← 色诺芬

经济论

§9.1-9.10

依房屋构造规划房间与按类归整器具

回应苏格拉底的提问,伊斯霍马霍斯讲述了妻子如何欣然接受整顿家务的教导,并详述了如何依房屋结构分配功用、隔离男女奴仆、按类别归整器物,并将日常与节庆器具分别委任给奴仆与女管家管理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

καὶ τί δή; ἡ γυνὴ ἐδόκει σοι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, πώς τι ὑπακούειν ὧν σὺ ἐσπούδαζες διδάσκων; τί δέ, εἰ μὴ1 ὑπισχνεῖτό γε ἐπιμελήσεσθαι καὶ φανερὰ ἦν ἡδομένη ἰσχυρῶς, ὥσπερ ἐξ ἀμηχανίας εὐπορίαν τινὰ ηὑρηκυῖα, καὶ ἐδεῖτό μου ὡς τάχιστα ᾗπερ ἔλεγον διατάξαι.

“那么怎样呢?”我说,“伊斯霍马霍斯啊,你的妻子看起来对你热心教导的那些话有所听从吗?”“还能怎样呢,她不仅保证要用心照料,而且显然非常高兴,宛如从束手无策的困境中觅得了出路,并恳求我尽快按照我所说的方式把一切布置妥当。”

§9.2

καὶ πῶς δή, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, διέταξας αὐτῇ; τί δʼ, εἰ μὴ τῆς γε οἰκίας τὴν δύναμιν ἔδοξέ μοι πρῶτον ἐπιδεῖξαι αὐτῇ. οὐ γὰρ ποικίλμασι κεκόσμηται, ὦ Σώκρατες, ἀλλὰ τὰ οἰκήματα ᾠκοδόμηται πρὸς αὐτὸ τοῦτο ἐσκεμμένα, ὅπως ἀγγεῖα ὡς συμφορώτατα ᾖ τοῖς μέλλουσιν ἐν αὐτοῖς ἔσεσθαι· ὥστε αὐτὰ ἐκάλει τὰ πρέποντα εἶναι ἐν ἑκάστῳ.

“那么,伊斯霍马霍斯啊,”我说,“你究竟是如何为她布置的呢?”“还能怎样呢,我首先想到的便是向她展示宅邸本身的功用。因为苏格拉底啊,屋舍并未以繁复的花纹加以修饰,然而各个房间在建造时正是着眼于此一目的:使其成为最便于容纳将要置于其中的物品的器皿;以致房间本身就在招引适合安放于其中的物品。

§9.3

ὁ μὲν γὰρ θάλαμος ἐν ὀχυρῷ ὢν τὰ πλείστου ἄξια καὶ στρώματα καὶ σκεύη παρεκάλει, τὰ δὲ ξηρὰ τῶν στεγνῶν τὸν σῖτον, τὰ δὲ ψυχεινὰ τὸν οἶνον, τὰ δὲ φανὰ ὅσα φάους δεόμενα ἔργα τε καὶ σκεύη ἐστί.

因为卧室地处隐蔽安全之处,便招引最贵重的被褥和器皿;屋宇中干燥之处招引粮食;凉爽之处招引美酒;而明亮之处则招引一切需要光线的手工与器具。

§9.4

καὶ διαιτητήρια δὲ τοῖς ἀνθρώποις ἐπεδείκνυον αὐτῇ κεκαλλωπισμένα τοῦ μὲν θέρους ἔχειν ψυχεινά, τοῦ δὲ χειμῶνος ἀλεεινά.2 καὶ σύμπασαν δὲ τὴν οἰκίαν ἐπέδειξα αὐτῇ ὅτι πρὸς μεσημβρίαν ἀναπέπταται, ὥστε εὔδηλον εἶναι ὅτι χειμῶνος μὲν εὐήλιός ἐστι, τοῦ δὲ θέρους εὔσκιος.

我还向她展示了供人居住的居室,这些居室经过修整,以便在夏季保持凉爽,冬季保持温暖。我还向她说明,整座宅邸朝向南方开敞,因而显而易见,冬季阳光充沛,而夏季则多有荫凉。

§9.5

ἔδειξα δὲ καὶ τὴν γυναικωνῖτιν αὐτῇ, θύρᾳ βαλανωτῇ ὡρισμένην ἀπὸ τῆς ἀνδρωνίτιδος, ἵνα μήτε ἐκφέρηται ἔνδοθεν ὅ τι μὴ δεῖ μήτε τεκνοποιῶνται οἱ οἰκέται ἄνευ τῆς ἡμετέρας γνώμης. οἱ μὲν γὰρ χρηστοὶ παιδοποιησάμενοι εὐνούστεροι ὡς ἐπὶ τὸ πολύ, οἱ δὲ πονηροὶ συζυγέντες εὐπορώτεροι πρὸς τὸ κακουργεῖν γίγνονται.

我也向她展示了女室,女室用一扇带插销的门与男室隔开,以免内室不该运出的东西被运出,并且防止下仆们在未经我们许可的情况下擅自生育。因为忠良的下仆有了子嗣后往往更加忠心,而邪恶的下仆一旦婚配,便会有更多作恶的便利。

§9.6

ἐπεὶ δὲ ταῦτα διήλθομεν, ἔφη, οὕτω δὴ ἤδη κατὰ φυλὰς διεκρίνομεν τὰ ἔπιπλα. ἠρχόμεθα δὲ πρῶτον, ἔφη, ἁθροίζοντες, οἷς ἀμφὶ θυσίας χρώμεθα. μετὰ ταῦτα κόσμον γυναικὸς τὸν εἰς ἑορτὰς διῃροῦμεν, ἐσθῆτα ἀνδρὸς τὴν εἰς ἑορτὰς καὶ πόλεμον, καὶ στρώματα ἐν γυναικωνίτιδι, στρώματα ἐν ἀνδρωνίτιδι, ὑποδήματα γυναικεῖα, ὑποδήματα ἀνδρεῖα.

