- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:8.12-8.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊斯霍马霍斯以腓尼基船上严密的器具收纳和船首员的尽职管理为例,向妻子阐述了井然有序的美感与实用价值,并劝导她为家中器物确立固定的存放处。
διὰ πολλῶν μὲν γὰρ δήπου, ἔφη, ξυλίνων σκευῶν καὶ πλεκτῶν ὁρμίζεται ναῦς καὶ ἀνάγεται, διὰ πολλῶν δὲ τῶν κρεμαστῶν καλουμένων πλεῖ, πολλοῖς δὲ μηχανήμασιν ἀνθώπλισται πρὸς τὰ πολέμια πλοῖα, πολλὰ δὲ ὅπλα τοῖς ἀνδράσι συμπεριάγει, πάντα δὲ σκεύη ὅσοισπερ ἐν οἰκίᾳ χρῶνται ἄνθρωποι τῇ συσσιτίᾳ ἑκάστῃ κομίζει· γέμει δὲ παρὰ πάντα φορτίων ὅσα ναύκληρος κέρδους ἕνεκα ἄγεται.
“确实,正是通过许多木制和编织的器具,”他说,“船只得以下锚并启航;通过许多所谓的悬吊绳索航行;借助许多器械武装起来以对抗敌船;为船员随身运载着许多武器;并为每一个共餐组运载着人们在舍内所用的全部器皿;此外,更满载着船长为了牟利而运送的各种货物。
καὶ ὅσα λέγω, ἔφη, ἐγώ, πάντα οὐκ ἐν πολλῷ τινι μείζονι χώρᾳ ἔκειτο ἢ ἐν δεκακλίνῳ στέγῃ συμμέτρῳ. καὶ οὕτω κείμενα ἕκαστα κατενόησα ὡς οὔτε ἄλληλα ἐμποδίζει οὔτε μαστευτοῦ δεῖται οὔτε ἀσυσκεύαστά ἐστιν οὔτε δυσλύτως ἔχει, ὥστε διατριβὴν παρέχειν, ὅταν τῳ ταχὺ δέῃ χρῆσθαι.
而我所说的一切,”他说,“放置的空间并不比一间适度的十榻之室大多少。我观察到每件物品都摆放得当,既不彼此妨碍,也不需要专人寻找,既非未加包裹,也非难以解开,以致在急需使用时造成延误。
τὸν δὲ τοῦ κυβερνήτου διάκονον, ὃς πρῳρεὺς τῆς νεὼς καλεῖται, οὕτως ηὗρον ἐπιστάμενον1 ἑκάστων τὴν χώραν ὡς καὶ ἀπὼν ἂν εἴποι ὅπου ἕκαστα κεῖται καὶ ὁπόσα ἐστὶν οὐδὲν ἧττον ἢ ὁ γράμματα ἐπιστάμενος εἴποι ἂν Σωκράτους καὶ ὁπόσα γράμματα καὶ ὅπου ἕκαστον τέτακται.2
而舵手的助手,即被称为船首瞭望员的那个人,我发现他对每件物品的处所了如指掌,以至于即使不在跟前,他也能说出每件物品放在何处、共有多少,丝毫不逊于一个识字之人能说出‘苏格拉底’这个词有几个字母、每个字母各排在何处。
εἶδον δέ, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἐξετάζοντα τοῦτον αὐτὸν ἐν τῇ σχολῇ πάντα ὁπόσοις ἄρα δεῖ ἐν τῷ πλοίῳ χρῆσθαι. θαυμάσας δέ, ἔφη, τὴν ἐπίσκεψιν αὐτοῦ ἠρόμην τί πράττοι. ὁ δʼ εἶπεν· ἐπισκοπῶ, ἔφη, ὦ ξένε, εἴ τι συμβαίνοι γίγνεσθαι, πῶς κεῖται, ἔφη, τὰ ἐν τῇ νηί, ἢ εἴ τι ἀποστατεῖ ἢ εἰ δυστραπέλως τι σύγκειται.
而且,”伊斯霍马霍斯说,“我还看到这个人自己在闲暇时检视船上需要使用的所有物品。我赞叹于他的检视,”他说,“便问他在做什么。他说道:‘客人啊,我正在巡视,以防一旦发生变故,船上的器具是如何摆放的,是否有何缺失,或者是否有何物件放置得难以取用。’
οὐ γάρ, ἔφη, ἐγχωρεῖ, ὅταν χειμάζῃ ὁ θεὸς ἐν τῇ θαλάττῃ, οὔτε μαστεύειν ὅτου ἂν δέῃ οὔτε δυστραπέλως ἔχον διδόναι. ἀπειλεῖ γὰρ ὁ θεὸς καὶ κολάζει τοὺς βλᾶκας. ἐὰν δὲ μόνον μὴ ἀπολέσῃ τοὺς μὴ ἁμαρτάνοντας, πάνυ ἀγαπητόν· ἐὰν δὲ καὶ πάνυ καλῶς ὑπηρετοῦντας σῴζῃ, πολλὴ χάρις, ἔφη, τοῖς θεοῖς.
