- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:7.11-7.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊斯霍马霍斯向新婚妻子阐明婚姻是为管理家宅与养育子女而缔结的合作关系,并通过户内与户外职责的分工,阐述男女两性的结合源于神明的精心设计与自然法则。
ὅτι μὲν γὰρ οὐκ ἀπορία ἦν μεθʼ ὅτου ἄλλου ἐκαθεύδομεν ἄν, οἶδʼ ὅτι καὶ σοὶ καταφανὲς τοῦτʼ ἐστί. βουλευόμενος δʼ ἔγωγε ὑπὲρ ἐμοῦ καὶ οἱ σοὶ γονεῖς ὑπὲρ σοῦ τίνʼ ἂν κοινωνὸν βέλτιστον οἴκου τε καὶ τέκνων λάβοιμεν, ἐγώ τε σὲ ἐξελεξάμην καὶ οἱ σοὶ γονεῖς, ὡς ἐοίκασιν, ἐκ τῶν δυνατῶν ἐμέ.
“因为我很清楚,即使对你而言这也是显而易见的:我们原本并不乏与他人共眠的选择。但我为自己考虑,你的父母也为你考虑,究竟迎娶谁才能成为家庭与子女最理想的伴侣,于是我选中了你,而你的父母显然也在力所能及的范围内挑选了我。
τέκνα μὲν οὖν ἂν θεός ποτε διδῷ ἡμῖν γενέσθαι, τότε βουλευσόμεθα περὶ αὐτῶν ὅπως ὅτι βέλτιστα παιδεύσομεν αὐτά· κοινὸν γὰρ ἡμῖν καὶ τοῦτο ἀγαθόν, συμμάχων καὶ γηροβοσκῶν ὅτι βελτίστων τυγχάνειν·
至于子女,假若神明有朝一日赐予我们孩子,到那时我们再商讨关于他们的事情,即如何尽可能最好地教育他们;因为拥有尽可能优秀的盟友和防老照料者,这也是我们共同的福祉。
νῦν δὲ δὴ οἶκος ἡμῖν ὅδε κοινός ἐστιν. ἐγώ τε γὰρ ὅσα μοι ἔστιν ἅπαντα εἰς τὸ κοινὸν ἀποφαίνω, σύ τε ὅσα ἠνέγκω πάντα εἰς τὸ κοινὸν κατέθηκας. καὶ οὐ τοῦτο δεῖ λογίζεσθαι, πότερος ἄρα ἀριθμῷ πλείω συμβέβληται ἡμῶν, ἀλλʼ ἐκεῖνο εὖ εἰδέναι, ὅτι ὁπότερος ἂν ἡμῶν βελτίων κοινωνὸς ᾖ, οὗτος τὰ πλείονος ἄξια συμβάλλεται.
而现在,这个家宅已为我们共有。因为我将自己所有的一切全都出示并划归公有,而你也已将带来的一切全都存入公账。我们不必去计较究竟谁在数量上出资更多,而应深切懂得,我们当中谁是更优秀的伴侣,谁就贡献了更有价值的财富。”
ἀπεκρίνατο δέ μοι, ὦ Σώκρατες, πρὸς ταῦτα ἡ γυνή· τί δʼ ἂν ἐγώ σοι, ἔφη, δυναίμην συμπρᾶξαι; τίς δὲ ἡ ἐμὴ δύναμις; ἀλλʼ ἐν σοὶ πάντα ἐστίν· ἐμὸν δʼ ἔφησεν ἡ μήτηρ ἔργον εἶναι σωφρονεῖν.
苏格拉底啊,妻子对此回答我说:“可是我能协助你做些什么呢?”她说,“我的能力又算得了什么?一切都取决于你;我母亲曾对我说,我的本分就是守持节制与本分。”
ναὶ μὰ Δίʼ, ἔφην ἐγώ, ὦ γύναι, καὶ γὰρ ἐμοὶ ὁ πατήρ. ἀλλὰ σωφρόνων τοί ἐστι καὶ ἀνδρὸς καὶ γυναικὸς οὕτω ποιεῖν, ὅπως τά τε ὄντα ὡς βέλτιστα ἕξει καὶ ἄλλα ὅτι πλεῖστα ἐκ τοῦ καλοῦ τε καὶ δικαίου προσγενήσεται.
“凭宙斯起誓,妻子啊,正是如此,”我说,“我父亲也是这样告诫我的。然而,对于丈夫和妻子而言,守持节制与本分的人理应这样做:使现有家产保持在最良好的状态,并以高尚和正义的方式尽可能多地增添新的财产。”
καὶ τί δή, ἔφη, ὁρᾷς, ἡ γυνή, ὅ τι ἂν ἐγὼ ποιοῦσα συναύξοιμι τὸν οἶκον; ναὶ μὰ Δίʼ, ἔφην ἐγώ, ἅ τε οἱ θεοὶ ἔφυσάν σε δύνασθαι καὶ ὁ νόμος συνεπαινεῖ, ταῦτα πειρῶ ὡς βέλτιστα ποιεῖν.
