← 色诺芬

经济论

§7.22-7.33

蜂王之喻与男女依天性的内外分工

伊斯霍玛霍斯向妻子阐释男女在室内外劳作上的天生与礼俗分工,并以蜂巢中蜂王的职责来喻指妻子理应承担的家政统理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22

ἐπεὶ δʼ ἀμφότερα ταῦτα καὶ ἔργων καὶ ἐπιμελείας δεῖται τά τε ἔνδον καὶ τὰ ἔξω, καὶ τὴν φύσιν, φάναι, εὐθὺς παρεσκεύασεν ὁ θεός, ὡς ἐμοὶ δοκεῖ, τὴν μὲν τῆς γυναικὸς ἐπὶ τὰ ἔνδον ἔργα καὶ ἐπιμελήματα, τὴν δὲ τοῦ ἀνδρὸς ἐπὶ τὰ ἔξω.

“既然室内的事务与室外的事务这两方面,同样需要劳作与照看,”他转述说,“据我看来,神明从一开始就塑造了他们的天性,让女子的天性适应室内的劳作与事务,男子的天性则适应室外的劳作与事务。

§7.23

ῥίγη μὲν γὰρ καὶ θάλπη καὶ ὁδοιπορίας καὶ στρατείας τοῦ ἀνδρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν μᾶλλον δύνασθαι καρτερεῖν κατεσκεύασεν· ὥστε τὰ ἔξω ἐπέταξεν αὐτῷ ἔργα· τῇ δὲ γυναικὶ ἧττον τὸ σῶμα δυνατὸν πρὸς ταῦτα φύσας τὰ ἔνδον ἔργα αὐτῇ, φάναι ἔφη, προστάξαι μοι δοκεῖ ὁ θεός.

因为神明将男子的身心塑造得更能耐受严寒、酷热、行路与从军征战;因此神明将室外的事务指派给他。而在我看来,据他转述说,神将女子生成在这些方面身力较为孱弱,因而将室内的事务指派给了她。

§7.24

εἰδὼς δὲ ὅτι τῇ γυναικὶ καὶ ἐνέφυσε καὶ προσέταξε τὴν τῶν νεογνῶν τέκνων τροφήν, καὶ τοῦ στέργειν τὰ νεογνὰ βρέφη πλέον αὐτῇ ἐδάσατο ἢ τῷ ἀνδρί.

神明深知自己已将抚育新生子女的本能赋予女子、并将这项职责交付于她,因此分派给她的慈爱幼子之情也多于男子。

§7.25

ἐπεὶ δὲ καὶ τὸ φυλάττειν τὰ εἰσενεχθέντα τῇ γυναικὶ προσέταξε, γιγνώσκων ὁ θεὸς ὅτι πρὸς τὸ φυλάττειν οὐ κάκιόν ἐστι φοβερὰν εἶναι τὴν ψυχὴν1 πλέον μέρος καὶ τοῦ φόβου ἐδάσατο τῇ γυναικὶ ἢ τῷ ἀνδρί. εἰδὼς δὲ ὅτι καὶ ἀρήγειν αὖ δεήσει, ἐάν τις ἀδικῇ, τὸν τὰ ἔξω ἔργα ἔχοντα, τούτῳ αὖ πλέον μέρος τοῦ θράσους ἐδάσατο.

又因为神明将看守带入舍内的财物交给了女子,神明认识到在守备方面心怀畏惧并非坏事,因此分派给女子的惧怕也多于男子。神明深知主管室外事务的人一旦遭遇不义侵害便须挺身护卫,因此反过来分派给他更大份额的勇敢。

§7.26

ὅτι δʼ ἀμφοτέρους δεῖ καὶ διδόναι καὶ λαμβάνειν, τὴν μνήμην καὶ τὴν ἐπιμέλειαν εἰς τὸ μέσον ἀμφοτέροις κατέθηκεν. ὥστε οὐκ ἂν ἔχοις διελεῖν πότερα τὸ ἔθνος τὸ θῆλυ ἢ τὸ ἄρρεν τούτων πλεονεκτεῖ.

然而,由于双方都既需给予又需接受,神明便将记忆与照看置于两者之间公有。以至于你无法辨别,究竟是雌性还是雄性在这几项上占有更多优势。

§7.27

καὶ τὸ ἐγκρατεῖς δὲ εἶναι ὧν δεῖ εἰς τὸ μέσον ἀμφοτέροις κατέθηκε, καὶ ἐξουσίαν ἐποίησεν ὁ θεὸς ὁπότερος ἂν ᾖ βελτίων, εἴθʼ ὁ ἀνὴρ εἴθʼ ἡ γυνή, τοῦτον καὶ πλέον φέρεσθαι τούτου τοῦ ἀγαθοῦ.

神明同样将对该自制之事的节制置于两者之间公有,神明定下权衡,不论丈夫还是妻子,凡表现更佳者,便能从这一善果中收获更多。

§7.28

διὰ δὲ τὸ τὴν φύσιν μὴ πρὸς πάντα ταὐτὰ ἀμφοτέρων εὖ πεφυκέναι, διὰ τοῦτο καὶ δέονται μᾶλλον ἀλλήλων καὶ τὸ ζεῦγος ὠφελιμώτερον ἑαυτῷ γεγένηται, ἃ τὸ ἕτερον ἐλλείπεται τὸ ἕτερον δυνάμενον.2