当我们巡视完这些之后,”他说,“便随即开始按类别区分家具杂物。我们首先,”他说,“把用于祭祀的器物聚集起来。在此之后,我们分拣出妇人过节所用的饰物、男子用于节庆与战争的服饰、女室的被褥、男室的被褥、女鞋与男鞋。

§9.7

ὅπλων ἄλλη φυλή, ἄλλη ταλασιουργικῶν ὀργάνων, ἄλλη σιτοποιικῶν, ἄλλη ὀψοποιικῶν, ἄλλη τῶν ἀμφὶ λουτρόν, ἄλλη ἀμφὶ μάκτρας, ἄλλη ἀμφὶ τραπέζας. καὶ ταῦτα πάντα διεχωρίσαμεν, οἷς τε ἀεὶ δεῖ χρῆσθαι καὶ τὰ θοινητικά.3

武器自成一类,纺织工具自成一类,制粮工具自成一类,烹饪器具自成一类,沐浴用具自成一类,揉面器具自成一类,餐具自成一类。我们将这一切全都分门别类,区分为日常需用之物与宴享之物。

§9.8

χωρὶς δὲ καὶ τὰ κατὰ μῆνα δαπανώμενα ἀφείλομεν, δίχα δὲ καὶ τὰ εἰς ἐνιαυτὸν ἀπολελογισμένα κατέθεμεν. οὕτω γὰρ ἧττον λανθάνει ὅπως πρὸς τὸ τέλος ἐκβήσεται. ἐπεὶ δὲ ἐχωρίσαμεν πάντα κατὰ φυλὰς τὰ ἔπιπλα, εἰς τὰς χώρας τὰς προσηκούσας ἕκαστα διηνέγκαμεν.

我们还单独划出按月消费的物品,并将按年计算配给的物品另行储存。因为这样一来,到年终时会成何种结果便不易被忽略。当我们按类别区分完所有的物件之后,便把每件物品运送到了适宜的处所。

§9.9

μετὰ δὲ τοῦτο ὅσοις μὲν τῶν σκευῶν καθʼ ἡμέραν χρῶνται οἱ οἰκέται, οἷον σιτοποιικοῖς, ὀψοποιικοῖς, ταλασιουργικοῖς, καὶ εἴ τι ἄλλο τοιοῦτον, ταῦτα μὲν αὐτοῖς τοῖς χρωμένοις δείξαντες ὅπου δεῖ τιθέναι, παρεδώκαμεν καὶ ἐπετάξαμεν σῶα παρέχειν· ὅσοις δʼ εἰς ἑορτὰς ἢ ξενοδοκίας χρώμεθα ἢ εἰς τὰς διὰ χρόνου πράξεις, ταῦτα δὲ τῇ ταμίᾳ παρεδώκαμεν, καὶ δείξαντες τὰς χώρας αὐτῶν καὶ ἀπαριθμήσαντες καὶ γραψάμενοι ἕκαστα εἴπομεν αὐτῇ διδόναι τούτων ὅτῳ δέοι ἕκαστον, καὶ μεμνῆσθαι ὅ τι ἄν τῳ διδῷ, καὶ ἀπολαμβάνουσαν κατατιθέναι πάλιν ὅθενπερ ἂν ἕκαστα λαμβάνῃ.

在此之后,凡是下仆们日常使用的器具,诸如制粮、烹饪、纺织以及任何其他类似之物,我们向使用者本人指明应当放置的处所之后,便交付给他们,并责令他们完好地加以保管;至于凡是我们用于节日、招待宾客或偶一行事之物,我们便交付给女管家;在向她指明它们的处所、清点数目并造册登记之后,我们吩咐她将其中每样物品分发给需要之人,牢记分发给何人何物,并在收回时重新放回她取用每件物品的原处。”

语法注3 条
  1. 9.1τί δέ, εἰ μή

    反问性惯用表达,强烈肯定地回应前文的提问(“还能怎样呢,难道她没有保证……”),字面意为省略了主句(如“除此以外我还能说什么呢”)后接 εἰ μή(“除了……之外”)。

  2. 9.4τοῦ μὲν θέρους ἔχειν ψυχεινά, τοῦ δὲ χειμῶνος ἀλεεινά

    不定式 ἔχειν 作为说明性/补充性不定式依附于 κεκαλλωπισμένα,表程度或结果(“修整得以便……”)。τοῦ μὲν θέρους 与 τοῦ δὲ χειμῶνος 为时间属格(“在夏季……在冬季”)。

  3. 9.7καὶ ταῦτα πάντα διεχωρίσαμεν, οἷς τε ἀεὶ δεῖ χρῆσθαι καὶ τὰ θοινητικά

    关系从句 οἷς τε ἀεὶ δεῖ χρῆσθαι(“常需使用之物”)与名词短语 τὰ θοινητικά(“宴饮器具”)由 τε... καί 连接,作为 ταῦτα πάντα(“所有这一切”)的同位语,说明其二分法分类。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:9.1-9.10