“那么,”妻子说,“你究竟看出我能做些什么来共同光大这个家宅呢?”“凭宙斯起誓,”我说,“神明赋予你生来就具有的能力、且为风俗所赞许的事情,你务必尽力将它们做到最好。”
καὶ τί δὴ ταῦτʼ ἐστιν; ἔφη ἐκείνη. οἶμαι μὲν ἔγωγε, ἔφην, οὐ τὰ ἐλαχίστου ἄξια, εἰ μή πέρ γε καὶ ἡ ἐν τῷ σμήνει ἡγεμὼν μέλιττα ἐπʼ ἐλαχίστου ἀξίοις ἔργοις ἐφέστηκεν.
“那究竟是些什么事呢?”她问。“在我看来,”我说,“绝非微不足道的事务,除非蜂巢里的蜂王所主管的也只是微不足道的劳作。
ἐμοὶ γάρ τοι, ἔφη φάναι, καὶ οἱ θεοί, ὦ γύναι, δοκοῦσι πολὺ διεσκεμμένως μάλιστα τὸ ζεῦγος τοῦτο συντεθεικέναι ὃ καλεῖται θῆλυ καὶ ἄρρεν, ὅπως ὅτι ὠφελιμώτατον ᾖ αὑτῷ εἰς τὴν κοινωνίαν.
因为妻子啊,在我看来,”他转述道,“神明似乎也怀着极其深思熟虑的考量,将称为雌性与雄性的这一对结合在一起,使他们在这种伴侣关系中彼此获得最大的助益。
πρῶτον μὲν γὰρ τοῦ μὴ ἐκλιπεῖν ζῴων γένη1 τοῦτο τὸ ζεῦγος κεῖται μετʼ ἀλλήλων τεκνοποιούμενον, ἔπειτα τὸ γηροβοσκοὺς κεκτῆσθαι ἑαυτοῖς ἐκ τούτου τοῦ ζεύγους2 τοῖς γοῦν ἀνθρώποις πορίζεται· ἔπειτα δὲ καὶ ἡ δίαιτα τοῖς ἀνθρώποις οὐχ ὥσπερ τοῖς κτήνεσίν ἐστιν ἐν ὑπαίθρῳ, ἀλλὰ στεγῶν δεῖται δῆλον ὅτι.
首先,为了使生灵的族类不致灭绝,这对偶便结合在一起繁衍后代;其次,至少对人类而言,依靠这一对偶为自己获得防老的照料者;再次,人类的生活方式并不像牲畜那样露宿荒野,显然需要房屋庇护。
δεῖ μέντοι τοῖς μέλλουσιν ἀνθρώποις ἕξειν ὅ τι εἰσφέρωσιν εἰς τὸ στεγνὸν τοῦ ἐργασομένου3 τὰς ἐν τῷ ὑπαίθρῳ ἐργασίας. καὶ γὰρ νεατὸς καὶ σπόρος καὶ φυτεία καὶ νομαὶ ὑπαίθρια ταῦτα πάντα ἔργα ἐστίν· ἐκ τούτων δὲ τὰ ἐπιτήδεια γίγνεται.
然而,对于那些打算有东西可以带入房舍的人类而言,必然需要有人去从事露天的劳作。因为耕翻休耕地、播种、栽植与放牧,全都是露天劳作;而维生之物正是由此产生的。
δεῖ δʼ αὖ, ἐπειδὰν ταῦτα εἰσενεχθῇ εἰς τὸ στεγνόν, καὶ τοῦ σώσοντος ταῦτα καὶ τοῦ ἐργασομένου δʼ ἃ τῶν στεγνῶν ἔργα δεόμενά ἐστι. στεγνῶν δὲ δεῖται καὶ ἡ τῶν νεογνῶν τέκνων παιδοτροφία, στεγνῶν δὲ καὶ αἱ ἐκ τοῦ καρποῦ σιτοποιίαι δέονται· ὡσαύτως δὲ καὶ ἡ τῆς ἐσθῆτος ἐκ τῶν ἐρίων ἐργασία.
反之,一旦这些物品被送入房舍之内,又必然既需要有人来妥善保存,也需要有人去从事那些需要在房舍内进行的劳作。抚育新生幼子需要房舍,用谷物制成面包需要房舍;同样,用羊毛纺织衣物也需要房舍。”
- 7.19τοῦ μὴ ἐκλιπεῖν ζῴων γένη
带冠词不定式属格 τοῦ μὴ ἐκλιπεῖν 表目的(目的属格)。ζῴων γένη 是不定式 ἐκλιπεῖν 的逻辑主语(宾格)。
- 7.19τὸ γηροβοσκοὺς κεκτῆσθαι ἑαυτοῖς ἐκ τούτου τοῦ ζεύγους
整个带冠词不定式短语 τὸ ... κεκτῆσθαι 充当被动动词 πορίζεται 的主语。γηροβοσκούς 是完成时不定式 κεκτῆσθαι 的宾语(宾格),ἑαυτοῖς 是利益与格。
- 7.20δεῖ μέντοι τοῖς μέλλουσιν ἀνθρώποις ἕξειν ὅ τι εἰσφέρωσιν εἰς τὸ στεγνὸν τοῦ ἐργασομένου
非人称动词 δεῖ 支配所需事物的属格(τοῦ ἐργασομένου,名词化的将来时分词,意为“将要从事劳作者”)以及相关主体的与格(τοῖς μέλλουσιν ἀνθρώποις ἕξειν...,“对那些将要有东西带入房舍的人而言”)。
