← 色诺芬

会饮篇

§1.1-1.9

卡利亚斯设宴与奥托吕科斯之美

卡利亚斯在携全能角斗冠军奥托吕科斯及其父亲赴宴途中偶遇苏格拉底一行并力邀其同往,众人齐聚宅邸;席间,少年奥托吕科斯兼具端庄的美貌深深吸引并震撼了在座的所有人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ἀλλʼ ἐμοὶ δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς. οἷς δὲ παραγενόμενος ταῦτα γιγνώσκω1 δηλῶσαι βούλομαι.

但在我看来,优秀而高尚之人的行迹,不仅那些严肃行出的值得铭记,即便在嬉戏中所为的亦然。我希望将我亲身经历并得知这桩事实的场合予以说明。

§1.2

ἦν μὲν γὰρ Παναθηναίων τῶν μεγάλων ἱπποδρομία, Καλλίας δὲ ὁ Ἱππονίκου ἐρῶν ἐτύγχανεν Αὐτολύκου παιδὸς ὄντος, καὶ νενικηκότα αὐτὸν παγκράτιον ἧκεν ἄγων ἐπὶ τὴν θέαν. ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν, ἔχων τόν τε Αὐτόλυκον καὶ τὸν πατέρα αὐτοῦ ἀπῄει εἰς τὴν ἐν Πειραιεῖ οἰκίαν· συνείπετο δὲ αὐτῷ καὶ Νικήρατος.

那时正逢大泛雅典娜节的赛马比赛,希波尼库斯之子卡利亚斯正爱慕着尚在少年之时的奥托吕科斯,在奥托吕科斯于全能角斗中获胜后,便领着他前去观看这一盛会。当赛马结束时,他便带着奥托吕科斯及其父亲动身前往位于比雷埃夫斯的宅邸;尼克拉托斯亦与他同行。

§1.3

ἰδὼν δὲ ὁμοῦ ὄντας Σωκράτην τε καὶ Κριτόβουλον καὶ Ἑρμογένην καὶ Ἀντισθένην καὶ Χαρμίδην, τοῖς μὲν ἀμφʼ Αὐτόλυκον ἡγεῖσθαί τινα ἔταξεν, αὐτὸς δὲ προσῆλθε τοῖς ἀμφὶ Σωκράτην, καὶ εἶπεν· εἰς καλόν γε ὑμῖν συντετύχηκα·2 ἑστιᾶν γὰρ μέλλω Αὐτόλυκον καὶ τὸν πατέρα αὐτοῦ. οἶμαι οὖν πολὺ ἂν τὴν κατασκευήν μοι λαμπροτέραν φανῆναι εἰ ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχὰς ὥσπερ ὑμῖν ὁ ἀνδρὼν κεκοσμημένος εἴη μᾶλλον ἢ εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδαρχίαις.3

卡利亚斯看见苏格拉底、克利托布洛、赫尔摩革涅斯、安提斯泰尼和沙米德斯聚在一起,便命人给奥托吕科斯一行带路,自己则走上前去向苏格拉底等人说道: “我遇见你们恰逢其时;因为我正准备款待奥托吕科斯及其父亲。因此我认为,若这间正厅得以由像你们这样灵魂受过涤除的人来增光添彩,而非由将军、骑兵长官和钻营官职之辈来充斥,这排场对我而言将显得远为光彩耀目。”

§1.5

καὶ ὁ Σωκράτης εἶπεν· ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς καταφρονῶν, ὅτι σὺ μὲν Πρωταγόρᾳ τε πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ καὶ Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς, ἡμᾶς δʼ ὁρᾷς αὐτουργούς τινας τῆς φιλοσοφίας ὄντας.

苏格拉底便说道:“你总是轻蔑地嘲弄我们,因为你为了求得智慧,曾付给普罗泰戈拉、高尔吉亚、普罗狄库斯以及其他许多人巨额钱财,而见我们不过是些哲学的自食其力者。”

§1.6

καὶ ὁ Καλλίας, καὶ πρόσθεν μέν γε, ἔφη, ἀπεκρυπτόμην ὑμᾶς ἔχων πολλὰ καὶ σοφὰ λέγειν, νῦν δέ, ἐὰν παρʼ ἐμοὶ ἦτε, ἐπιδείξω ὑμῖν ἐμαυτὸν πάνυ πολλῆς σπουδῆς ἄξιον ὄντα.

