- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:6.1-6.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里托布洛斯与苏格拉底回顾并总结了此前就家政与农业达成的各项共识,随后苏格拉底开始讲述自己为探寻“高尚正直之人”的真谛而结识伊斯霍马霍斯的缘由。
ἀλλὰ ταῦτα μέν, ἔφη, ὦ Σώκρατες, καλῶς μοι δοκεῖς λέγειν κελεύων πειρᾶσθαι σὺν τοῖς θεοῖς ἄρχεσθαι παντὸς ἔργου, ὡς τῶν θεῶν κυρίων ὄντων1 οὐδὲν ἧττον τῶν εἰρηνικῶν ἢ τῶν πολεμικῶν ἔργων. ταῦτα μὲν οὖν πειρασόμεθα οὕτω ποιεῖν. σὺ δʼ ἡμῖν ἔνθεν λέγων περὶ τῆς οἰκονομίας ἀπέλιπες, πειρῶ τὰ τούτων ἐχόμενα διεκπεραίνειν, ὡς καὶ νῦν μοι δοκῶ ἀκηκοὼς ὅσα εἶπες μᾶλλόν τι ἤδη διορᾶν ἢ πρόσθεν ὅ τι χρὴ ποιοῦντα βιοτεύειν.
“不过苏格拉底啊,”他说,“在这件事上你说的很对,你劝勉我们在开始任何工作时都要努力倚靠神明,因为神明对和平的事业的主宰绝不下于战事。因此,我们将努力照此行事。但请你从方才谈论家政时中断的地方开始,努力讲完接下来的内容;因为即便在听了你刚才的一番话之后,我也觉得自己如今比以往更能看清应当怎样生活了。”
τί οὖν, ἔφη ὁ Σωκράτης, ἄρα, εἰ πρῶτον μὲν ἐπανέλθοιμεν ὅσα συνομολογοῦντες διεληλύθαμεν, ἵνʼ, ἄν πως δυνώμεθα, πειραθῶμεν οὕτω καὶ τὰ λοιπὰ διεξιέναι συνομολογοῦντες;
“那么,”苏格拉底说,“假若我们首先回顾一下我们达成一致意见的各项内容,以便尽可能共同一致地去探讨其余的问题,你看如何?”
ἡδὺ γοῦν ἐστιν, ἔφη ὁ Κριτόβουλος, ὥσπερ καὶ χρημάτων κοινωνήσαντας ἀναμφιλόγως διελθεῖν, οὕτω καὶ λόγων κοινωνοῦντας περὶ ὧν ἂν διαλεγώμεθα συνομολογοῦντας διεξιέναι.
“那自然极好,”克里托布洛斯说,“正如合伙管理财产的人毫无争议地结清账目是令人愉快的,探讨言论的伙伴就所讨论的问题达成一致、顺次推进,也是令人愉快的。”
οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐπιστήμης μέν τινος ἔδοξεν ἡμῖν ὄνομα εἶναι ἡ οἰκονομία, ἡ δὲ ἐπιστήμη αὕτη ἐφαίνετο ᾗ οἴκους δύνανται αὔξειν ἄνθρωποι, οἶκος δʼ ἡμῖν ἐφαίνετο ὅπερ κτῆσις ἡ σύμπασα, κτῆσιν δὲ τοῦτο ἔφαμεν εἶναι ὅ τι ἑκάστῳ εἴη ὠφέλιμον εἰς τὸν βίον, ὠφέλιμα δὲ ὄντα ηὑρίσκετο πάντα ὁπόσοις τις ἐπίσταιτο χρῆσθαι.
“因此,”苏格拉底说,“家政在我们看来曾被认为是一门知识的名称,而这门知识看来是使人能够扩大家业的;家在我们看来曾被认为是全部财产,而我们说财产就是对每个人生活有益的东西;并且查明,凡是懂得如何使用之物,全都是有益的。”
πάσας μὲν οὖν τὰς ἐπιστήμας οὔτε μαθεῖν οἷόν τε ἡμῖν ἐδόκει, συναπεδοκιμάζομέν τε ταῖς πόλεσι τὰς βαναυσικὰς καλουμένας τέχνας, ὅτι καὶ τὰ σώματα καταλυμαίνεσθαι δοκοῦσι καὶ τὰς ψυχὰς καταγνύουσι.
“于是,在我们看来,学全所有的知识是不可能的,我们同各城邦一样摒弃了所谓的技工技艺,因为它们既损害肉体,又摧残心灵。”
τεκμήριον δὲ σαφέστατον γενέσθαι ἂν τούτου ἔφαμεν, εἰ πολεμίων εἰς τὴν χώραν ἰόντων διακαθίσας τις τοὺς γεωργοὺς καὶ τοὺς τεχνίτας χωρὶς ἑκατέρους ἐπερωτῴη2 πότερα δοκεῖ ἀρήγειν τῇ χώρᾳ ἢ ὑφεμένους τῆς γῆς τὰ τείχη διαφυλάττειν.
