- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:2.10-2.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提斯泰尼质疑苏格拉底为何不教导性情恶劣的妻子赞西佩,苏格拉底以驯服烈马作比予以回应。随后,女舞者表演了危险的刀剑穿环跳跃,少年亦翩翩起舞;苏格拉底由此指出勇敢同样可学,并极其认真地表示愿意学习舞蹈以调和全身机能,引得满座大笑。
καὶ ὁ Ἀντισθένης, πῶς οὖν, ἔφη, ὦ Σώκρατες, οὕτω γιγνώσκων οὐ καὶ σὺ παιδεύεις Ξανθίππην, ἀλλὰ χρῇ γυναικὶ τῶν οὐσῶν, οἶμαι δὲ καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτῃ; ὅτι, ἔφη, ὁρῶ καὶ τοὺς ἱππικοὺς βουλομένους γενέσθαι οὐ τοὺς εὐπειθεστάτους ἀλλὰ τοὺς θυμοειδεῖς ἵππους κτωμένους. νομίζουσι γάρ, ἂν τοὺς τοιούτους δύνωνται κατέχειν, ῥᾳδίως τοῖς γε ἄλλοις ἵπποις χρήσεσθαι. κἀγὼ δὴ βουλόμενος ἀνθρώποις χρῆσθαι καὶ ὁμιλεῖν ταύτην κέκτημαι, εὖ εἰδὼς ὅτι εἰ ταύτην ὑποίσω, ῥᾳδίως τοῖς γε ἄλλοις ἅπασιν ἀνθρώποις συνέσομαι. καὶ οὗτος μὲν δὴ ὁ λόγος οὐκ ἄπο τοῦ σκοποῦ1 ἔδοξεν εἰρῆσθαι.
安提斯泰尼便说道:“那么,苏格拉底啊,你既然有此见识,为何你自己不也去教导赞西佩,反而和一个在现存的、以及依我看来在过去的与未来的所有女人中最难相处的女人过日子呢?”苏格拉底答道:“因为我看到那些想要成为优秀骑手的人,买下的不是最顺从的马,而是烈马。因为他们认为,如果能驯服这样的马,就能轻而易举地驭使其他所有的马。我既然想要与人打交道并与人交往,便娶了她,深知如果我能忍受她,就能轻而易举地与天下所有其他人相处。”众人都认为这番话确实切中要害。
μετὰ δὲ τοῦτο κύκλος εἰσηνέχθη περίμεστος ξιφῶν ὀρθῶν. εἰς οὖν ταῦτα ἡ ὀρχηστρὶς ἐκυβίστα τε καὶ ἐξεκυβίστα ὑπὲρ αὐτῶν. ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο μή τι πάθῃ, ἡ δὲ θαρρούντως τε καὶ ἀσφαλῶς ταῦτα διεπράττετο.
在这之后,有人搬进来一个插满了直立刀剑的圆环。这位女舞者便向着这些刀剑翻筋斗进去,又从它们上方翻越出来。在场的观众都提心吊胆,生怕她受了伤,她却泰然自若、安然无恙地完成了这些动作。
καὶ ὁ Σωκράτης καλέσας τὸν Ἀντισθένην εἶπεν· οὔτοι τούς γε θεωμένους τάδε ἀντιλέξειν ἔτι οἴομαι, ὡς οὐχὶ καὶ ἡ ἀνδρεία διδακτόν,2 ὁπότε αὕτη καίπερ γυνὴ οὖσα οὕτω τολμηρῶς εἰς τὰ ξίφη ἵεται.
苏格拉底便招呼安提斯泰尼说道:“我想,看着这些表演的人再也不会反驳说勇敢也是不可教授的了,既然这个女孩虽身为女子,却如此大胆地投身于刀剑之中。”
καὶ ὁ Ἀντισθένης εἶπεν· ἆρʼ οὖν καὶ τῷδε τῷ Συρακοσίῳ κράτιστον ἐπιδείξαντι τῇ πόλει τὴν ὀρχηστρίδα εἰπεῖν, ἐὰν διδῶσιν αὐτῷ Ἀθηναῖοι χρήματα, ποιήσειν πάντας Ἀθηναίους τολμᾶν ὁμόσε ταῖς λόγχαις ἰέναι;
安提斯泰尼说道:“那么,对这位叙拉古人来说,在向全城展示了这位女舞者之后,宣称如果雅典人给他钱财,他就能让所有雅典人都敢于迎头向长矛冲锋,这岂不是最好的做法吗?”
καὶ ὁ Φίλιππος, νὴ Δίʼ, ἔφη, καὶ μὴν ἔγωγε ἡδέως ἂν θεῴμην Πείσανδρον τὸν δημηγόρον μανθάνοντα κυβιστᾶν εἰς τὰς μαχαίρας, ὃς νῦν διὰ τὸ μὴ δύνασθαι λόγχαις ἀντιβλέπειν οὐδὲ συστρατεύεσθαι ἐθέλει.
腓力说道:“凭宙斯起誓,确实如此!我倒是极乐意见到民众演说家佩桑德学习在短刀丛中翻筋斗呢,他如今就是因为无法正视长矛,连出征都不愿意了。”
ἐκ τούτου ὁ παῖς ὠρχήσατο. καὶ ὁ Σωκράτης εἶπεν· εἴδετʼ, ἔφη, ὡς καλὸς ὁ παῖς ὢν ὅμως σὺν τοῖς σχήμασιν ἔτι καλλίων φαίνεται ἢ ὅταν ἡσυχίαν ἔχῃ; καὶ ὁ Χαρμίδης εἶπεν· ἐπαινοῦντι ἔοικας τὸν ὀρχηστοδιδάσκαλον.
