- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:2.1-2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
餐后叙拉古艺人进献乐舞杂技表演,苏格拉底借拒绝涂抹香膏之机阐发美德之芬芳与教化之可能,并在目睹女舞者精彩的飞环表演后赞叹女性天资并不输于男性。
ὡς δʼ ἀφῃρέθησαν αἱ τράπεζαι καὶ ἔσπεισάν τε καὶ ἐπαιάνισαν, ἔρχεται αὐτοῖς ἐπὶ κῶμον Συρακόσιός τις ἄνθρωπος, ἔχων τε αὐλητρίδα ἀγαθὴν καὶ ὀρχηστρίδα τῶν τὰ θαύματα δυναμένων ποιεῖν, καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντα καὶ ὀρχούμενον. ταῦτα δὲ καὶ ἐπιδεικνὺς ὡς ἐν θαύματι ἀργύριον ἐλάμβανεν.
餐桌撤去,众人行过奠酒礼并唱完赞美诗后,一个叙拉古人带着一个优秀的吹笛女、一个能表演杂技奇术的女舞者,以及一个容貌俊美且极为擅长弹奏齐特拉琴与跳舞的少年,来到他们席间助兴。他正是靠着展示这些绝技来赚取钱财。
ἐπεὶ δὲ αὐτοῖς ἡ αὐλητρὶς μὲν ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε, καὶ ἐδόκουν μάλα ἀμφότεροι ἱκανῶς εὐφραίνειν, εἶπεν ὁ Σωκράτης· νὴ Δίʼ, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς. οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις.
当吹笛女为众人吹奏、少年弹奏琴乐,两人似乎让所有人都大为尽兴时,苏格拉底说道:“凭宙斯起誓,卡利亚斯,你对我们的款待真是尽善尽美。你不仅摆上了无可挑剔的宴席,而且还提供了最悦目娱耳的视听享受。”
καὶ ὃς ἔφη· τί οὖν εἰ καὶ μύρον τις ἡμῖν ἐνέγκαι,1 ἵνα καὶ εὐωδίᾳ ἑστιώμεθα; Μηδαμῶς, ἔφη ὁ Σωκράτης. ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ καλή, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν ἀνδρί, ἄλλη δὲ γυναικὶ πρέπει. καὶ γὰρ ἀνδρὸς μὲν δήπου ἕνεκα ἀνὴρ οὐδεὶς μύρῳ χρίεται. αἱ μέντοι γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ ἡ Κριτοβούλου, μύρου μὲν τί καὶ προσδέονται;
卡利亚斯说道:“那么,要是有人再给我们拿些香膏来,好让我们也尽情享受一番香气,又如何呢?”“万万不可,”苏格拉底说,“因为正如一种衣服于女人为美,另一种则于男人为美一样,一种气味合于男人,另一种则宜于女人。男人绝不会为了另一个男人而涂抹香膏。而对于女人们来说,尤其是如果她们恰好是新娘,就像这里的尼凯拉托斯的妻子和克利托布洛的妻子那样,她们又何尝需要香膏呢?
αὐταὶ γὰρ τούτου ὄζουσιν· ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ὁ ἀλειψάμενος καὶ δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δʼ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριοι ἔσεσθαι. καὶ ὁ Λύκων εἶπεν· οὐκοῦν νέοις μὲν ἂν εἴη ταῦτα· ἡμᾶς δὲ τοὺς μηκέτι γυμναζομένους τίνος ὄζειν δεήσει; καλοκἀγαθίας νὴ Δίʼ, ἔφη ὁ Σωκράτης. καὶ πόθεν ἄν τις τοῦτο τὸ χρῖμα λάβοι; οὐ μὰ Δίʼ, ἔφη, οὐ παρὰ τῶν μυροπωλῶν. ἀλλὰ πόθεν δή; ὁ μὲν Θέογνις ἔφη· "Ἐσθλῶν μὲν γὰρ ἀπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον."
因为她们自身就散发着这般香气;而体育馆中的橄榄油香气,在近旁时对女人而言比香膏更为怡人,不在时也更为令人怀念。事实上,涂了香膏的人,无论是奴隶还是自由人,立刻都会散发出完全相同的气味;而源于自由人辛劳锻炼的气味,若要变得怡人且具有自由之气,首先需要高尚的行径和长久的岁月。”吕孔便说道:“那么,这些属于年轻人;而对于我们这些不再进行体操锻炼的人来说,又应当散发什么气味呢?”“凭宙斯起誓,当然是高尚卓越之德的气味,”苏格拉底说。“那人们又从何处能获得这种涂油呢?”苏格拉底回答:“凭宙斯起誓,绝不是从香料商人那里。”“那究竟是从何处呢?”“塞奥格尼斯曾说: ‘ 从善者那里你将学到善事;但若与恶人 混杂相处,你甚至会丧失现有的理智。 ’
καὶ ὁ Λύκων εἶπεν· ἀκούεις ταῦτα, ὦ υἱέ; ναὶ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, καὶ χρῆταί γε. ἐπεὶ γοῦν νικηφόρος ἐβούλετο τοῦ παγκρατίου γενέσθαι, σὺν σοὶ σκεψάμενος σὺν σοὶ σκεψάμενος αὖ, ὃς ἂν δοκῇ αὐτῷ ἱκανώτατος εἶναι εἰς τὸ ταῦτα ἐπιτηδεῦσαι, τούτῳ συνέσται.
