← 色诺芬

经济论

§7.34-7.43

妻子的室内职责与德行带来的尊荣

伊斯霍马霍斯借蜂王的比喻向妻子阐明主管室内事务的职责(节制开支、纺织、谷物管理以及照料患病奴仆),妻子欣然接受。两人确立了内外事务相辅相成的必要性,并指出并非青春容貌、唯有德行才能使人在家庭中随着年岁增长而倍受尊崇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.34

καὶ ἐπὶ τοῖς ἔνδον δʼ ἐξυφαινομένοις κηρίοις ἐφέστηκεν, ὡς καλῶς καὶ ταχέως ὑφαίνηται, καὶ τοῦ γιγνομένου τόκου ἐπιμελεῖται ὡς ἐκτρέφηται· ἐπειδὰν δὲ ἐκτραφῇ καὶ ἀξιοεργοὶ οἱ νεοττοὶ γένωνται, ἀποικίζει αὐτοὺς σὺν τῶν ἐπιγόνων τινὶ ἡγεμόνι.

“而且它还在舍内照管编织出来的蜂巢,使之织得既精美又迅速,并照看新生的蜂卵与幼虫,使它们得以成长;而每当幼蜂抚育完毕且能够做工时,它便派遣后代中的某位首领率领它们出巢殖民。”

§7.35

ἦ καὶ ἐμὲ οὖν, ἔφη ἡ γυνή, δεήσει ταῦτα ποιεῖν; δεήσει μέντοι σε, ἔφην ἐγώ, ἔνδον τε μένειν καὶ οἷς μὲν ἂν ἔξω τὸ ἔργον ᾖ τῶν οἰκετῶν, τούτους συνεκπέμπειν, οἷς δʼ ἂν ἔνδον ἔργον ἐργαστέον, τούτων σοι ἐπιστατητέον,1 καὶ τά τε εἰσφερόμενα ἀποδεκτέον καὶ ἃ μὲν ἂν αὐτῶν δέῃ δαπανᾶν σοὶ διανεμητέον, ἃ δʼ ἂν περιττεύειν δέῃ, προνοητέον καὶ φυλακτέον ὅπως μὴ ἡ εἰς τὸν ἐνιαυτὸν κειμένη δαπάνη εἰς τὸν μῆνα δαπανᾶται. καὶ ὅταν ἔρια εἰσενεχθῇ σοι, ἐπιμελητέον ὅπως οἷς δεῖ ἱμάτια γίγνηται. καὶ ὅ γε ξηρὸς σῖτος ὅπως καλῶς ἐδώδιμος γίγνηται ἐπιμελητέον.

“难道我也需要做这些事吗?”妻子说。“你确实需要,”我说,“留守室内,把那些室外有工作的仆人一同派发出去;而对于那些须在室内做工的仆人,你必须进行督导;你必须验收送进来的财物,凡须支出的,你须加以分配;凡须留作结余的,你须预先筹划并妥善守护,以免一年的支出在一个月内就被耗尽。每当羊毛被送进舍内交付于你,你须留心让需要的人都能制成衣服。你还须照料使干燥的谷物妥善变成可口的主食。

§7.37

ἓν μέντοι τῶν σοὶ προσηκόντων, ἔφην ἐγώ, ἐπιμελημάτων ἴσως ἀχαριστότερον δόξει εἶναι, ὅτι, ὃς ἂν κάμνῃ τῶν οἰκετῶν, τούτων σοι ἐπιμελητέον πάντων2 ὅπως θεραπεύηται. νὴ Δίʼ, ἔφη ἡ γυνή, ἐπιχαριτώτατον μὲν οὖν, ἂν μέλλωσί γε οἱ καλῶς θεραπευθέντες χάριν εἴσεσθαι καὶ εὐνούστεροι ἢ πρόσθεν ἔσεσθαι.

