- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:5.12-5.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底阐述了农业培养协作精神且为诸艺之母;针对克里托布洛斯关于天灾疫病难以预测的质疑,苏格拉底指出农事与战事一样,都离不开对神明的敬奉与祈求。
ἔτι δὲ ἡ γῆ θεὸς οὖσα τοὺς δυναμένους καταμανθάνειν καὶ δικαιοσύνην διδάσκει· τοὺς γὰρ ἄριστα θεραπεύοντας αὐτὴν πλεῖστα ἀγαθὰ ἀντιποιεῖ.1
此外,大地既是神明,也向有领会能力的人传授正义;因为她用最丰厚的美善回报最善加照料她的人。
ἐὰν δʼ ἄρα καὶ ὑπὸ πλήθους ποτὲ στρατευμάτων τῶν ἔργων στερηθῶσιν οἱ ἐν τῇ γεωργίᾳ ἀναστρεφόμενοι καὶ σφοδρῶς καὶ ἀνδρικῶς παιδευόμενοι, οὗτοι εὖ παρεσκευασμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, ἂν μὴ θεὸς ἀποκωλύῃ, δύνανται ἰόντες εἰς τὰς τῶν ἀποκωλυόντων2 λαμβάνειν ἀφʼ ὧν θρέψονται. πολλάκις δʼ ἐν τῷ πολέμῳ καὶ ἀσφαλέστερόν ἐστι σὺν τοῖς ὅπλοις τὴν τροφὴν μαστεύειν ἢ σὺν τοῖς γεωργικοῖς ὀργάνοις.
即使从事农业且受到精力和阳刚之气熏陶的人,有时因大批敌军而失去耕作的田亩,这些人既然身心都做好了充分准备,只要神明不加阻拦,就能够挺进到阻挠者的大地上,夺取借以维生的给养。在战争中,持兵器搜求粮食往往比带着农具更为安全。
συμπαιδεύει δὲ καὶ εἰς τὸ ἐπαρκεῖν ἀλλήλοις ἡ γεωργία. ἐπί τε γὰρ τοὺς πολεμίους σὺν ἀνθρώποις δεῖ ἰέναι, τῆς τε γῆς σὺν ἀνθρώποις ἐστὶν ἡ ἐργασία.
农业还共同训练人们守望相助。因为既需要协同众人去迎敌,土地的耕作也需要协同众人来完成。
τὸν οὖν μέλλοντα εὖ γεωργήσειν δεῖ τοὺς ἐργαστῆρας καὶ προθύμους παρασκευάζειν καὶ πείθεσθαι θέλοντας· τὸν δὲ ἐπὶ πολεμίους ἄγοντα ταὐτὰ δεῖ μηχανᾶσθαι δωρούμενόν τε τοῖς ποιοῦσιν ἃ δεῖ ποιεῖν τοὺς ἀγαθοὺς καὶ κολάζοντα τοὺς ἀτακτοῦντας.
因此,想要经营好农事的人,必须使工人们既热心又乐于顺服;而率军迎敌的人也必须设法达到同样的目的,奖赏那些做优秀之人当做之事的,惩罚那些破坏秩序的。
καὶ παρακελεύεσθαι δὲ πολλάκις οὐδὲν ἧττον δεῖ τοῖς ἐργάταις τὸν γεωργὸν ἢ τὸν στρατηγὸν τοῖς στρατιώταις· καὶ ἐλπίδων δὲ ἀγαθῶν οὐδὲν ἧττον οἱ δοῦλοι τῶν ἐλευθέρων δέονται, ἀλλὰ καὶ μᾶλλον, ὅπως μένειν ἐθέλωσι.
农夫对工人们常常加以劝勉,其必要性绝不亚于将领激励士卒;奴隶们对美好期望的需要绝不亚于自由人,甚至更甚,以便让他们愿意留下来。
καλῶς δὲ κἀκεῖνος εἶπεν ὃς ἔφη τὴν γεωργίαν τῶν ἄλλων τεχνῶν μητέρα καὶ τροφὸν εἶναι. εὖ μὲν γὰρ φερομένης τῆς γεωργίας ἔρρωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασαι, ὅπου δʼ ἂν ἀναγκασθῇ ἡ γῆ χερσεύειν, ἀποσβέννυνται καὶ αἱ ἄλλαι τέχναι σχεδόν τι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
那位称农业为其他一切技艺之母和乳母的人,说得确实很中肯。因为农事繁盛时,其他一切技艺也都强劲有力;但若土地被迫荒芜,无论在陆地还是海洋,其他技艺几乎都会尽数泯灭。
ἀκούσας δὲ ταῦτα ὁ Κριτόβουλος εἶπεν· ἀλλὰ ταῦτα μὲν ἔμοιγε, ὦ Σώκρατες, καλῶς δοκεῖς λέγειν· ὅτι δὲ τῆς γεωργικῆς τὰ πλεῖστά ἐστιν ἀνθρώπῳ ἀδύνατα προνοῆσαι, δῆλον·3 καὶ γὰρ χάλαζαι καὶ πάχναι ἐνίοτε καὶ αὐχμοὶ καὶ ὄμβροι ἐξαίσιοι καὶ ἐρυσῖβαι καὶ ἄλλα πολλάκις τὰ καλῶς ἐγνωσμένα καὶ πεποιημένα ἀφαιροῦνται· καὶ πρόβατα δʼ ἐνίοτε κάλλιστα τεθραμμένα νόσος ἐλθοῦσα κάκιστα ἀπώλεσεν.
