- 底本
- Xenophon, creator; , Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia Socratis; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:1.10-1.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在卡利亚斯因爱而展现温雅之态、众人于静默中进餐之际,小丑菲利普不请自来。菲利普试图以笑话活跃气氛却屡遭冷落,愤而蒙头哀叹,直到听见克利托布洛的哄笑后才重拾兴致继续进餐。
πάντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι· ἀλλʼ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότεροί τε ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φέρονται, οἱ δʼ ὑπὸ τοῦ σώφρονος ἔρωτος ἔνθεοι τά τε ὄμματα φιλοφρονεστέρως ἔχουσι καὶ τὴν φωνὴν πρᾳοτέραν ποιοῦνται καὶ τὰ σχήματα εἰς τὸ ἐλευθεριώτερον ἄγουσιν. ἃ δὴ καὶ Καλλίας τότε διὰ τὸν ἔρωτα πράττων ἀξιοθέατος ἦν τοῖς τετελεσμένοις τούτῳ τῷ θεῷ.
凡是受某位神祇附体之人,似乎都值得一观;然而,受其他神祇附体之人往往显得眼神更加威猛、发声更加可怖、举止更加激烈,而因节制之爱若斯而神明附体者,眼神却显得更为亲切,声音更为柔和,举止仪态也更显高雅。卡利亚斯当时正是因着这爱意而展现出这番神态,对于同受这位神祇启蒙之人而言,着实令人瞩目。
ἐκεῖνοι μὲν οὖν σιωπῇ ἐδείπνουν, ὥσπερ τοῦτο ἐπιτεταγμένον αὐτοῖς ὑπὸ κρείττονός τινος.1 Φίλιππος δʼ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ διʼ ὅ τι κατάγεσθαι βούλοιτο, συνεσκευασμένος τε παρεῖναι ἔφη πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια, καὶ τὸν παῖδα δὲ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι.
于是他们便在沉默中进餐,仿佛这是受了某种更高力量的命令一般。这时,小丑菲利普敲了敲门,吩咐应门的人通报他是谁以及为何想要前来投宿;他还说自己已经备齐了一切吃他人之食所需的物什,而且他的童仆也因两手空空又未曾进过早膳而正困顿不堪。
ὁ οὖν Καλλίας ἀκούσας ταῦτα εἶπεν· ἀλλὰ μέντοι, ὦ ἄνδρες, αἰσχρὸν στέγης γε φθονῆσαι· εἰσίτω οὖν. καὶ ἅμα ἀπέβλεψεν εἰς τὸν Αὐτόλυκον, δῆλον ὅτι ἐπισκοπῶν τί ἐκείνῳ δόξειε τὸ σκῶμμα εἶναι.
卡利亚斯听闻此言便说道:“诸位,吝惜一个容身之所未免太不近人情;就让他进来吧。”同时他瞥了奥托吕科斯一眼,显然是想看看对方如何看待这个玩笑。
ὁ δὲ στὰς ἐπὶ τῷ ἀνδρῶνι ἔνθα τὸ δεῖπνον ἦν εἶπεν· ὅτι μὲν γελωτοποιός εἰμι ἴστε πάντες· ἥκω δὲ προθύμως νομίσας γελοιότερον εἶναι τὸ ἄκλητον ἢ τὸ κεκλημένον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον. κατακλίνου τοίνυν, ἔφη ὁ Καλλίας. καὶ γὰρ οἱ παρόντες σπουδῆς μέν, ὡς ὁρᾷς, μεστοί, γέλωτος δὲ ἴσως ἐνδεέστεροι.
菲利普站在举行宴饮的正厅门口说道:“我是个小丑,大家都是知晓的;我欣然前来,是认为不请自来赴宴比起受邀而来还要更加滑稽。”卡利亚斯便说:“那么就斜卧就座吧。因为在座之人正如你所见,虽满是庄重,却恐怕相当缺乏笑声。”
δειπνούντων δὲ αὐτῶν ὁ Φίλιππος γελοῖόν τι εὐθὺς ἐπεχείρει λέγειν, ἵνα δὴ ἐπιτελοίη ὧνπερ ἕνεκα ἐκαλεῖτο ἑκάστοτε ἐπὶ τὰ δεῖπνα. ὡς δʼ οὐκ ἐκίνησε γέλωτα, τότε μὲν ἀχθεσθεὶς φανερὸς ἐγένετο. αὖθις δʼ ὀλίγον ὕστερον ἄλλο τι γελοῖον ἐβούλετο λέγειν. ὡς δὲ οὐδὲ τότε ἐγέλασαν ἐπʼ αὐτῷ, ἐν τῷ μεταξὺ παυσάμενος τοῦ δείπνου συγκαλυψάμενος κατέκειτο.
