- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:9.11-9.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊斯霍马霍斯讲述了他如何选拔并培养一位克己忠诚的女管家,并说明他如何让妻子承担起作为家中物品“护法官”的监督职责,而妻子也欣然乐意地接受了照料家业的责任。
τὴν δὲ ταμίαν ἐποιησάμεθα ἐπισκεψάμενοι ἥτις ἡμῖν ἐδόκει εἶναι ἐγκρατεστάτη καὶ γαστρὸς καὶ οἴνου καὶ ὕπνου καὶ ἀνδρῶν συνουσίας, πρὸς τούτοις δὲ ἣ τὸ μνημονικὸν μάλιστα ἐδόκει ἔχειν καὶ τὸ προνοεῖν μή τι κακὸν λάβῃ παρʼ ἡμῶν ἀμελοῦσα, καὶ σκοπεῖν ὅπως χαριζομένη τι ἡμῖν ὑφʼ ἡμῶν ἀντιτιμήσεται.1
“至于女管家,我们在考察之后选拔了在我们看来在节制食欲、酒、睡眠以及男女之事上最具自制力的一位;此外,她还显得最具良好记性,且能事先顾虑到不要因疏忽而从我们这里领受惩罚,并思忖如何因讨得我们的欢心而获得我们的奖赏。
ἐδιδάσκομεν δὲ αὐτὴν καὶ εὐνοϊκῶς ἔχειν πρὸς ἡμᾶς, ὅτʼ εὐφραινοίμεθα, τῶν εὐφροσυνῶν μεταδιδόντες, καὶ εἴ τι λυπηρὸν εἴη, εἰς ταῦτα παρακαλοῦντες. καὶ τὸ προθυμεῖσθαι δὲ συναύξειν τὸν οἶκον ἐπαιδεύομεν αὐτήν, ἐπιγιγνώσκειν αὐτὴν ποιοῦντες καὶ τῆς εὐπραγίας αὐτῇ μεταδιδόντες.
我们还教导她对我们怀有善意,每当我们快乐时,便与她分享欢欣,若有忧伤之事,也邀她共同分担。我们还训练她热心致力于共同增殖家业,使她明晓产业之事,并让她分享我们的富足。
καὶ δικαιοσύνην δʼ αὐτῇ ἐνεποιοῦμεν τιμιωτέρους τιθέντες τοὺς δικαίους τῶν ἀδίκων καὶ ἐπιδεικνύοντες πλουσιώτερον καὶ ἐλευθεριώτερον βιοτεύοντας τῶν ἀδίκων· καὶ αὐτὴν δὲ ἐν ταύτῃ τῇ χώρᾳ κατετάττομεν.
我们还在她心中树立起正义之心,把正义之人置于比不义之人更为尊贵的地位,并向她表明正义之人的生活比不义之人更为富足、更为自由;我们也将她本人置于这一等级之中。
ἐπὶ δὲ τούτοις πᾶσιν εἶπον, ἔφη, ὦ Σώκρατες, ἐγὼ τῇ γυναικὶ ὅτι πάντων τούτων οὐδὲν ὄφελος, εἰ μὴ αὐτὴ ἐπιμελήσεται ὅπως διαμένῃ ἑκάστῳ ἡ τάξις. ἐδίδασκον δὲ αὐτὴν ὅτι καὶ ἐν ταῖς εὐνομουμέναις πόλεσιν οὐκ ἀρκεῖν δοκεῖ τοῖς πολίταις, ἂν νόμους καλοὺς γράψωνται, ἀλλὰ καὶ νομοφύλακας προσαιροῦνται, οἵτινες ἐπισκοποῦντες τὸν μὲν ποιοῦντα τὰ νόμιμα ἐπαινοῦσιν, ἂν δέ τις παρὰ τοὺς νόμους ποιῇ, ζημιοῦσι.
在这一切之上,”他说,“苏格拉底啊,我对妻子说,除非她亲自照管,使每一样物品保持既定的秩序,否则这一切全无益处。我教导她说,即使在治理良好的城邦中,公民们也不认为仅立下良法就已足够,还要增设护法官,护法官负责视察,赞扬守法之人,凡有违法者便施以惩罚。
νομίσαι οὖν ἐκέλευον, ἔφη, τὴν γυναῖκα καὶ αὐτὴν νομοφύλακα τῶν ἐν τῇ οἰκίᾳ εἶναι, καὶ ἐξετάζειν δέ, ὅταν δόξῃ αὐτῇ, τὰ σκεύη, ὥσπερ ὁ φρούραρχος τὰς φυλακὰς ἐξετάζει, καὶ δοκιμάζειν εἰ καλῶς ἕκαστον ἔχει, ὥσπερ ἡ βουλὴ ἵππους καὶ ἱππέας δοκιμάζει, καὶ ἐπαινεῖν δὲ καὶ τιμᾶν ὥσπερ βασίλισσαν τὸν ἄξιον ἀπὸ τῆς παρούσης δυνάμεως, καὶ λοιδορεῖν καὶ κολάζειν τὸν τούτων δεόμενον.