“我们还说,最明确的证据便是:假若敌人入侵国土,有人将农夫和技工分别安置在两处,询问双方是主张保卫国土,还是放弃土地固守城墙。”
οὕτως γὰρ ἂν τοὺς μὲν ἀμφὶ γῆν ἔχοντας ᾠόμεθʼ ἂν ψηφίζεσθαι ἀρήγειν, τοὺς δὲ τεχνίτας μὴ μάχεσθαι, ἀλλʼ ὅπερ πεπαίδευνται καθῆσθαι μήτε πονοῦντας μήτε κινδυνεύοντας.
“因为在那种情况下,我们认为从事农业的人会投票赞成保卫土地,而技工们则会选择不参战,只管按照他们所受的训练坐着不动,既不吃苦也不冒险。”
ἐδοκιμάσαμεν δὲ ἀνδρὶ καλῷ τε κἀγαθῷ ἐργασίαν εἶναι καὶ ἐπιστήμην κρατίστην γεωργίαν, ἀφʼ ἧς τὰ ἐπιτήδεια ἄνθρωποι πορίζονται.
“我们还认定,对于一位高尚正直的人而言,最好的工作和知识莫过于农业,人们正是依靠它获得生活必需品。”
αὕτη γὰρ ἡ ἐργασία μαθεῖν τε ῥᾴστη ἐδόκει εἶναι καὶ ἡδίστη ἐργάζεσθαι, καὶ τὰ σώματα κάλλιστά τε καὶ εὐρωστότατα παρέχεσθαι, καὶ ταῖς ψυχαῖς ἥκιστα ἀσχολίαν παρέχειν φίλων τε καὶ πόλεων συνεπιμελεῖσθαι.
“因为这项工作看来最容易学习,劳作起来最令人愉悦,能塑造出最健美坚韧的体魄,并且给灵魂留出的空闲最多,以便协同顾及朋友和城邦。”
συμπαροξύνειν δέ τι ἐδόκει ἡμῖν καὶ εἰς τὸ ἀλκίμους εἶναι ἡ γεωργία ἔξω τῶν ἐρυμάτων τὰ ἐπιτήδεια φύουσά τε καὶ τρέφουσα τοὺς ἐργαζομένους. διὰ ταῦτα δὲ καὶ εὐδοξοτάτη εἶναι πρὸς τῶν πόλεων αὕτη ἡ βιοτεία, ὅτι καὶ πολίτας ἀρίστους καὶ εὐνουστάτους παρέχεσθαι δοκεῖ τῷ κοινῷ.
“而且在我们看来,农业还在城垒之外出产必需品并养育耕作者,从而对人们的勇敢起到了激励的作用。正因如此,这种生活方式在各城邦中享有最高的声誉,因为它似乎为公共社会培养出了最优秀、最忠诚的公民。”
καὶ ὁ Κριτόβουλος· ὅτι μέν, ὦ Σώκρατες, κάλλιστόν τε καὶ ἄριστον καὶ ἥδιστον ἀπὸ γεωργίας τὸν βίον ποιεῖσθαι πάνυ μοι δοκῶ πεπεῖσθαι ἱκανῶς· ὅτι δὲ ἔφησθα καταμαθεῖν τὰ αἴτια τῶν τε οὕτω γεωργούντων ὥστε ἀπὸ τῆς γεωργίας ἀφθόνως ἔχειν ὧν δέονται καὶ τῶν οὕτως ἐργαζομένων ὡς μὴ λυσιτελεῖν αὐτοῖς τὴν γεωργίαν, καὶ ταῦτʼ ἄν μοι δοκῶ ἡδέως ἑκάτερα ἀκούειν σου, ὅπως ἃ μὲν ἀγαθά ἐστι ποιῶμεν, ἃ δὲ βλαβερὰ μὴ ποιῶμεν.
克里托布洛斯说:“苏格拉底啊,通过农业谋生是最高尚、最好也是最愉快的,这一点我觉得自己已经完全信服了。但你曾说过,你已经查明了那些务农因而从农事中丰衣足食之人的原因,以及那些劳作却使农事变得无利可图之人的原因;我觉得自己很乐意听你讲述这两方面的缘由,以便我们择善而行,避开有害之事。”
τί οὖν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, ἄν σοι ἐξ ἀρχῆς διηγήσωμαι3 ὡς συνεγενόμην ποτὲ ἀνδρί, ὃς ἐμοὶ ἐδόκει εἶναι τῷ ὄντι τούτων τῶν ἀνδρῶν ἐφʼ οἷς τοῦτο τὸ ὄνομα δικαίως ἐστὶν ὃ καλεῖται καλός τε κἀγαθὸς ἀνήρ; πάνυ ἄν, ἔφη ὁ Κριτόβουλος, βουλοίμην ἂν οὕτως ἀκούειν, ὡς καὶ ἔγωγε ἐρῶ τούτου τοῦ ὀνόματος ἄξιος γενέσθαι.
