- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:8.1-8.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
因妻子无法找出其所索要之物,伊斯霍马霍斯以此为契机,借合唱队、军队、三段帆船和粮食分类的例证阐述秩序的美感与实用价值,并进而讲述自己在腓尼基大船上所见器物整顿的典范。
ἦ καὶ ἐπέγνως τι, ὦ Ἰσχόμαχε, ἔφην ἐγώ, ἐκ τούτων αὐτὴν κεκινημένην μᾶλλον πρὸς τὴν ἐπιμέλειαν; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ δηχθεῖσάν γε οἶδα αὐτὴν καὶ ἐρυθριάσασαν σφόδρα ὅτι τῶν εἰσενεχθέντων τι αἰτήσαντος ἐμοῦ οὐκ εἶχέ μοι δοῦναι.
“伊斯霍马霍斯啊,”我说,“因着这些话,你是否察觉到她在任何程度上更加转向了勤勉照管?”“以宙斯之名发誓,确实如此,”伊斯霍马霍斯说,“而且我确实知道她深感刺痛且满面通红,因为当我索要运进舍内的一件物品时,她竟无法拿给我。
καὶ ἐγὼ μέντοι ἰδὼν ἀχθεσθεῖσαν αὐτὴν εἶπον· μηδέν τι, ἔφην, ἀθυμήσῃς, ὦ γύναι, ὅτι οὐκ ἔχεις δοῦναι ὅ σε αἰτῶν τυγχάνω. ἔστι μὲν γὰρ πενία αὕτη σαφής, τὸ δεόμενόν τινος μὴ ἔχειν χρῆσθαι·1 ἀλυποτέρα δὲ αὕτη ἡ ἔνδεια, τὸ ζητοῦντά τι μὴ δύνασθαι λαβεῖν, ἢ τὴν ἀρχὴν μηδὲ ζητεῖν εἰδότα ὅτι οὐκ ἔστιν. ἀλλὰ γάρ, ἔφην ἐγώ, τούτων οὐ σὺ αἰτία, ἀλλʼ ἐγὼ οὐ τάξας σοι παρέδωκα ὅπου χρὴ ἕκαστα κεῖσθαι, ὅπως εἰδῇς ὅπου τε δεῖ τιθέναι καὶ ὁπόθεν λαμβάνειν.
我见她感到难受,便说:‘妻子啊,绝不要因为无法拿给我恰好索要的东西而灰心沮丧。因为需要某物却无法使用,固然是显而易见的贫困;但寻找某物却拿不到的这种欠缺,总比明知没有而根本不去找要少些痛苦。然而,’我说,‘这并非你的过错,而是我的过失:我交接给你时,并没有排定每件物品应当放置在何处,好让你知道该放在哪里、从哪里取用。
ἔστι δʼ οὐδὲν οὕτως, ὦ γύναι, οὔτʼ εὔχρηστον οὔτε καλὸν ἀνθρώποις ὡς τάξις. καὶ γὰρ χορὸς ἐξ ἀνθρώπων συγκείμενός ἐστιν· ἀλλʼ ὅταν μὲν ποιῶσιν ὅ τι ἂν τύχῃ ἕκαστος, ταραχή τις φαίνεται καὶ θεᾶσθαι ἀτερπές, ὅταν δὲ τεταγμένως ποιῶσι καὶ φθέγγωνται, ἅμα οἱ αὐτοὶ οὗτοι καὶ ἀξιοθέατοι δοκοῦσιν εἶναι καὶ ἀξιάκουστοι.