因此我吩咐我的妻子,”他说,“要自视为家中诸物的护法官,只要她认为适宜,便随时巡查器具,正如卫戍指挥官视察卫兵一般;考核每样器具是否完好,正如议事会考核马匹与骑兵一般;并宛如女王一般,凭据现有的权力赞誉并奖赏有功者,训诫并惩罚需要受到规诫之人。
πρὸς δὲ τούτοις ἐδίδασκον αὐτήν, ἔφη, ὡς οὐκ ἂν ἄχθοιτο δικαίως, εἰ πλείω αὐτῇ πράγματα προστάττω ἢ τοῖς οἰκέταις περὶ τὰ κτήματα, ἐπιδεικνύων ὅτι τοῖς μὲν οἰκέταις μέτεστι τῶν δεσποσύνων χρημάτων τοσοῦτον ὅσον φέρειν ἢ θεραπεύειν ἢ φυλάττειν, χρῆσθαι δὲ οὐδενὶ αὐτῶν ἔξεστιν, ὅτῳ ἂν μὴ δῷ ὁ κύριος· δεσπότου δὲ ἅπαντά ἐστιν ᾧ ἂν βούληται ἕκαστα χρῆσθαι.
除此以外,我还教导她说,”他说,“若我就财产之事向她布置的任务多于向仆从布置的,她并无理由心生不满。我向她表明:仆从对于主人的财物,其份额仅限于搬运、侍弄或看守,若非主人赐予,绝不允许使用其中任何一件;而一切都归主人所有,主人愿意如何使用每样物件皆可。
ὅτῳ οὖν καὶ σῳζομένων μεγίστη ὄνησις καὶ φθειρομένων μεγίστη βλάβη, τούτῳ καὶ τὴν ἐπιμέλειαν μάλιστα προσήκουσαν ἀπέφαινον.
因此我向她表明:物品若得保全则获利至大、若遭毁坏则受害最深之人,自然是最应当承担照管之责的人。”
τί οὖν; ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ταῦτα ἀκούσασα ἡ γυνή πώς σοι ὑπήκουε; τί δέ, ἔφη, εἰ μὴ εἶπέ γέ μοι,2 ὦ Σώκρατες, ὅτι οὐκ ὀρθῶς γιγνώσκοιμι, εἰ οἰοίμην χαλεπὰ ἐπιτάττειν διδάσκων ὅτι ἐπιμελεῖσθαι δεῖ τῶν ὄντων. χαλεπώτερον γὰρ ἄν, ἔφη φάναι, εἰ αὐτῇ ἐπέταττον ἀμελεῖν τῶν ἑαυτῆς ἢ εἰ ἐπιμελεῖσθαι δεήσει τῶν οἰκείων ἀγαθῶν.
“那么怎样呢?”我说,“伊斯霍马霍斯啊,妻子听了这些之后是否多少有些听从你呢?”“还能怎样呢,”他说,“苏格拉底啊,她对我说,如果我认为教导她必须照看家业是向她布置艰难之事,那我的看法就错了。她说,如果我命令她忽视自己的财物,那要比让她必须照看家中的善物艰难得多。
πεφυκέναι γὰρ δοκεῖ, ἔφη, ὥσπερ καὶ τέκνων τὸ ἐπιμελεῖσθαι τῇ σώφρονι τῶν ἑαυτῆς ἢ ἀμελεῖν,3 οὕτω καὶ τῶν κτημάτων ὅσα ἴδια ὄντα εὐφραίνει ἥδιον τὸ ἐπιμελεῖσθαι νομίζειν ἔφη εἶναι τῇ σώφρονι τῶν ἑαυτῆς ἢ ἀμελεῖν.
因为她说:‘正如对于有节制的女子而言,照料自己的孩子生来就显得比忽视他们更令人心甘情愿一样,对于那些因属于自己而带来快乐的财物,有节制的女子也认为照料自己的东西比忽视它们要更为愉快。’”
- 9.11τὸ προνοεῖν μή τι κακὸν λάβῃ παρʼ ἡμῶν ἀμελοῦσα, καὶ σκοπεῖν ὅπως χαριζομένη τι ἡμῖν ὑφʼ ἡμῶν ἀντιτιμήσεται
带冠词不定式 τὸ προνοεῖν 以及由 καὶ 连接的 σκοπεῖν 与前项名词短语 τὸ μνημονικόν 构成并列,作为 ἐδόκει ἔχειν 的宾语或内容补足语。其中的 μή 引出的从句 μή τι κακὸν λάβῃ 是表示忧虑与防范的虚拟语气从句(“小心防范免因疏忽而受罚”)。
- 9.18τί δʼ, εἰ μὴ εἶπέ γέ μοι
对话体中常见的省略性惯用表达(省去了 ἄλλο ἐγένετο 或 ἄλλο ἂν εἴποι,即 τί δʼ ἄλλο, εἰ μή...),字面意为“除……之外还能怎样呢”,实际上构成强烈的肯定语气(“她确实对我说……”)。此用法承接上一语段中的 τί δʼ, εἰ μὴ ὑπισχνεῖτό γε。
- 9.19πεφυκέναι γὰρ δοκεῖ, ἔφη, ὥσπερ καὶ τέκνων τὸ ἐπιμελεῖσθαι τῇ σώφρονι τῶν ἑαυτῆς ἢ ἀμελεῖν, οὕτω καὶ τῶν κτημάτων ὅσα ἴδια ὄντα εὐφραίνει ἥδιον τὸ ἐπιμελεῖσθαι νομίζειν ἔφη εἶναι τῇ σώφρονι τῶν ἑαυτῆς ἢ ἀμελεῖν
由 ὥσπερ... οὕτω... 构成的对称比较结构。前半部分(ὥσπερ)承后文省略了 ἥδιον εἶναι(“正如对于明理的妇人而言,照料自己的孩子比忽视他们更符合天性”)。后半部分(οὕτω)则以 νομίζειν 带出宾格不定式从句,形容词比较级 ἥδιον 统摄带冠词不定式主体 τὸ ἐπιμελεῖσθαι 与 ἢ ἀμελεῖν 之间的比较(“认为照料比忽视更为愉快”)。