“那么,克里托布洛斯,”苏格拉底说,“如果我从头向你讲述,我曾如何遇见一个人,在我看来他确实名副其实地配得上‘高尚正直之士’这一称号,你看怎样?” “我非常渴望听你这样讲,”克里托布洛斯说,“因为我自己也切望能配得上这个称号。”
λέξω τοίνυν σοι, ἔφη ὁ Σωκράτης, ὡς καὶ ἦλθον ἐπὶ τὴν σκέψιν αὐτοῦ. τοὺς μὲν γὰρ ἀγαθοὺς τέκτονας, χαλκέας ἀγαθούς, ζωγράφους ἀγαθούς, ἀνδριαντοποιούς, καὶ τἆλλα τὰ τοιαῦτα, πάνυ ὀλίγος μοι χρόνος ἐγένετο ἱκανὸς περιελθεῖν τε καὶ θεάσασθαι τὰ δεδοκιμασμένα καλὰ ἔργα αὐτοῖς εἶναι.
“那么我就告诉你,”苏格拉底说,“我是如何着手进行这番考察的。因为对于优秀的木匠、优秀的铜匠、优秀的画家、雕塑家以及其他诸如此类的人,只需极少的时间,就足以让我走访并观赏他们那些公认为精美的作品。”
ὅπως δὲ δὴ καὶ τοὺς ἔχοντας τὸ σεμνὸν ὄνομα τοῦτο τὸ καλός τε κἀγαθὸς ἐπισκεψαίμην, τί ποτε ἐργαζόμενοι τοῦτʼ ἀξιοῖντο καλεῖσθαι, πάνυ μου ἡ ψυχὴ ἐπεθύμει αὐτῶν τινι συγγενέσθαι.
“然而,为了考察那些享有‘高尚正直’这一崇高称号的人究竟凭着什么作为才配受此称呼,我的心灵极其渴望与他们当中的某一位结识交往。”
καὶ πρῶτον μὲν ὅτι προσέκειτο τὸ καλὸς τῷ ἀγαθῷ, ὅντινα ἴδοιμι καλόν, τούτῳ προσῄειν καὶ ἐπειρώμην καταμανθάνειν εἴ που ἴδοιμι προσηρτημένον τῷ καλῷ τὸ ἀγαθόν.
“起初,因为‘高尚(美)’与‘正直(善)’连在一起,每当我见到外表俊美的人,我便走上前去,试图弄清能否在美貌之处见到美德的相伴。”
ἀλλʼ οὐκ ἄρα εἶχεν οὕτως, ἀλλʼ ἐνίους ἐδόκουν καταμανθάνειν τῶν καλῶν τὰς μορφὰς πάνυ μοχθηροὺς ὄντας τὰς ψυχάς. ἔδοξεν οὖν μοι ἀφέμενον τῆς καλῆς ὄψεως ἐπʼ αὐτῶν τινα ἐλθεῖν τῶν καλουμένων καλῶν τε κἀγαθῶν.
“然而事情完全不是这样;我反倒发现,某些容貌俊美的人,灵魂却极其恶劣。因此我认为,应当撇开美丽的外貌,直接去找那些被公称为‘高尚正直’的人。”
ἐπεὶ οὖν τὸν Ἰσχόμαχον ἤκουον πρὸς πάντων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ ξένων καὶ ἀστῶν καλόν τε κἀγαθὸν ἐπονομαζόμενον, ἔδοξέ μοι τούτῳ πειραθῆναι συγγενέσθαι.
“因此,当我听闻伊斯霍马霍斯受到男人与女人、异乡人与本邦公民全体一致地赞誉为‘高尚正直之人’时,我便决定设法去与他结识。”
- 6.1ὡς τῶν θεῶν κυρίων ὄντων
由 ὡς 引导的属格独立结构,表示说话人所持的主观理由或认定依据(“由于认为神明主宰着……”)。
- 6.6τεκμήριον δὲ σαφέστατον γενέσθαι ἂν τούτου ἔφαμεν, εἰ πολεμίων εἰς τὴν χώραν ἰόντων διακαθίσας τις τοὺς γεωργοὺς καὶ τοὺς τεχνίτας χωρὶς ἑκατέρους ἐπερωτῴη
间接引语中的 ἄν 搭配不定词(γενέσθαι ἄν),在语法上承接从属条件句(εἰ... ἐπερωτῴη,希求语气),相当于直陈结构中的潜在希求式主句(ἂν γένοιτο),表示假设的推论结果。
- 6.12τί οὖν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, ἄν σοι ἐξ ἀρχῆς διηγήσωμαι
用于口语对话中提出提议的惯用结构。此处的 ἄν 是 ἐάν(如果)的缩略,引导带有虚拟语气(διηγήσωμαι)的条件从句,主句谓语发生省略(字面义为“如果我从头向你讲述……那又会怎样呢?”)。