‘因为,’他说,‘当神在海上兴起风暴时,既容不得去寻找所需之物,也容不得递送放置不便之物。因为神在施加威胁并惩罚怠惰之人。只要他不毁灭那些没有犯错的人,就已令人大感欣慰;而若他甚至拯救那些尽忠职守的人,那真是要多多感谢诸神了。’他说。
ἐγὼ οὖν κατιδὼν ταύτην τὴν ἀκρίβειαν τῆς κατασκευῆς ἔλεγον τῇ γυναικὶ ὅτι πάνυ ἂν ἡμῶν εἴη βλακικόν, εἰ οἱ μὲν ἐν τοῖς πλοίοις καὶ μικροῖς οὖσι χώρας εὑρίσκουσι, καὶ σαλεύοντες ἰσχυρῶς ὅμως σῴζουσι τὴν τάξιν, καὶ ὑπερφοβούμενοι ὅμως εὑρίσκουσι τὸ δέον λαμβάνειν, ἡμεῖς δὲ καὶ διῃρημένων ἑκάστοις θηκῶν ἐν τῇ οἰκίᾳ μεγάλων καὶ βεβηκυίας τῆς οἰκίας ἐν δαπέδῳ, εἰ μὴ εὑρήσομεν καλὴν καὶ εὐεύρετον χώραν ἑκάστοις αὐτῶν, πῶς οὐκ ἂν πολλὴ ἡμῶν ἀσυνεσία εἴη;3
因此,我观察到这种布置的精密之后,便对妻子说,这会是我们极大的怠惰:如果在船上的人——船体如此狭小——尚能找到处所,并在剧烈颠簸中依然维持秩序,在极度恐惧中依然能找到所急需之物;而我们舍内有宽大且为各物明确区分的储藏处,且宅邸稳稳立于地面之上,若我们不能为各物找到一个优美且易于寻得的处所,这岂不是我们极大的愚蠢吗?
ὡς μὲν δὴ ἀγαθὸν τετάχθαι σκευῶν κατασκευὴν καὶ ὡς ῥᾴδιον χώραν ἑκάστοις αὐτῶν εὑρεῖν ἐν οἰκίᾳ θεῖναι ὡς ἑκάστοις συμφέρει εἴρηται· ὡς δὲ καλὸν φαίνεται, ἐπειδὰν ὑποδήματα ἐφεξῆς κέηται, κἂν ὁποῖα ᾖ, καλὸν δὲ ἱμάτια κεχωρισμένα ἰδεῖν, κἂν ὁποῖα ᾖ, καλὸν δὲ στρώματα, καλὸν δὲ χαλκία, καλὸν δὲ τὰ ἀμφὶ τραπέζας, καλὸν δὲ καὶ ὃ πάντων καταγελάσειεν ἂν μάλιστα οὐχ ὁ σεμνὸς ἀλλʼ ὁ κομψός, [;ὅτι]; καὶ χύτρας [;φησὶν]; εὔρυθμον φαίνεσθαι εὐκρινῶς κειμένας—
器物的配置应当井然有序是多么美好的事,以及在舍内为各物找到适宜放置的处所是多么容易,这已经说过了; 而且,不论是何种鞋履,只要顺次摆放,看起来是多么优美;不论是何种斗篷,分开收纳看起来是多么优美;被褥是多么优美,青铜器皿是多么优美,餐具也是多么优美;甚至最会引人发笑的——引得发笑的不是庄重之人,而是挑剔之人——就连锅罐只要井井有条地放置,也显得匀称优美。
τὰ δὲ ἄλλα ἤδη που ἀπὸ τούτου ἅπαντα καλλίω φαίνεται κατὰ κόσμον κείμενα· χορὸς γὰρ σκευῶν ἕκαστα φαίνεται, καὶ τὸ μέσον δὲ πάντων τούτων καλὸν φαίνεται, ἐκποδὼν ἑκάστου κειμένου· ὥσπερ καὶ κύκλιος χορὸς οὐ μόνον αὐτὸς καλὸν θέαμά ἐστιν, ἀλλὰ καὶ τὸ μέσον αὐτοῦ καλὸν καὶ καθαρὸν φαίνεται—
由此推之,其余的一切只要按秩序摆放,想必全都显得更加优美。因为各物都宛如器物的合唱队,而由于每件物品都摆放在不妨碍之处,它们之间的空地也显得优美;正如圆舞不仅其本身是一副美妙的景象,而且其中央的空地也显得优美而开阔。
εἰ δὲ ἀληθῆ ταῦτα λέγω, ἔξεστιν, ἔφην, ὦ γύναι, καὶ πεῖραν λαμβάνειν αὐτῶν οὔτε τι ζημιωθέντας οὔτε τι πολλὰ πονήσαντας. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ ἀθυμῆσαι, ὦ γύναι, ἔφην ἐγώ, ὡς χαλεπὸν εὑρεῖν τὸν μαθησόμενόν τε τὰς χώρας καὶ μεμνησόμενον καταχωρίζειν ἕκαστα.
