← 色诺芬

经济论

§10.1-10.13

摒弃虚饰妆容与依靠操持家务培养自然之美

伊斯霍马霍斯向苏格拉底讲述了他如何劝导妻子弃用虚假的化妆品,并通过操持家务和锻炼来获得真正的健康与美貌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

καὶ ἐγὼ ἀκούσας, ἔφη ὁ Σωκράτης, ἀποκρίνασθαι τὴν γυναῖκα αὐτῷ ταῦτα, εἶπον· νὴ τὴν Ἥραν, ἔφην, ὦ Ἰσχόμαχε, ἀνδρικήν γε ἐπιδεικνύεις τὴν διάνοιαν τῆς γυναικός.1 καὶ ἄλλα τοίνυν, ἔφη ὁ Ἰσχόμαχος, θέλω σοι πάνυ μεγαλόφρονα αὐτῆς διηγήσασθαι, ἅ μου ἅπαξ ἀκούσασα ταχὺ ἐπείθετο. τὰ ποῖα; ἔφην ἐγώ· λέγε· ὡς ἐμοὶ πολὺ ἥδιον ζώσης ἀρετὴν γυναικὸς καταμανθάνειν ἢ εἰ Ζεῦξίς μοι καλὴν εἰκάσας γραφῇ γυναῖκα ἐπεδείκνυεν.2

“当我听闻他的妻子如此答复他时,”苏格拉底说,“我便说道:‘凭赫拉起誓,伊斯霍马霍斯啊,你表明你的妻子确有大丈夫般的胸襟。’‘那么,’伊斯霍马霍斯说,‘我还想向你讲述关于她的其他极为高尚之事,她仅听我讲过一次便迅速顺从了。’‘是些什么事呢?’我说,‘请讲吧;因为对我而言,领略一个活生生女子的美德,远比宙克西斯在画作中向我展示一幅精巧描摹的美女画像要令人愉快得多。’

§10.2

ἐντεῦθεν δὴ λέγει ὁ Ἰσχόμαχος· ἐγὼ τοίνυν, ἔφη, ἰδών ποτε αὐτήν, ὦ Σώκρατες, ἐντετριμμένην πολλῷ μὲν ψιμυθίῳ, ὅπως λευκοτέρα ἔτι δοκοίη εἶναι ἢ ἦν, πολλῇ δʼ ἐγχούσῃ, ὅπως ἐρυθροτέρα φαίνοιτο τῆς ἀληθείας, ὑποδήματα δʼ ἔχουσαν ὑψηλά, ὅπως μείζων δοκοίη εἶναι ἢ ἐπεφύκει, εἰπέ μοι, ἔφην, ὦ γύναι, ποτέρως ἄν με κρίναις ἀξιοφίλητον μᾶλλον εἶναι χρημάτων κοινωνόν, εἴ σοι αὐτὰ τὰ ὄντα ἀποδεικνύοιμι, καὶ μήτε κομπάζοιμι ὡς πλείω τῶν ὄντων ἔστι μοι, μήτε ἀποκρυπτοίμην τι τῶν ὄντων μηδέν, ἢ εἰ πειρῴμην σε ἐξαπατᾶν λέγων τε ὡς πλείω ἔστι μοι τῶν ὄντων, ἐπιδεικνύς τε ἀργύριον κίβδηλον [δηλοίην σε] καὶ ὅρμους ὑποξύλους καὶ πορφυρίδας ἐξιτήλους φαίην ἀληθινὰς εἶναι;

于是伊斯霍马霍斯说道:‘苏格拉底啊,有一次我见她涂抹了厚厚的铅粉,好让自己显得比本来更白皙;又抹了许多胭脂,好让自己显得比实际更红润;还穿着高底鞋,好让自己显得比天生的个头更高大。于是我说道:“告诉我,妻子啊,在何种情况下你会判定我是一个更值得爱慕的家业伴侣:是如实将现有的产业展现给你,既不夸大虚称拥有更多,也不隐瞒任何财物;还是我试图欺骗你,声称自己拥有更多财产,向你展示伪造的银币、贴金的木芯项链,并坚称褪色的紫袍是真品呢?”

§10.4

καὶ ὑπολαβοῦσα εὐθύς, εὐφήμει, ἔφη· μὴ γένοιο σὺ τοιοῦτος· οὐ γὰρ ἂν ἔγωγέ σε δυναίμην, εἰ τοιοῦτος εἴης, ἀσπάσασθαι ἐκ τῆς ψυχῆς. οὐκοῦν, ἔφην ἐγώ, συνεληλύθαμεν, ὦ γύναι, ὡς καὶ τῶν σωμάτων κοινωνήσοντες ἀλλήλοις; φασὶ γοῦν, ἔφη, οἱ ἄνθρωποι.

