下一步步进入更为欢悦嬉戏的境地。”
ἐδόκει μὲν δὴ ταῦτα πᾶσι· προσέθηκε δὲ ὁ Φίλιππος ὡς χρὴ τοὺς οἰνοχόους μιμεῖσθαι τοὺς ἀγαθοὺς ἁρματηλάτας, θᾶττον περιελαύνοντας τὰς κύλικας. οἱ μὲν δὴ οἰνοχόοι οὕτως ἐποίουν.
众人都完全赞同这番话;腓力则补充道,酒童们应当效仿优秀的战车驭手,把酒杯传递得更快一些。酒童们便照着这样做了。
- 2.20κἂν εἰ τοῖς ἀγορανόμοις ἀφισταίης ὥσπερ ἄρτους τὰ κάτω πρὸς τὰ ἄνω, ἀζήμιος ἂν γενέσθαι
κἂν εἰ 为 καὶ ἂν εἰ(“即便……”)的连写形式,在条件从句中统辖现在时愿望语气动词 ἀφισταίης,归结从句则由附带 ἄν 的不定式 ἀζήμιος ἂν γενέσθαι(依附于 δοκεῖς ἐμοί,相当于愿望语气潜在句)承担。动词 ἀφίστημι 在此作“称重、过秤”解,将 τὰ κάτω(下半身)与 τὰ ἄνω(上半身)在天平上进行对比,戏仿了市场监管官(ἀγορανόμοι)检查面包是否合乎标准重量的情境。
- 2.26μὴ ὅτι λέγειν τι δυνησόμεθα
成语 μὴ ὅτι(为 μὴ εἴπω ὅτι 的省略形式,意为“更不用说、且不说”)接在否定从句(οὐδὲ ἀναπνεῖν)之后,表示“连呼吸都不能,更不用说开口说话了”。
- 2.26ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ ἐν Γοργιείοις ῥήμασιν εἴπω
插入句说明了使用隐喻色彩极浓的动词 ἐπιψακάζω(“如细雨般喷洒、润滴”)是苏格拉底刻意摹仿高尔吉亚华丽修辞风格之举。紧接着的对仗押韵短语 οὐ βιαζόμενοι... ἀλλʼ ἀναπειθόμενοι(“非强迫致使,乃劝诱使然”)亦典型地体现了高尔吉亚式的修辞手法。