妻子啊,对于人类而言,没有任何东西像秩序那样既有用又优美。合唱队固然是由众人组成的;但只要每个人都各行其是,就会显得一片混乱且看起来令人不快;而当他们整齐有序地行动与发声时,同样是这群人,便立刻显得既赏心悦目又悦耳动听。
καὶ στρατιά γε, ἔφην ἐγώ, ὦ γύναι, ἄτακτος μὲν οὖσα ταραχωδέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ φίλοις ἀκλεέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ, ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα· —πῶς γὰρ ἂν πορευθείησαν, ἐὰν ἔχοντες οὕτως ἐπικωλύσωσιν ἀλλήλους, ὁ μὲν βαδίζων τὸν τρέχοντα,2 ὁ δὲ τρέχων τὸν ἑστηκότα, ἡ δὲ ἅμαξα τὸν ἱππέα, ὁ δὲ ὄνος τὴν ἅμαξαν, ὁ δὲ σκευοφόρος τὸν ὁπλίτην;
妻子啊,一支军队也是如此,’我说,‘处于无序之中便是最混乱的事物,对敌人而言最易制伏,对盟友而言看起来最不体面、最无用处——驴子、重装步兵、辎重兵、轻装兵、骑兵、大车混杂在一起。试问若处于这种状态而彼此阻碍,他们又怎能进军呢?步行者阻碍奔跑者,奔跑者阻碍驻足者,大车阻碍骑兵,驴子阻碍大车,辎重兵阻碍重装步兵。
εἰ δὲ καὶ μάχεσθαι δέοι, πῶς ἂν οὕτως ἔχοντες μαχέσαιντο; οἷς γὰρ ἀνάγκη αὐτῶν τοὺς ἐπιόντας φεύγειν, οὗτοι ἱκανοί εἰσι φεύγοντες καταπατῆσαι τοὺς ὅπλα ἔχοντας·
假若他们不得不作战,处于这种状态下又怎能战斗呢?因为他们当中那些被迫从进犯之敌面前逃跑的人,足以在溃逃中将全副武装的士兵践踏倒地。
—τεταγμένη δὲ στρατιὰ κάλλιστον μὲν ἰδεῖν τοῖς φίλοις, δυσχερέστατον δὲ τοῖς πολεμίοις. τίς μὲν γὰρ οὐκ ἂν φίλος ἡδέως θεάσαιτο ὁπλίτας πολλοὺς ἐν τάξει πορευομένους, τίς δʼ οὐκ ἂν θαυμάσειεν ἱππέας κατὰ τάξεις ἐλαύνοντας, τίς δὲ οὐκ ἂν πολέμιος φοβηθείη ἰδὼν διηυκρινημένους ὁπλίτας, ἱππέας, πελταστάς, τοξότας, σφενδονήτας, καὶ τοῖς ἄρχουσι τεταγμένως ἑπομένους;
——然而,一支井然有序的军队,对盟友而言看起来最为赏心悦目,对敌人而言则最为棘手。有哪个盟友不乐于观赏众多重装步兵整齐行进?有谁不赞叹骑兵分列驰骋?又有哪个敌人看到区分明确的重装步兵、骑兵、轻盾兵、弓箭手、投石手井然有序地跟随指挥官,而不会感到胆战心惊呢?
ἀλλὰ καὶ πορευομένων ἐν τάξει, κἂν πολλαὶ μυριάδες ὦσιν, ὁμοίως ὥσπερ εἷς ἕκαστος καθʼ ἡσυχίαν πάντες πορεύονται· εἰς γὰρ τὸ κενούμενον ἀεὶ οἱ ὄπισθεν ἐπέρχονται.
不仅如此,当他们按队形进军时,纵使有数万人之众,所有人也全都安静地行进,宛如一人一般;因为后方的人总是能跟进到腾出的空位中去。
καὶ τριήρης δέ τοι ἡ σεσαγμένη ἀνθρώπων διὰ τί ἄλλο φοβερόν ἐστι πολεμίοις ἢ φίλοις ἀξιοθέατον ἢ ὅτι ταχὺ πλεῖ; διὰ τί δὲ ἄλλο ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐμπλέοντες ἢ διότι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δʼ ἀναπίπτουσιν, ἐν τάξει δʼ ἐμβαίνουσι καὶ ἐκβαίνουσιν;
还有满载着人员的三列桨战船,难道除了航速极快之外,还有什么其他缘由令敌人畏惧、令盟友驻足赞叹吗?船员们彼此不添麻烦,难道除了因为他们井然有序地就座、井然有序地前倾、井然有序地后仰、井然有序地登船与下船之外,还能因由什么呢?