她随即打断我说:“别说这种不吉利的话!愿你永不成为这样的人;因为你若是那样的人,我便绝不可能打心底里爱慕你。”“那么,妻子啊,”我说,“我们结合在一起,不也是为了彼此共享肉体吗?”“人们至少是这样说的,”她回答道。

§10.5

ποτέρως ἂν οὖν, ἔφην ἐγώ, τοῦ σώματος αὖ δοκοίην εἶναι ἀξιοφίλητος μᾶλλον κοινωνός, εἴ σοι τὸ σῶμα πειρῴμην παρέχειν τὸ ἐμαυτοῦ ἐπιμελόμενος ὅπως ὑγιαῖνόν τε καὶ ἐρρωμένον ἔσται, καὶ διὰ ταῦτα τῷ ὄντι εὔχρως σοι ἔσομαι, ἢ εἴ σοι μίλτῳ ἀλειφόμενος καὶ τοὺς ὀφθαλμοὺς ὑπαλειφόμενος ἀνδρεικέλῳ ἐπιδεικνύοιμί τε ἐμαυτὸν καὶ συνείην ἐξαπατῶν σε καὶ παρέχων ὁρᾶν καὶ ἅπτεσθαι μίλτου ἀντὶ τοῦ ἐμαυτοῦ χρωτός;

“那么,”我说,“在何种情况下,我又会显得是一个更值得爱慕的肉体伴侣呢:是我用心调理自己的身体,使之健康强壮,努力将它呈现给你,从而真正为你呈现出红润的肤色;还是我涂上赭石红,在眼周涂抹颜料来展示自己,与你同处,欺骗你,让你看到并抚摸的是赭石颜料而非我自身的肌肤呢?”

§10.6

ἐγὼ μέν, ἔφη ἐκείνη, οὔτʼ ἂν μίλτου ἁπτοίμην ἥδιον ἢ σοῦ οὔτʼ ἂν ἀνδρεικέλου χρῶμα ὁρῴην ἥδιον ἢ τὸ σὸν οὔτʼ ἂν τοὺς ὀφθαλμοὺς ὑπαληλιμμένους ἥδιον ὁρῴην τοὺς σοὺς ἢ ὑγιαίνοντας.

“就我而言,”她说,“我绝不会宁愿触摸赭石颜料而不触摸你,也不会宁愿看颜料的色泽而不看你的肌肤,更不会宁愿看你描画过的眼睛而不看你健康的双眸。”

§10.7

καὶ ἐμὲ τοίνυν νόμιζε, εἰπεῖν ἔφη ὁ Ἰσχόμαχος, ὦ γύναι, μήτε ψιμυθίου μήτε ἐγχούσης χρώματι ἥδεσθαι μᾶλλον ἢ τῷ σῷ, ἀλλʼ ὥσπερ οἱ θεοὶ ἐποίησαν ἵπποις μὲν ἵππους, βουσὶ δὲ βοῦς ἥδιστον, προβάτοις δὲ πρόβατα, οὕτω καὶ οἱ ἄνθρωποι ἀνθρώπου σῶμα καθαρὸν οἴονται ἥδιστον εἶναι·

“那么,妻子啊,”伊斯霍马霍斯说,“你也当深信,我对于铅粉或胭脂的颜色,绝不会比对你自身的肤色感到更喜欢。正如诸神使马对马、牛对牛、羊对羊最感悦目一样,人类也认为同类清爽洁净的肉体是最使人愉悦的。

§10.8

αἱ δʼ ἀπάται αὗται τοὺς μὲν ἔξω πως δύναιντʼ ἂν ἀνεξελέγκτως ἐξαπατᾶν, συνόντας δὲ ἀεὶ ἀνάγκη ἁλίσκεσθαι, ἂν ἐπιχειρῶσιν ἐξαπατᾶν ἀλλήλους. ἢ γὰρ ἐξ εὐνῆς ἁλίσκονται ἐξανιστάμενοι πρὶν παρασκευάσασθαι ἢ ὑπὸ ἱδρῶτος ἐλέγχονται ἢ ὑπὸ δακρύων βασανίζονται ἢ ὑπὸ λουτροῦ ἀληθινῶς κατωπτεύθησαν.

况且,此类骗术或许还能对外界之人掩饰而不被戳穿,但朝夕相处之人若试图相互欺瞒,则必然会被识破。因为他们要么在起身后尚未装扮时就被撞见,要么被汗水暴露,要么被泪水检验,要么在沐浴时被看清真面目。”’

§10.9

τί οὖν πρὸς θεῶν, ἔφην ἐγώ, πρὸς ταῦτα ἀπεκρίνατο; τί δέ, ἔφη, εἰ μὴ τοῦ γε λοιποῦ τοιοῦτον μὲν οὐδὲν πώποτε ἔτι ἐπραγματεύσατο, καθαρὰν δὲ καὶ πρεπόντως ἔχουσαν ἐπειρᾶτο ἑαυτὴν ἐπιδεικνύναι. καὶ ἐμὲ μέντοι ἠρώτα εἴ τι ἔχοιμι συμβουλεῦσαι ὡς ἂν τῷ ὄντι καλὴ φαίνοιτο, ἀλλὰ μὴ μόνον δοκοίη.