‘妻子啊,如果我这些话属实,’我说,‘我们便可对此付诸试验,既不蒙受损失,也无需付出太多辛劳。而且,妻子啊,’我说,‘也绝不必为此灰心,以为很难找到能够学会这些处所并记住将各物归位的人。
ἴσμεν γὰρ δήπου ὅτι μυριοπλάσια ἡμῶν ἅπαντα ἔχει ἡ πᾶσα πόλις, ἀλλʼ ὅμως, ὁποῖον ἂν τῶν οἰκετῶν κελεύσῃς πριάμενόν τί σοι ἐξ ἀγορᾶς ἐνεγκεῖν, οὐδεὶς ἀπορήσει, ἀλλὰ πᾶς εἰδὼς φανεῖται ὅποι χρὴ ἐλθόντα λαβεῖν ἕκαστα. τούτου μέντοι, ἔφην ἐγώ, οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ ὅτι ἐν χώρᾳ κεῖται τεταγμένῃ.
因为我们想必知道,整座城邦拥有的物品千万倍于我们,然而无论你吩咐哪个奴仆去市集买来某物带给你,没有一个人会不知所措,而是人人都能准确知晓应当去哪里取得各物。然而对此,’我说,‘绝无其他缘由,只因它们都摆放在排定的处所。
ἄνθρωπον δέ γε ζητῶν, καὶ ταῦτα ἐνίοτε ἀντιζητοῦντα, πολλάκις ἄν τις πρότερον, πρὶν εὑρεῖν, ἀπείποι. καὶ τούτου αὖ οὐδὲν ἄλλο αἴτιόν ἐστιν ἢ τὸ μὴ εἶναι τεταγμένον ὅπου ἕκαστον δεῖ ἀναμένειν. περὶ μὲν [;γὰρ]; δὴ τάξεως σκευῶν καὶ χρήσεως τοιαῦτα αὐτῇ διαλεχθεὶς δοκῶ μεμνῆσθαι.
反之,若要寻找一个人,而且有时此人也在反过来寻找你,往往在找到之前就不得不放弃了。而这同样绝无其他缘由,只因并没有排定每个人应当在何处等候。’关于器物的秩序与使用,我记得同她谈论的大致就是这些。”
- 8.14τὸν δὲ τοῦ κυβερνήτου διάκονον, ὃς πρῳρεὺς τῆς νεὼς καλεῖται, οὕτως ηὗρον ἐπιστάμενον
先取构文(前置宾语)。从属逻辑主语 τὸν ... διάκονον 被提前作为主动词 ηὗρον 的直接宾格宾语,并与分词 ἐπιστάμενον 呼应,构成“我发现舵手的助手……了如指掌”的句式骨架。
- 8.14Σωκράτους καὶ ὁπόσα γράμματα καὶ ὅπου ἕκαστον τέτακται
属格 Σωκράτους 作为关系或定义属格,修饰后继的间接疑问从句 ὁπόσα γράμματα,意为“‘苏格拉底’(这个名字中)有多少个字母”。将所谈及的名称先置为属格,再以疑问从句展开其细节。
- 8.17εἰ οἱ μὲν ἐν τοῖς πλοίοις καὶ μικροῖς οὖσι χώρας εὑρίσκουσι, καὶ σαλεύοντες ἰσχυρῶς ὅμως σῴζουσι τὴν τάξιν, καὶ ὑπερφοβούμενοι ὅμως εὑρίσκουσι τὸ δέον λαμβάνειν, ἡμεῖς δὲ καὶ διῃρημένων ἑκάστοις θηκῶν ἐν τῇ οἰκίᾳ μεγάλων καὶ βεβηκυίας τῆς οἰκίας ἐν δαπέδῳ, εἰ μὴ εὑρήσομεν καλὴν καὶ εὐεύρετον χώραν ἑκάστοις αὐτῶν, πῶς οὐκ ἂν πολλὴ ἡμῶν ἀσυνεσία εἴη;
层叠对比与条件构成的长句破格(anacoluthon)。在间接引语 ὅτι πάνυ ἂν ἡμῶν εἴη βλακικόν(……将是我们的极大怠惰)之后,εἰ οἱ μὲν...(船上之人固然……)与 ἡμεῖς δὲ...(而我们……)形成对比;后者内部嵌入了独立属格(διῃρημένων... βεβηκυίας...)及第二重条件从句(εἰ μὴ εὑρήσομεν...),最终使主句结论以反问句 πῶς οὐκ ἂν ... εἴη; 的形式重申重构。
