- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:7.1-7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底在柱廊偶遇伊斯霍马霍斯,向他请教作为“高尚正直之士”的行事之道;伊斯霍马霍斯说明家内事务由妻子掌管,并开始讲述自己在向神明献祭祈祷后,如何着手教导年纪尚轻且不谙世事的妻子。
ἰδὼν οὖν ποτε αὐτὸν ἐν τῇ τοῦ Διὸς τοῦ ἐλευθερίου στοᾷ καθήμενον, ἐπεί μοι ἔδοξε σχολάζειν, προσῆλθον αὐτῷ καὶ παρακαθιζόμενος εἶπον· τί, ὦ Ἰσχόμαχε, οὐ μάλα εἰωθὼς σχολάζειν κάθησαι; ἐπεὶ τά γε πλεῖστα ἢ πράττοντά τι ὁρῶ σε ἢ οὐ πάνυ σχολάζοντα ἐν τῇ ἀγορᾷ.
有一次,我见他正坐在自由宙斯柱廊里,因为觉得他似乎有些闲暇,我便走上前去,坐在他身旁说道:“伊斯霍马霍斯,你这绝不习惯赋闲之人,为何坐在这里呢?因为绝大多数时候,我见你不是在操持某事,就是在市场上绝非无所事事。”
οὐδὲ ἄν γε νῦν, ἔφη ὁ Ἰσχόμαχος, ὦ Σώκρατες, ἑώρας, εἰ μὴ ξένους τινὰς συνεθέμην ἀναμένειν ἐνθάδε.1 ὅταν δὲ μὴ πράττῃς τι τοιοῦτον, πρὸς τῶν θεῶν, ἔφην ἐγώ, ποῦ διατρίβεις καὶ τί ποιεῖς; ἐγὼ γάρ τοι πάνυ βούλομαί σου πυθέσθαι τί ποτε πράττων καλὸς κἀγαθὸς κέκλησαι, ἐπεὶ οὐκ ἔνδον γε διατρίβεις οὐδὲ τοιαύτη σου ἡ ἕξις τοῦ σώματος καταφαίνεται.
“苏格拉底啊,”伊斯霍马霍斯说,“若不是我和几位外邦客人约好在此等候,你即便在此时也是见不到我的。”“而每当你没有此类事情时,凭诸神起誓,”我说,“你都在何处打发时光,做些什么呢?我实在极想向你探询,你究竟做了什么才被称为高尚正直之士,因为你绝非在户内消磨时光,你的体魄状况看起来也完全不像那类人。”
καὶ ὁ Ἰσχόμαχος γελάσας ἐπὶ τῷ τί ποιῶν καλὸς κἀγαθὸς κέκλησαι, καὶ ἡσθείς, ὥς γʼ ἐμοὶ ἔδοξεν, εἶπεν· ἀλλʼ εἰ μὲν ὅταν σοι διαλέγωνται περὶ ἐμοῦ τινες καλοῦσί με τοῦτο τὸ ὄνομα οὐκ οἶδα· οὐ γὰρ δή, ὅταν γέ με εἰς ἀντίδοσιν καλῶνται τριηραρχίας ἢ χορηγίας, οὐδείς, ἔφη, ζητεῖ τὸν καλόν τε κἀγαθόν, ἀλλὰ σαφῶς, ἔφη, ὀνομάζοντές με Ἰσχόμαχον πατρόθεν προσκαλοῦνται. ἐγὼ μὲν τοίνυν, ἔφη, ὦ Σώκρατες, ὅ με ἐπήρου, οὐδαμῶς ἔνδον διατρίβω. καὶ γὰρ δή, ἔφη, τά γε ἐν τῇ οἰκίᾳ μου πάνυ καὶ αὐτὴ ἡ γυνή ἐστιν ἱκανὴ διοικεῖν.