卡利亚斯则说道:“确实,从前我即便怀有许多精妙之论,也对你们秘而不宣;但如今,只要你们到我这里来,我便会向你们证明,我本人是完全值得备受郑重对待的。”

§1.7

οἱ οὖν ἀμφὶ τὸν Σωκράτην πρῶτον μέν, ὥσπερ εἰκὸς ἦν, ἐπαινοῦντες τὴν κλῆσιν οὐχ ὑπισχνοῦντο συνδειπνήσειν· ὡς δὲ πάνυ ἀχθόμενος φανερὸς ἦν, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν. ἔπειτα δὲ αὐτῷ οἱ μὲν γυμνασάμενοι καὶ χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι παρῆλθον.

于是,苏格拉底一行起初正如常情那样,虽称谢邀请,却未答应赴宴;但眼见若他们不随同前往,卡利亚斯显然会极为不悦,便随他同去。随后,他们有的经过锻炼并涂了油,有的还沐浴了一番,便来到了他的宅邸。

§1.8

Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, οἱ δʼ ἄλλοι, ὥσπερ εἰκός, κατεκλίθησαν. εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γιγνόμενα ἡγήσατʼ ἂν φύσει βασιλικόν τι κάλλος εἶναι, ἄλλως τε καὶ ἂν μετʼ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος τότε, κεκτῆταί τις αὐτό.

奥托吕科斯便坐在父亲身旁,其余人则照常在榻上斜倚就座。当时任何人只要留意眼前的景象,都会立刻认为美乃是天生具有王者之气的某种东西,尤其是若有人如当年的奥托吕科斯那般,兼具着羞怯与节制来拥有它。

§1.9

πρῶτον μὲν γάρ, ὥσπερ ὅταν φέγγος τι ἐν νυκτὶ φανῇ, πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τότε τοῦ Αὐτολύκου τὸ κάλλος πάντων εἷλκε τὰς ὄψεις πρὸς αὐτόν· ἔπειτα τῶν ὁρώντων οὐδεὶς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπʼ ἐκείνου.4 οἱ μέν γε σιωπηρότεροι ἐγίγνοντο, οἱ δὲ καὶ ἐσχηματίζοντό πως.

因为首先,正如黑夜之中一旦有火光显现,众人的目光都会被吸引过去一样,那时奥托吕科斯的健美也同样吸引了所有人的视线;其次,在观看者之中,没有一个人的心灵不曾因他而受到触动。有些人变得格外沉默,有些人甚至不由自主地矜持起来。

语法注4 条
  1. 1.1οἷς δὲ παραγενόμενος ταῦτα γιγνώσκω

    关系代词 οἷς 包含了先行词(相当于 ἐκεῖνα οἷς),作分词 παραγενόμενος 的与格补足成分。整个关系从句在语义上充当不定式 δηλῶσαι 的宾语(即“我亲临并得知此事的那些场合”)。

  2. 1.4εἰς καλόν γε ὑμῖν συντετύχηκα

    介词短语 εἰς καλόν 是表示“正逢其时”、“恰好”的习语。与格 ὑμῖν 由复合动词 συντετύχηκα(συντυγχάνω)所支配。

  3. 1.4σπουδαρχίαις

    σπουδαρχίαις 为第一变格阳性名词 σπουδαρχίας(“钻营官位之徒”、“谋求官职者”)的复数与格形式,与前面的 στρατηγοῖς(将领们)和 ἱππάρχοις(骑兵长官们)并列。

  4. 1.9τῶν ὁρώντων οὐδεὶς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπʼ ἐκείνου

    双重否定 οὐδεὶς οὐ 构成了强烈的肯定意义(“没有人不……”)。宾格 τὴν ψυχὴν 属于限定宾格(或称关涉宾格),表示受到影响的层面或部位(“在心灵上受到触动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg004.humanitext-grc2:1.1-1.9