他们在进餐时,菲利普立刻试图说些逗趣的话,以便履行他每次受邀赴宴的职责。然而他并未逗笑任何人,当时便显露出沮丧的神色。稍后他又想再说些笑话,但众人那时仍旧没有对他发笑;他便中途停止进餐,蒙上头躺卧着。
καὶ ὁ Καλλίας, τί τοῦτʼ, ἔφη, ὦ Φίλιππε; ἀλλʼ ἢ ὀδύνη σε εἴληφε;2 καὶ ὃς ἀναστενάξας εἶπε· ναὶ μὰ Δίʼ, ἔφη, ὦ Καλλία, μεγάλη γε· ἐπεὶ γὰρ γέλως ἐξ ἀνθρώπων ἀπόλωλεν, ἔρρει τὰ ἐμὰ πράγματα. πρόσθεν μὲν γὰρ τούτου ἕνεκα ἐκαλούμην ἐπὶ τὰ δεῖπνα, ἵνα εὐφραίνοιντο οἱ συνόντες διʼ ἐμὲ γελῶντες· νῦν δὲ τίνος ἕνεκα καὶ καλεῖ μέ τις; οὔτε γὰρ ἔγωγε σπουδάσαι ἂν δυναίμην μᾶλλον ἤπερ ἀθάνατος γενέσθαι, οὔτε μὴν ὡς ἀντικληθησόμενος καλεῖ μέ τις, ἐπεὶ πάντες ἴσασιν ὅτι ἀρχὴν οὐδὲ νομίζεται3 εἰς τὴν ἐμὴν οἰκίαν δεῖπνον προσφέρεσθαι. καὶ ἅμα λέγων ταῦτα ἀπεμύττετό τε καὶ τῇ φωνῇ σαφῶς κλαίειν ἐφαίνετο.
卡利亚斯便问道:“菲利普,这是怎么了?难道是哪里作痛了吗?”他长叹一声说道:“凭宙斯起誓,卡利亚斯,确实是巨大的痛苦!因为既然笑声已从人间绝迹,我的生计也就全完了。从前我受邀赴宴,是为了让同席之客因我欢笑而开怀;可如今,谁又还会为了什么由头来邀请我呢?因为我想要变得严肃,并不比想要长生不死更容易一些;再者,谁也不会指望得到回请而邀请我,因为人人都知道,我家压根儿就从没有把饭食送进来的规矩。”他说着这些话,同时擤了擤鼻子,从声音听来显然是在啜泣。
πάντες μὲν οὖν παρεμυθοῦντό τε αὐτὸν ὡς αὖθις γελασόμενοι καὶ δειπνεῖν ἐκέλευον, Κριτόβουλος δὲ καὶ ἐξεκάγχασεν ἐπὶ τῷ οἰκτισμῷ αὐτοῦ. ὁ δʼ ὡς ᾔσθετο τοῦ γέλωτος, ἀνεκαλύψατό τε καὶ τῇ ψυχῇ παρακελευσάμενος θαρρεῖν, ὅτι ἔσονται συμβολαί,4 πάλιν ἐδείπνει.
于是众人都来安慰他,许诺稍后定会发笑,并劝他继续用餐;而克利托布洛听到他的这番哀鸣,甚至忍不住放声大笑起来。菲利普一察觉到笑声,便揭开盖在头上的衣裳,劝勉自己的灵魂振作起来,深信往后仍有这等份子钱可图,便又重新吃了起来。
- 1.11ὥσπερ τοῦτο ἐπιτεταγμένον αὐτοῖς ὑπὸ κρείττονός τινος
由 ὥσπερ 引导的分词结构,以中性代词 τοῦτο 为主语,与完成时被动态分词 ἐπιτεταγμένον 构成绝对宾格结构(accusative absolute),意为“仿佛这是受了某种更高力量的命令一般”。
- 1.15ἀλλʼ ἢ ὀδύνη σε εἴληφε;
疑问句中的惯用短语 ἀλλʼ ἤ,跟在前面的疑问代词 τί τοῦτʼ(“这是怎么了?”)之后,表示提出揣测性的另一种可能(“难道是……吗?”),表达对菲利普突然倒下躺卧的诧异与关切。
- 1.15ἀρχὴν οὐδὲ νομίζεται
ἀρχήν 为副词性宾格,与否定词(οὐδέ)连用时表示加强否定,意为“根本不……”、“起初/压根儿就不……”(“我家压根儿就从没有把饭食送进来的规矩”)。
- 1.16ὅτι ἔσονται συμβολαί
συμβολή 原指凑份子聚餐时众人分摊的份钱。此处转喻菲利普凭借滑稽之举换取宴飨和打赏的“收成/报酬”,意指他意识到日后依然有份子钱可图,生计未绝,因而重拾信心。