随后,那个少年跳起舞来。苏格拉底说道:“你们看到了吗?这少年虽然本身就很美,但伴随着舞姿,却显得比静止不动时还要美得多!”沙米得斯说道:“你似乎是在称赞这位舞蹈老师呢。”
ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Σωκράτης· καὶ γὰρ ἄλλο τι προσενενόησα, ὅτι οὐδὲν ἀργὸν τοῦ σώματος ἐν τῇ ὀρχήσει ἦν, ἀλλʼ ἅμα καὶ τράχηλος καὶ σκέλη καὶ χεῖρες ἐγυμνάζοντο, ὥσπερ χρὴ ὀρχεῖσθαι τὸν μέλλοντα εὐφορώτερον τὸ σῶμα ἕξειν. καὶ ἐγὼ μέν, ἔφη, πάνυ ἂν ἡδέως, ὦ Συρακόσιε, μάθοιμι τὰ σχήματα παρὰ σοῦ.
“凭宙斯起誓,正是如此,”苏格拉底说,“因为我还注意到了另外一点:在舞蹈中,身体没有一处是闲置的,脖子、双腿和双手同时都在锻炼,正是想要使身体更为轻捷敏健之人所应当采用的跳舞方式。叙拉古人啊,”他又说,“我倒是非常乐意向你学习这些动作呢。”
καὶ ὅς, τί οὖν χρήσῃ αὐτοῖς; ἔφη. ὀρχήσομαι νὴ Δία. ἐνταῦθα δὴ ἐγέλασαν ἅπαντες. καὶ ὁ Σωκράτης μάλα ἐσπουδακότι τῷ προσώπῳ, γελᾶτε, ἔφη, ἐπʼ ἐμοί; πότερον ἐπὶ τούτῳ εἰ βούλομαι γυμναζόμενος μᾶλλον ὑγιαίνειν ἢ εἰ ἥδιον ἐσθίειν καὶ καθεύδειν ἢ εἰ τοιούτων γυμνασίων ἐπιθυμῶ, μὴ ὥσπερ οἱ δολιχοδρόμοι τὰ σκέλη μὲν παχύνονται, τοὺς ὤμους δὲ λεπτύνονται, μηδʼ ὥσπερ οἱ πύκται τοὺς μὲν ὤμους παχύνονται, τὰ δὲ σκέλη λεπτύνονται, ἀλλὰ παντὶ διαπονῶν τῷ σώματι πᾶν ἰσόρροπον ποιεῖν;
叙拉古人说:“那您学了之后要用来做什么呢?”“凭宙斯起誓,我要跳舞!”听到这里,所有人都笑了起来。苏格拉底却一脸极其严肃的神色说道:“你们在笑话我吗?是因为这一点而发笑吗:我希望通过锻炼使身体更健康,或者吃得更香、睡得更好,抑或我所期盼的锻炼方式,不是像长跑运动员那样把腿练得粗壮而把肩膀练得干瘪,也不像拳击手那样把肩膀练得粗壮而把腿练得干瘪,而是通过锻炼全身来让身体各部位完全均衡?
ἢ ἐπʼ ἐκείνῳ γελᾶτε, ὅτι3 οὐ δεήσει με συγγυμναστὴν ζητεῖν, οὐδʼ ἐν ὄχλῳ πρεσβύτην ὄντα ἀποδύεσθαι, ἀλλʼ ἀρκέσει μοι οἶκος ἑπτάκλινος, ὥσπερ καὶ νῦν τῷδε τῷ παιδὶ ἤρκεσε τόδε τὸ οἴκημα ἐνιδρῶσαι, καὶ χειμῶνος μὲν ἐν στέγῃ γυμνάσομαι, ὅταν δὲ ἄγαν καῦμα ᾖ, ἐν σκιᾷ;
还是说,你们是因这一点而发笑:我无须寻找同伴一起锻炼,也无须在众人面前以年迈之躯脱光衣服,只要一间七张躺椅大小的房间对我而言便已足够——正如方才这个房间足以让这个少年练出一身汗一样——而且冬天我可以在室内锻炼,天气酷热时我可以在阴凉处锻炼?”
- 2.10οὐκ ἄπο τοῦ σκοποῦ
由介词 ἄπο(表示“远离”时重音前移的 ἀπό)和名词 σκοπός(靶子、目标)构成的习惯搭配,意为“切中要害”“不离靶心”。与否定词 οὐκ 连用构成双重否定的肯定修辞,修饰主句的 ἔδοξεν εἰρῆσθαι(被认为说得……)。
- 2.12ἀντιλέξειν ἔτι οἴομαι, ὡς οὐχὶ καὶ ἡ ἀνδρεία διδακτόν
在表示反对、反驳的动词 ἀντιλέγω 之后,由 ὡς 引出的从属句带有否定词 οὐχί。整句字面意义为“反驳说勇气并非可教授的”,结合前方的否定(οὔτοι... ἀντιλέξειν),表达“不再否定勇气是可以教授的”。
- 2.17πότερον ἐπὶ τούτῳ εἰ βούλομαι ... ἢ ἐπʼ ἐκείνῳ γελᾶτε, ὅτι
由 πότερον ... ἤ(是……还是……)构成的选择疑问句骨架,将作为嘲笑理由(由介词 ἐπί 引导)的指示代词短语 ἐπὶ τούτῳ(因为这一点)与 ἐπʼ ἐκείνῳ(因为那一点)加以对立。前者由三个带 εἰ 的并列小句展开说明具体内容,后者则由 ὅτι 从句具体指明。