正由于双方的天性并非生来就适合所有相同的事物,因此他们才更加彼此需要,这一对偶对自身也变得更为有益,一方能做到另一方所缺乏的事情。

§7.29

ταῦτα δέ, ἔφην, δεῖ ἡμᾶς, ὦ γύναι, εἰδότας, ἃ ἑκατέρῳ ἡμῶν προστέτακται ὑπὸ τοῦ θεοῦ, πειρᾶσθαι ὅπως ὡς βέλτιστα τὰ προσήκοντα ἑκάτερον ἡμῶν διαπράττεσθαι.3

因此,妻子啊,”我说,“我们既然明了神明分配给我们各自的职责,就必须尽力使我们各自以最完美的方式完成属于自己的本分。

§7.30

συνεπαινεῖ δέ, ἔφη φάναι, καὶ ὁ νόμος αὐτά, συζευγνὺς ἄνδρα καὶ γυναῖκα· καὶ κοινωνοὺς ὥσπερ τῶν τέκνων ὁ θεὸς ἐποίησεν, οὕτω καὶ ὁ νόμος τοῦ οἴκου κοινωνοὺς καθίστησι. καὶ καλὰ δὲ εἶναι ὁ νόμος ἀποδείκνυσιν ἃ καὶ ὁ θεὸς ἔφυσεν ἑκάτερον μᾶλλον δύνασθαι. τῇ μὲν γὰρ γυναικὶ κάλλιον ἔνδον μένειν ἢ θυραυλεῖν, τῷ δὲ ἀνδρὶ αἴσχιον ἔνδον μένειν ἢ τῶν ἔξω ἐπιμελεῖσθαι.

礼俗也对此表示赞许,”他转述说,“将丈夫与妻子维系在一起;正如神明使他们在子女上成为伴侣,礼俗也使他们在家庭上结为伴侣。礼俗同样证明,神明天生赋予各自更擅长做的事是高尚优美的。因为对于女子而言,留守舍内比流连门外更为美好;而对于男子而言,留守舍内比照管舍外事务则更为可耻。

§7.31

εἰ δέ τις παρʼ ἃ ὁ θεὸς ἔφυσε ποιεῖ, ἴσως τι καὶ ἀτακτῶν τοὺς θεοὺς οὐ λήθει καὶ δίκην δίδωσιν ἀμελῶν τῶν ἔργων τῶν ἑαυτοῦ ἢ πράττων τὰ τῆς γυναικὸς ἔργα.

如果有人违背神明的天赋安排而行事,他这种越轨行为或许绝瞒不过神明,并将因玩忽己职或僭行妻子的事务而受到惩处。

§7.32

δοκεῖ δέ μοι, ἔφην, καὶ ἡ τῶν μελιττῶν ἡγεμὼν τοιαῦτα ἔργα ὑπὸ τοῦ θεοῦ προστεταγμένα διαπονεῖσθαι. καὶ ποῖα δή, ἔφη ἐκείνη, ἔργα ἔχουσα ἡ τῶν μελιττῶν ἡγεμὼν ἐξομοιοῦται τοῖς ἔργοις οἷς ἐμὲ δεῖ πράττειν;

在我看来,”我说,“蜂群的蜂王也同样在辛劳料理着神明指派给它的这类事务。”“蜂王究竟有着怎样的事务,”她说,“以至于能与我理应从事的事务相提并论呢?”

§7.33

ὅτι, ἔφην ἐγώ, ἐκείνη γε ἐν τῷ σμήνει μένουσα οὐκ ἐᾷ ἀργοὺς τὰς μελίττας εἶναι, ἀλλʼ ἃς μὲν δεῖ ἔξω ἐργάζεσθαι ἐκπέμπει ἐπὶ τὸ ἔργον, καὶ ἃ ἂν αὐτῶν ἑκάστη εἰσφέρῃ οἶδέ τε καὶ δέχεται, καὶ σῴζει ταῦτα ἔστʼ ἂν δέῃ χρῆσθαι. ἐπειδὰν δὲ ἡ ὥρα τοῦ χρῆσθαι ἥκῃ, διανέμει τὸ δίκαιον ἑκάστῃ.

“因为,”我说,“它安居蜂巢之中,绝不容许工蜂游手好闲,而是将该去室外劳作者派去劳作,对于它们各自带回来的东西,它了如指掌并逐一验收,予以妥善保存,直至需要使用之时。而一旦到了使用之时,它便将公正的份额分发给每一个蜂子。”

语法注3 条
  1. 7.25φοβερὰν εἶναι τὴν ψυχὴν

    形容词 φοβερός 既可表主动含义(“令人恐惧的、可怕的”),亦可表被动含义(“易感恐惧的、胆怯的”)。此处作被动义解(“心灵怀有戒惧/胆怯”),指保管舍内存物时需具备的小心翼翼与戒备警惕之情。

  2. 7.28ἃ τὸ ἕτερον ἐλλείπεται τὸ ἕτερον δυνάμενον

    分词短语 δυνάμενον 与其主语 τὸ ἕτερον 构成主节 ὠφελιμώτερον ἑαυτῷ γεγένηται 的说明性状语(“一方有能力做到……”)。关系代词 ἃ 兼作 ἐλλείπεται 的宾语(“一方所缺乏的事物”)以及 δυνάμενον 的支配对象(“能够做到的事物”)。

  3. 7.29πειρᾶσθαι ὅπως ὡς βέλτιστα τὰ προσήκοντα ἑκάτερον ἡμῶν διαπράττεσθαι

    在由 ὅπως 引导的努力从句中,出现了不定式 διαπράττεσθαι 而非常见的将来时直陈语气或虚拟语气。这是受到主句 δεῖ ... πειρᾶσθαι 的不定式同化牵引,或属于表达努力与间接祈使的混合句式。ἑκάτερον ἡμῶν 作不定式 διαπράττεσθαι 的宾格主语(逻辑主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:7.22-7.33