然而,在属于你的这些照管事务中,”我说,“有一项或许会显得不那么讨人喜欢,那就是:仆人中凡有患病的,你都须照料他们所有人,使之得到医治。”“以宙斯之名发誓,”妻子说,“恰恰相反,这可是最令人欣慰的事了,只要那些得到良好医治的人会感恩图报,并且比以往更加忠诚友善。”

§7.38

καὶ ἐγώ, ἔφη ὁ Ἰσχόμαχος, ἀγασθεὶς αὐτῆς τὴν ἀπόκρισιν εἶπον· ἆρά γε, ὦ γύναι, διὰ τοιαύτας τινὰς προνοίας καὶ τῆς ἐν τῷ σμήνει ἡγεμόνος αἱ μέλιτται οὕτω διατίθενται πρὸς αὐτήν, ὥστε, ὅταν ἐκείνη ἐκλίπῃ, οὐδεμία οἴεται τῶν μελιττῶν ἀπολειπτέον εἶναι, ἀλλʼ ἕπονται πᾶσαι;

“而我本人,”伊斯霍马霍斯说,“钦佩于她的回答,便说:‘妻子啊,正是由于蜂巢中的首领具有这类深谋远虑,蜂群才对它如此忠贞不渝,以至于每当它离开时,没有一只蜜蜂认为可以落后遗留,而是全体紧紧跟随,难道不正是如此吗?’

§7.39

καὶ ἡ γυνή μοι ἀπεκρίνατο· θαυμάζοιμʼ ἄν, ἔφη, εἰ μὴ πρὸς σὲ μᾶλλον τείνοι τὰ τοῦ ἡγεμόνος ἔργα ἢ πρὸς ἐμέ. ἡ γὰρ ἐμὴ φυλακὴ τῶν ἔνδον καὶ διανομὴ γελοία τις ἄν, οἶμαι, φαίνοιτο, εἰ μὴ σύγε ἐπιμελοῖο ὅπως ἔξωθέν τι εἰσφέροιτο.

妻子回答我说:‘如果首领的事务不是更多地关涉于你而非关涉于我,’她说,‘我倒觉得奇怪呢。因为若不是你照管着从室外运进财物,我想我对舍内财物的看守与分配就会显得颇为可笑吧。’

§7.40

γελοία δʼ αὖ, ἔφην ἐγώ, ἡ ἐμὴ εἰσφορὰ φαίνοιτʼ ἄν, εἰ μὴ εἴη ὅστις τὰ εἰσενεχθέντα σῴζοι. οὐχ ὁρᾷς, ἔφην ἐγώ, οἱ εἰς τὸν τετρημένον πίθον ἀντλεῖν λεγόμενοι ὡς οἰκτίρονται,3 ὅτι μάτην πονεῖν δοκοῦσι; νὴ Δίʼ, ἔφη ἡ γυνή, καὶ γὰρ τλήμονές εἰσιν, εἰ τοῦτό γε ποιοῦσιν.

‘反过来,’我说,‘如果没有人妥善保存运进来的东西,我的运送劳作也会显得可笑。难道你没看见,’我说,‘人们是如何怜悯那些传说中把水汲入漏坛的人,因为他们看起来是在徒劳受累?’‘以宙斯之名,’妻子说,‘如果他们真这么做,那确实太悲惨了。’

§7.41

ἄλλαι δέ τοι, ἔφην ἐγώ, ἴδιαι ἐπιμέλειαι, ὦ γύναι, ἡδεῖαί σοι γίγνονται, ὁπόταν ἀνεπιστήμονα ταλασίας λαβοῦσα ἐπιστήμονα ποιήσῃς καὶ διπλασίου σοι ἀξία γένηται, καὶ ὁπόταν ἀνεπιστήμονα ταμιείας καὶ διακονίας παραλαβοῦσα ἐπιστήμονα καὶ πιστὴν καὶ διακονικὴν ποιησαμένη παντὸς ἀξίαν ἔχῃς, καὶ ὁπόταν τοὺς μὲν σώφρονάς τε καὶ ὠφελίμους τῷ σῷ οἴκῳ ἐξῇ σοι εὖ ποιῆσαι, ἐὰν δέ τις πονηρὸς φαίνηται, ἐξῇ σοι κολάσαι·

‘妻子啊,’我说,‘只要你把不懂纺织的女仆带在身边并使她变得精通,从而使她对你的价值倍增;只要你接管不懂管家与侍奉的仆人,把她调教得既精明、忠诚又善于服侍,从而拥有一位价值连城的仆人;只要你有权善待那些持重且对你的家宅有益的人,若有人显得恶劣,你也有权予以惩罚;在这些时刻,其他各项属于你自己的照管事务都会让你感到愉悦。