伊斯霍马霍斯对“你究竟做了什么才被称为高尚正直之士”这话笑了笑,在我看来他颇为高兴,说道:“至于别人向你谈起我时是否用这个名称呼我,我倒不得而知;因为每当因承担三列桨座战船税或排节奉献而传唤我进行财产交换诉讼时,绝没有人,”他说,“去寻找什么‘高尚正直之士’,而是清清楚楚地连同我父亲的名字指名道姓地传唤伊斯霍马霍斯。然而苏格拉底啊,至于你问我的事,我绝不在户内打发时光。因为事实上,”他说,“我家宅内部的事务,妻子单凭自己就完全有能力料理。”
ἀλλὰ καὶ τοῦτο, ἔφην, ἔγωγε, ὦ Ἰσχόμαχε, πάνυ ἂν ἡδέως σου πυθοίμην, πότερα αὐτὸς σὺ ἐπαίδευσας τὴν γυναῖκα ὥστε εἶναι οἵαν δεῖ ἢ ἐπισταμένην ἔλαβες παρὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς διοικεῖν τὰ προσήκοντα αὐτῇ.
“不过伊斯霍马霍斯啊,”我说,“关于这一点,我也极愿向你请教:是你亲自管教妻子使她成为应有的模样,还是你从她父母那里迎娶她时,她就已经懂得如何料理属于她的分内之事了?”
καὶ τί ἄν, ἔφη, ὦ Σώκρατες, ἐπισταμένην αὐτὴν παρέλαβον, ἣ2 ἔτη μὲν οὔπω πεντεκαίδεκα γεγονυῖα ἦλθε πρὸς ἐμέ, τὸν δʼ ἔμπροσθεν χρόνον ἔζη ὑπὸ πολλῆς ἐπιμελείας ὅπως ὡς ἐλάχιστα μὲν ὄψοιτο, ἐλάχιστα δʼ ἀκούσοιτο, ἐλάχιστα δʼ ἔροιτο;
“苏格拉底啊,”他说,“她嫁到我这里来时还不满十五岁,此前一直生活在极其严密的看护之下,务使她尽量少看、尽量少听、尽量少问,我怎么可能迎娶到一个已经懂得这些事的人呢?
οὐ γὰρ ἀγαπητόν σοι δοκεῖ εἶναι, εἰ μόνον ἦλθεν ἐπισταμένη ἔρια παραλαβοῦσα ἱμάτιον ἀποδεῖξαι, καὶ ἑωρακυῖα ὡς ἔργα ταλάσια θεραπαίναις δίδοται; ἐπεὶ τά γε ἀμφὶ γαστέρα, ἔφη, πάνυ καλῶς, ὦ Σώκρατες, ἦλθε πεπαιδευμένη· ὅπερ μέγιστον ἔμοιγε δοκεῖ παίδευμα εἶναι καὶ ἀνδρὶ καὶ γυναικί.
若是她来时仅仅懂得接取羊毛织就斗篷,并且见过纺线工作是如何分派给女仆的,难道你不觉得这已经值得令人欣慰了吗?不过在节制口腹方面,”他说,“她受到的教育确实极好,苏格拉底啊;在我看来,这无论对男子还是女子而言都是最首要的教育。”
τὰ δʼ ἄλλα, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, αὐτὸς ἐπαίδευσας τὴν γυναῖκα ὥστε ἱκανὴν εἶναι ὧν προσήκει ἐπιμελεῖσθαι; οὐ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, οὐ πρίν γε καὶ ἔθυσα καὶ ηὐξάμην3 ἐμέ τε τυγχάνειν διδάσκοντα καὶ ἐκείνην μανθάνουσαν τὰ βέλτιστα ἀμφοτέροις ἡμῖν. οὐκοῦν, ἔφην ἐγώ, καὶ ἡ γυνή σοι συνέθυε καὶ συνηύχετο ταὐτὰ ταῦτα; καὶ μάλα γʼ, ἔφη ὁ Ἰσχόμαχος, πολλὰ ὑπισχνουμένη μὲν πρὸς τοὺς θεοὺς γενέσθαι οἵαν δεῖ, καὶ εὔδηλος ἦν ὅτι οὐκ ἀμελήσει4 τῶν διδασκομένων.