ἡ δʼ ἀταξία ὅμοιόν τί μοι δοκεῖ εἶναι οἷόνπερ εἰ γεωργὸς ὁμοῦ ἐμβάλοι κριθὰς καὶ πυροὺς καὶ ὄσπρια, κἄπειτα, ὁπότε δέοι ἢ μάζης ἢ ἄρτου ἢ ὄψου, διαλέγειν δέοι αὐτῷ ἀντὶ τοῦ λαβόντα διηυκρινημένοις χρῆσθαι.3
在我看来,无序的状态就犹如一个农夫将大麦、小麦和豆类混杂着扔在一起,而后每当他需要麦饼、面包或菜肴时,就不得不去逐一挑选,而无法直接取用已区分好的东西。
καὶ σὺ οὖν, ὦ γύναι, εἰ τοῦ μὲν ταράχου τούτου μὴ δέοιο, βούλοιο δʼ ἀκριβῶς διοικεῖν τὰ ὄντα εἰδέναι καὶ τῶν ὄντων εὐπόρως λαμβάνουσα ὅτῳ ἂν δέῃ χρῆσθαι, καὶ ἐμοί, ἐάν τι αἰτῶ, ἐν χάριτι διδόναι, χώραν τε δοκιμασώμεθα τὴν προσήκουσαν ἑκάστοις ἔχειν καὶ ἐν ταύτῃ θέντες διδάξωμεν4 τὴν διάκονον λαμβάνειν τε ἐντεῦθεν καὶ κατατιθέναι πάλιν εἰς ταύτην· καὶ οὕτως εἰσόμεθα τά τε σῶα ὄντα καὶ τὰ μή· ἡ γὰρ χώρα αὐτὴ τὸ μὴ ὂν ποθήσει, καὶ τὸ δεόμενον θεραπείας ἐξετάσει ἡ ὄψις, καὶ τὸ εἰδέναι ὅπου ἕκαστόν ἐστι ταχὺ ἐγχειριεῖ, ὥστε μὴ ἀπορεῖν χρῆσθαι.
因此,妻子啊,如果你也不愿见到这种混乱,而是希望懂得精确管理现有的财物,并在现有财物中随手取用所需之物,且每当我有所索取时能欣然奉上,那我们就来选定适合各类物品存放的妥当位置,并在放置于其中之后,教导女仆从那里取用并再放回原处。如此我们便能知晓哪些完好无损、哪些有所缺失;因为处所本身会昭示缺失之物,目光能检视需要照料之物,而知道各物所在何处则能迅速将其交入手中,从而在取用时毫无匮乏困扰。’
καλλίστην δέ ποτε καὶ ἀκριβεστάτην ἔδοξα σκευῶν τάξιν ἰδεῖν, ὦ Σώκρατες, εἰσβὰς ἐπὶ θέαν εἰς τὸ μέγα πλοῖον τὸ Φοινικικόν. πλεῖστα γὰρ σκεύη ἐν σμικροτάτῳ ἀγγείῳ διακεχωρισμένα ἐθεασάμην.
苏格拉底啊,有一次我登上一艘巨大的腓尼基船前去参观,自认见到了最美妙、最精确的器物秩序。因为我看到极大量的器具在极狭小的空间内被井井有条地分置储藏着。”
- 8.2τὸ δεόμενόν τινος μὴ ἔχειν χρῆσθαι
带冠词的不定式短语 τὸ ... μὴ ἔχειν 作前文指示代词 αὕτη 的同位语以进行解释说明。宾格分词 δεόμενον 充当不定式 ἔχειν 的泛指逻辑主语(“需要某物的人却无法使用”)。
- 8.4ὁ μὲν βαδίζων τὸν τρέχοντα
此为主格的部分同位语(schema kath' holon kai meros),用于拆解细化前分句 ἐπικωλύσωσιν 的主语(各宾格则对应细化相互代词宾语 ἀλλήλους)。由上下文可补出动词 ἐπικωλύσῃ(妨碍),其后各宾格(如 τὸν τρέχοντα)充当宾语。
- 8.9ἀντὶ τοῦ λαβόντα διηυκρινημένοις χρῆσθαι
由介词 ἀντί 支配的带冠词不定式结构 τοῦ ... χρῆσθαι。尽管前一主句因非人称结构而使用了与格 αὐτῷ,但不定式短语内仍采用宾格分词 λαβόντα 作为不定式的泛指主语。
- 8.10χώραν τε δοκιμασώμεθα ... καὶ ... διδάξωμεν
条件从句使用了祈愿语气(εἰ ... μὴ δέοιο, βούλοιο δʼ),而归结主句则采用第一人称复数劝勉虚拟语气(δοκιμασώμεθα, διδάξωμεν),构成从礼貌假设过渡到共同提议的混合条件句。