‘凭诸神起誓,’我说,‘对此她作何回答呢?’‘还能怎样呢,’他说,‘此后她再也没有摆弄过任何这类东西,而是极力展现出自身的洁净与端庄。而且她还询问我,是否有什么建议能让她真正显得美丽,而不仅仅是徒有其表。

§10.10

καὶ ἐγὼ μέντοι, ὦ Σώκρατες, ἔφη, συνεβούλευον αὐτῇ μὴ δουλικῶς ἀεὶ καθῆσθαι, ἀλλὰ σὺν τοῖς θεοῖς πειρᾶσθαι δεσποτικῶς πρὸς μὲν τὸν ἱστὸν προσστᾶσαν ὅ τι μὲν βέλτιον ἄλλου ἐπίσταιτο ἐπιδιδάξαι, ὅ τι δὲ χεῖρον ἐπιμαθεῖν, ἐπισκέψασθαι δὲ καὶ σιτοποιόν, παραστῆναι δὲ καὶ ἀπομετρούσῃ τῇ ταμίᾳ, περιελθεῖν δʼ ἐπισκοπουμένην καὶ εἰ κατὰ χώραν ἔχει ᾗ δεῖ ἕκαστα. ταῦτα γὰρ ἐδόκει μοι ἅμα ἐπιμέλεια εἶναι καὶ περίπατος.

苏格拉底啊,’他说,‘我于是建议她不要像奴隶那样整日坐着,而要借神明相助,设法像女主人一般行事:伫立于织机旁,若有懂得比别人好的地方就加以指教,懂得不如别人的地方就去学习;视察面包师的工作;站在女管家身旁看她配发口粮;四处巡视检查各项器具是否按规定各就其位。因为在我看来,这些既是料理家务,又是散步活动。

§10.11

ἀγαθὸν δὲ ἔφην εἶναι γυμνάσιον καὶ τὸ δεῦσαι καὶ μάξαι καὶ ἱμάτια καὶ στρώματα ἀνασεῖσαι καὶ συνθεῖναι. γυμναζομένην δὲ ἔφην οὕτως ἂν καὶ ἐσθίειν ἥδιον καὶ ὑγιαίνειν μᾶλλον καὶ εὐχροωτέραν φαίνεσθαι τῇ ἀληθείᾳ.

我还说,和面揉面、抖搂和折叠衣物与被褥也是很好的锻炼。我说,如此锻炼,她不仅食欲更好,身体更健康,而且在现实中也会显得气色更加红润。

§10.12

καὶ ὄψις δέ, ὁπόταν ἀνταγωνίζηται διακόνῳ καθαρωτέρα οὖσα πρεπόντως τε μᾶλλον ἠμφιεσμένη, κινητικὸν γίγνεται3 ἄλλως τε καὶ ὁπόταν τὸ ἑκοῦσαν χαρίζεσθαι προσῇ ἀντὶ τοῦ ἀναγκαζομένην ὑπηρετεῖν.

此外,当女主人比女仆更加洁净、衣着更加得体时,她的容貌在与女仆相映之下便会格外动人,尤其是当她怀着心甘情愿取悦的心情,而非被迫服侍的姿态时,就更是如此。

§10.13

αἱ δʼ ἀεὶ καθήμεναι σεμνῶς πρὸς τὰς κεκοσμημένας καὶ ἐξαπατώσας κρίνεσθαι παρέχουσιν ἑαυτάς. καὶ νῦν, ἔφη, ὦ Σώκρατες, οὕτως εὖ ἴσθι ἡ γυνή μου κατεσκευασμένη βιοτεύει ὥσπερ ἐγὼ ἐδίδασκον αὐτὴν καὶ ὥσπερ νῦν σοι λέγω.

相反,整日庄严端坐的女子,只会让自己沦为与那些盛装打扮、弄虚作假之人相比较的对象。苏格拉底啊,如今你大可确信,我的妻子正是按照我所教导她的、以及我如今向你述说的方式,安排并度过她的生活的。’”

语法注3 条
  1. 10.1ἀνδρικήν γε ἐπιδεικνύεις τὴν διάνοιαν τῆς γυναικός

    形容词 ἀνδρικήν 处于无冠词的表语位置,充当直接宾语 τὴν διάνοιαν 的宾语补足语(双宾格/宾补结构),意为“你表明你妻子的心思是具有大丈夫气概的”。

  2. 10.1ἢ εἰ Ζεῦξίς μοι καλὴν εἰκάσας γραφῇ γυναῖκα ἐπεδείκνυεν

    在比较级形容词 ἥδιον 之后,由 ἤ 引出的比较成分中内嵌了由连词 εἰ 与未完成过去时直陈式 ἐπεδείκνυεν 构成的与现在事实相反的条件从句(“比宙克西斯若画出美女展示给我看更为愉快”)。

  3. 10.12κινητικὸν γίγνεται

    尽管主语 ἡ ὄψις 是阴性名词,但表语形容词 κινητικόν 却采用中性单数形式。这是希腊语中常见的惯用法,用中性形容词表示抽象、泛指的物或性质(“成为引人动心之物”),而不与主语在性上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:10.1-10.13