“那么其余的事情,伊斯霍马霍斯啊,”我说,“是你亲自管教妻子,使她能够照料妥当分内之事的吗?”“凭宙斯起誓,绝非如此,”伊斯霍马霍斯说,“在此之前,我必须先献祭并祈祷,求使我能适当地施教,使她能学到对我们双方而言最好的事情。”“那么,”我说,“你的妻子也同你一道献祭,并一同祈求了完全相同的事情吗?”“确实如此,”伊斯霍马霍斯说,“她向神明许下了诸多承诺,誓愿成为应有的模样,而且显而易见,她绝不会忽视所传授的内容。”
πρὸς θεῶν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τί πρῶτον διδάσκειν ἤρχου αὐτήν, διηγοῦ μοι· ὡς ἐγὼ ταῦτʼ ἂν ἥδιόν σου διηγουμένου ἀκούοιμι ἢ εἴ μοι γυμνικὸν ἢ ἱππικὸν ἀγῶνα τὸν κάλλιστον διηγοῖο.
“凭诸神起誓,伊斯霍马霍斯啊,”我说,“请向我讲述,你最初开始教导她的是什么;因为听你讲述这些,比起你向我描述一场最精彩的体育或赛马竞技,要令我愉快得多。”
καὶ ὁ Ἰσχόμαχος ἀπεκρίνατο· τί δʼ; ἔφη, ὦ Σώκρατες, ἐπεὶ ἤδη μοι χειροήθης ἦν καὶ ἐτετιθάσευτο ὥστε διαλέγεσθαι, ἠρόμην αὐτὴν ὧδέ πως· εἰπέ μοι, ὦ γύναι, ἆρα ἤδη κατενόησας τίνος ποτὲ ἕνεκα ἐγώ τε σὲ ἔλαβον καὶ οἱ σοὶ γονεῖς ἔδοσάν σε ἐμοί;
伊斯霍马霍斯回答说:“那么,苏格拉底啊,”他说,“当她已经对我驯服顺从,能够和我交谈时,我便大致这样询问她:‘告诉我,妻子啊,你可曾明白,我迎娶你,而你的父母将你许配给我,究竟是为了什么吗?’”
- 7.2οὐδὲ ἄν γε νῦν, ἔφη... ἑώρας, εἰ μὴ ξένους τινὰς συνεθέμην ἀναμένειν ἐνθάδε
与过去事实相反的虚拟条件句。主句由 ἄν 搭配未完成过去时直陈式(ἑώρας),条件从句由 εἰ 搭配不定过去时直陈式(συνεθέμην),意为“若不是我约好了……,你即便在此时也是见不到我的”。
- 7.5καὶ τί ἄν, ἔφη, ὦ Σώκρατες, ἐπισταμένην αὐτὴν παρέλαβον, ἣ
由 τί ἄν 加上不定过去时直陈式(παρέλαβον)构成的修辞性反问,表达过去的不可能性(虚拟反实):“我怎能迎娶到一个懂得……的人呢(绝不可能)”。关系代词 ἣ 带有原因与解释色彩,引出后文对其年少无知的描述。
- 7.8οὐ πρίν γε καὶ ἔθυσα καὶ ηὐξάμην
接续前文的否定回答(οὐ μὰ Δίʼ),πρίν 引导不定过去时直陈式(ἔθυσα, ηὐξάμην)。在否定语境下,πρίν 加直陈式表示“直到我献祭祈祷之前绝不……”(即“直到献祭祈祷后才……”)。
- 7.8εὔδηλος ἦν ὅτι οὐκ ἀμελήσει
形容词 εὔδηλος 与主语(妻子)取得一致的人称句构,相当于非人称结构 εὔδηλον ἦν ὅτι...(“显而易见她绝不会忽视……”),将逻辑主语提前作为语法主语加以强调。