§7.42

τὸ δὲ πάντων ἥδιστον, ἐὰν βελτίων ἐμοῦ φανῇς, καὶ ἐμὲ σὸν θεράποντα ποιήσῃ, καὶ μὴ δέῃ σε φοβεῖσθαι μὴ προϊούσης τῆς ἡλικίας ἀτιμοτέρα ἐν τῷ οἴκῳ γένῃ, ἀλλὰ πιστεύῃς ὅτι πρεσβυτέρα γιγνομένη ὅσῳ ἂν καὶ ἐμοὶ κοινωνὸς καὶ παισὶν οἴκου φύλαξ ἀμείνων γίγνῃ, τοσούτῳ καὶ τιμιωτέρα ἐν τῷ οἴκῳ ἔσει.4

而最令人愉悦的莫过于:如果你表现得比我更优秀,并把我变成你的仆从,而且你不必害怕随着年岁渐长在舍内会受到贬损,反而深信随着岁数增加,你在多大程度上成为我更优良的伴侣、成为孩子们更好的治家守护者,你在家中的地位也将相应地得到多大的尊崇。

§7.43

τὰ γὰρ καλά τε κἀγαθά, ἐγὼ ἔφην, οὐ διὰ τὰς ὡραιότητας, ἀλλὰ διὰ τὰς ἀρετὰς εἰς τὸν βίον τοῖς ἀνθρώποις ἐπαύξεται. τοιαῦτα μέν, ὦ Σώκρατες, δοκῶ μεμνῆσθαι αὐτῇ τὰ πρῶτα διαλεχθείς.

因为美好善良的事物,’我说,‘在人类的生活中并非凭借青春美貌而增添,而是凭借德行才得以扩展。’苏格拉底啊,我记得最初与她交谈的,大致便是这些内容。”

语法注4 条
  1. 7.35οἷς δʼ ἂν ἔνδον ἔργον ἐργαστέον, τούτων σοι ἐπιστατητέον

    连续使用了动词性形容词(ἐργαστέον, ἐπιστατητέον)构成的非人称句。前半句中的 οἷς 为与格施事主语(“对于那些须在室内做工的仆人”),后半句中的 τούτων 则是动词 ἐπιστατέω 所支配的属格宾语。指示代词 τούτων 复指前面的关系分句。

  2. 7.37ὅτι, ὃς ἂν κάμνῃ τῶν οἰκετῶν, τούτων σοι ἐπιμελητέον πάντων

    此句呈现依意一致(constructio ad sensum):单数泛指关系从句 ὃς ἂν κάμνῃ τῶν οἰκετῶν(“仆人中凡有患病者”)在主句中被复数属格 τούτων ... πάντων(“他们所有人”)所承接,将泛指的个体在语义上转化为集体范畴。

  3. 7.40οὐχ ὁρᾷς, ἔφην ἐγώ, οἱ εἰς τὸν τετρημένον πίθον ἀντλεῖν λεγόμενοι ὡς οἰκτίρονται

    提置/先取结构(prolepsis):从属从句 ὡς 的逻辑主语 οἱ εἰς τὸν τετρημένον πίθον ἀντλεῖν λεγόμενοι(“那些传说中把水汲入漏坛的人”)以主格形式被提前置于从句之外,随后接 ὡς οἰκτίρονται(“他们是如何被怜悯的”)。

  4. 7.42ὅσῳ ἂν καὶ ἐμοὶ κοινωνὸς καὶ παισὶν οἴκου φύλαξ ἀμείνων γίγνῃ, τοσούτῳ καὶ τιμιωτέρα ἐν τῷ οἴκῳ ἔσει

    由 ὅσῳ ἂν ... τοσούτῳ 构成的相关比较结构(“在多大程度上……就相应在多大程度上……”)。从句中带有 ἄν 的虚拟式 γίγνῃ 表示面向一般情况的条件,与主句中的将来时直陈式 ἔσει 相互呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:7.34-7.43