克里托布洛斯听罢便说:“但是苏格拉底啊,在这些事情上你说的似乎很有道理;然而显而易见的是,在农事活动中,绝大多数事情是人无法预料的。因为冰雹和霜冻有时会降临,干旱、过量的暴雨、锈病以及其他灾祸常常会剥夺那些精心规划并实施的成果;有时疫病突然袭来,极悲惨地毁灭掉原本养育得最健壮的羊群。”
ἀκούσας δὲ ταῦτα ὁ Σωκράτης εἶπεν· ἀλλʼ ᾤμην ἔγωγέ σε, ὦ Κριτόβουλε, εἰδέναι ὅτι οἱ θεοὶ οὐδὲν ἧττόν εἰσι κύριοι τῶν ἐν τῇ γεωργίᾳ ἔργων ἢ τῶν ἐν τῷ πολέμῳ. καὶ τοὺς μὲν ἐν τῷ πολέμῳ ὁρᾷς, οἶμαι, πρὸ τῶν πολεμικῶν πράξεων ἐξαρεσκομένους τοὺς θεοὺς καὶ ἐπερωτῶντας θυσίαις καὶ οἰωνοῖς ὅ τι τε χρὴ ποιεῖν καὶ ὅ τι μή· περὶ δὲ τῶν γεωργικῶν πράξεων ἧττον οἴει δεῖν τοὺς θεοὺς ἱλάσκεσθαι; εὖ γὰρ ἴσθι, ἔφη, ὅτι οἱ σώφρονες καὶ ὑπὲρ ὑγρῶν καὶ ξηρῶν καρπῶν καὶ βοῶν καὶ ἵππων καὶ προβάτων καὶ ὑπὲρ πάντων γε δὴ τῶν κτημάτων τοὺς θεοὺς θεραπεύουσιν.
苏格拉底听了说道:“但我原以为你是知道的,克里托布洛斯,神明对于农事活动的主宰,绝不下于对战事的掌控。我想你看见过那些从事战争的人,在军事行动之前取悦神明,通过献祭与鸟占探问何事当行、何事不当行;难道你以为对于农事活动,向神明祈求庇佑的必要性反而更少吗?你要确知,”他说,“明智之人为了汁液之产(酒与油)和干燥之粮,为了牛、马、羊,实则是为了全部财产,都会侍奉并祈求神明的庇佑。”
- 5.12τοὺς γὰρ ἄριστα θεραπεύοντας αὐτὴν πλεῖστα ἀγαθὰ ἀντιποιεῖ
双宾格结构。动词 ἀντιποιέω 接表示人的宾格(τοὺς ... θεραπεύοντας)与表示事物的中性宾格(πλεῖστα ἀγαθά),意为“以最丰厚的美善回报照料她的人”,符合 ποιέω 类动词接双宾格表示“对某人做某事”的句法用法。
- 5.13εἰς τὰς τῶν ἀποκωλυόντων
介词 εἰς 所支配的阴性复数宾格冠词 τὰς 之后省略了名词(如 χώρας“土地、国土”),意为“挺进到阻挠者们的(领土)中”。
- 5.18ὅτι δὲ τῆς γεωργικῆς τὰ πλεῖστά ἐστιν ἀνθρώπῳ ἀδύνατα προνοῆσαι, δῆλον
语序倒置。ὅτι 引导的主语从句置于前,主句谓语 δῆλον [ἐστιν] 位于句末。τῆς γεωργικῆς 为部分属格,修饰 τὰ πλεῖστα(“农业中的绝大多数事情”),ἀδύνατα 为中性复数形容词,与主语 τὰ πλεῖστα 一致,并后接说明性不定式 προνοῆσαι(“对于人来说不可能预见”)。