”吕孔说道:“你听见这话了吗,儿子?”“凭宙斯起誓,他听见了,”苏格拉底说,“而且他确实身体力行。至少当他想要在混斗比赛中获胜时,他是与你一同商议的;日后,无论他认为谁最能在追求这些德行上指导自己,他便会与谁为伴。”
ἐνταῦθα δὴ πολλοὶ ἐφθέγξαντο· καὶ ὁ μέν τις αὐτῶν εἶπε· ποῦ οὖν εὑρήσει τούτου διδάσκαλον; ὁ δέ τις ὡς οὐδὲ διδακτὸν τοῦτο εἴη, ἕτερος δέ τις ὡς εἴπερ τι καὶ ἄλλο καὶ τοῦτο μαθητόν.
听到这里,许多人都开口说话了:其中一人说道:“那么他将去哪里找到这方面的老师呢?”另一人则说这种德行根本不可教授,还有一人则坚称如果有什么是可学的,那么这同样是可学的。
ὁ δὲ Σωκράτης ἔφη· τοῦτο μὲν ἐπειδὴ ἀμφίλογόν ἐστιν, εἰς αὖθις ἀποθώμεθα· νυνὶ δὲ τὰ προκείμενα ἀποτελῶμεν. ὁρῶ γὰρ ἔγωγε τήνδε τὴν ὀρχηστρίδα ἐφεστηκυῖαν καὶ τροχούς τινα αὐτῇ προσφέροντα.
苏格拉底说道:“这既然是个有争议的问题,我们且留待日后;眼下还是先把摆在面前的节目看完吧。因为我看到这位女舞者已经就位,有人正在给她递过圆环来。”
ἐκ τούτου δὴ ηὔλει μὲν αὐτῇ ἡ ἑτέρα, παρεστηκὼς δέ τις τῇ ὀρχηστρίδι ἀνεδίδου τοὺς τροχοὺς μέχρι δώδεκα. ἡ δὲ λαμβάνουσα ἅμα τε ὠρχεῖτο καὶ ἀνερρίπτει δονουμένους συντεκμαιρομένη ὅσον ἔδει ῥιπτεῖν ὕψος ὡς ἐν ῥυθμῷ δέχεσθαι αὐτούς.
于是,另一个女孩为她吹奏笛子,站在女舞者身边的人则将圆环递给她,多达十二个。她一边接过来一边跳舞,同时将旋转着的圆环抛向空中,准确估算着需要抛掷的高度,以便合着节拍接住它们。
καὶ ὁ Σωκράτης εἶπεν· ἐν πολλοῖς μέν, ὦ ἄνδρες, καὶ ἄλλοις δῆλον καὶ ἐν οἷς δʼ ἡ παῖς ποιεῖ ὅτι2 ἡ γυναικεία φύσις οὐδὲν χείρων τῆς τοῦ ἀνδρὸς οὖσα τυγχάνει, γνώμης δὲ καὶ ἰσχύος δεῖται. ὥστε εἴ τις ὑμῶν γυναῖκα ἔχει, θαρρῶν διδασκέτω ὅ τι βούλοιτʼ ἂν αὐτῇ ἐπισταμένῃ χρῆσθαι.
苏格拉底说道:“诸位,在许多其他事情上,以及在这个少女所做的事情中,都清楚地显明:女性的天赋禀性并不比男人的禀性逊色丝毫,所欠缺的无非是见识与力量。因此,你们中间若是谁有妻子,就尽管放心去教导她,凡是他希望在任用她时她能通晓的事。”
- 2.3τί οὖν εἰ καὶ μύρον τις ἡμῖν ἐνέγκαι
τί οὖν εἰ 接希求语气(ἐνέγκαι)的惯用省略句式。意为“要是……又如何呢?”,用以委婉提出提议,后半部分表示推论的主句(如“岂不是很好吗?”)被省略。
- 2.9ἐν πολλοῖς μέν, ὦ ἄνδρες, καὶ ἄλλοις δῆλον καὶ ἐν οἷς δʼ ἡ παῖς ποιεῖ ὅτι
并列倒置结构(hyperbaton)。介词短语 ἐν πολλοῖς ... καὶ ἄλλοις 与带有强调语气 καὶ ... δέ 的 καὶ ἐν οἷς δʼ ἡ παῖς ποιεῖ 构成并列,中间插入非人称谓词 δῆλον [ἐστί],并由后者统辖随后的 ὅτι 从句。
