- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:5.1-5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底赞美农事,论证农事既能带来享乐、增加家产,又能强健自由人的体魄,培养国防与狩猎技能,并增进对神明的虔敬与家庭的和谐。
ταῦτα δέ, ὦ Κριτόβουλε, ἐγὼ διηγοῦμαι, ἔφη ὁ Σωκράτης, ὅτι τῆς γεωργίας οὐδʼ οἱ πάνυ μακάριοι δύνανται ἀπέχεσθαι.1 ἔοικε γὰρ ἡ ἐπιμέλεια αὐτῆς εἶναι ἅμα τε ἡδυπάθειά τις καὶ οἴκου αὔξησις καὶ σωμάτων ἄσκησις εἰς τὸ δύνασθαι ὅσα ἀνδρὶ ἐλευθέρῳ προσήκει.2
“克里托布洛斯啊,”苏格拉底说,“我之所以叙述这些,是因为即使最幸福的人也无法脱离农事。因为对农事的操劳,似乎既是一种享受,又是家业的增进,还是为了能够承担起一切适于自由人之事而进行的肉体锻炼。
πρῶτον μὲν γὰρ ἀφʼ ὧν ζῶσιν οἱ ἄνθρωποι, ταῦτα ἡ γῆ φέρει ἐργαζομένοις, καὶ ἀφʼ ὧν τοίνυν ἡδυπαθοῦσι, προσεπιφέρει· ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει· ἔπειτα δὲ ὄψα πολλὰ τὰ μὲν φύει, τὰ δὲ τρέφει· καὶ γὰρ ἡ προβατευτικὴ τέχνη συνῆπται τῇ γεωργίᾳ, ὥστε ἔχειν καὶ θεοὺς ἐξαρέσκεσθαι θύοντας καὶ αὐτοὺς χρῆσθαι.
因为首先,大地把人们赖以为生的东西提供给耕作的人们,并且把人们借以享乐的东西也附带供给他们;其次,人们用来装饰祭坛和神像、以及用来装扮自身的物品,大地也伴随着最甜美的芳香与景致提供出来;接着,很多肉食美味,大地有的自己生出,有的予以喂养;因为牧羊的技艺与农业相连,使人们既能通过献祭取悦神明,又能供自己享用。
παρέχουσα δʼ ἀφθονώτατα τἀγαθὰ οὐκ ἐᾷ ταῦτα μετὰ μαλακίας λαμβάνειν, ἀλλὰ ψύχη τε χειμῶνος καὶ θάλπη θέρους ἐθίζει καρτερεῖν. καὶ τοὺς μὲν αὐτουργοὺς διὰ τῶν χειρῶν γυμνάζουσα ἰσχὺν αὐτοῖς προστίθησι, τοὺς δὲ τῇ ἐπιμελείᾳ γεωργοῦντας ἀνδρίζει πρῴ τε ἐγείρουσα καὶ πορεύεσθαι σφοδρῶς ἀναγκάζουσα. καὶ γὰρ ἐν τῷ χώρῳ καὶ ἐν τῷ ἄστει ἀεὶ ἐν ὥρᾳ αἱ ἐπικαιριώταται πράξεις εἰσίν.
大地虽然极慷慨地提供这一切好物,却不许人们在骄奢软弱中享受它们,而是使人们习惯于耐受严冬的寒冷与酷夏的炎热。对于亲手劳作的人,大地通过双手训练他们,使他们力量倍增;对于通过督导从事农业的人,大地则清晨唤醒他们,强迫他们健步如飞,从而培养他们的阳刚之气。因为无论在农田还是在城邦中,最关紧要的事情总是在适宜的季节与时机。
ἔπειτα ἄν τε σὺν ἵππῳ ἀρήγειν τις τῇ πόλει βούληται, τὸν ἵππον ἱκανωτάτη ἡ γεωργία συντρέφειν, ἄν τε πεζῇ, σφοδρὸν τὸ σῶμα παρέχει· θήραις τε ἐπιφιλοπονεῖσθαι συνεπαίρει τι ἡ γῆ καὶ κυσὶν εὐπέτειαν τροφῆς παρέχουσα καὶ θηρία συμπαρατρέφουσα.
此外,如果有人希望策马保卫城邦,农业最能协助喂养战马;如果步战保卫城邦,农业则提供强健的体魄;大地还通过为猎犬提供便利的饲料并喂养野兽,在某种程度上激励人们勤奋打猎。
ὠφελούμενοι δὲ καὶ οἱ ἵπποι καὶ αἱ κύνες ἀπὸ τῆς γεωργίας ἀντωφελοῦσι τὸν χῶρον, ὁ μὲν ἵππος πρῴ τε κομίζων τὸν κηδόμενον εἰς τὴν ἐπιμέλειαν καὶ ἐξουσίαν παρέχων ὀψὲ ἀπιέναι, αἱ δὲ κύνες τά τε θηρία ἀπερύκουσαι ἀπὸ λύμης καρπῶν καὶ προβάτων καὶ τῇ ἐρημίᾳ τὴν ἀσφάλειαν συμπαρέχουσαι.
而战马与猎犬在受惠于农业的同时,也反过来造福农庄:战马清晨把主理人送到田间督工,并使他能够在傍晚从容离去;猎犬则驱赶野兽,防止果实与牲畜遭损,并为荒郊旷野带来安全。
παρορμᾷ δέ τι καὶ εἰς τὸ ἀρήγειν σὺν ὅπλοις τῇ χώρᾳ καὶ ἡ γῆ τοὺς γεωργοὺς ἐν τῷ μέσῳ τοὺς καρποὺς τρέφουσα τῷ κρατοῦντι λαμβάνειν.3
大地还将庄稼养育于旷野中央,供胜者取用,从而在某种程度上也激励着农民拿起武器保卫土地。
καὶ δραμεῖν δὲ καὶ βαλεῖν καὶ πηδῆσαι τίς ἱκανωτέρους τέχνη γεωργίας παρέχεται; τίς δὲ τοῖς ἐργαζομένοις πλείω τέχνη ἀντιχαρίζεται; τίς δὲ ἥδιον τὸν ἐπιμελόμενον δέχεται προτείνουσα προσιόντι λαβεῖν ὅ τι χρῄζει;
又有哪种技艺比农业更能使人善于奔跑、投掷与跳跃呢?又有哪种技艺比它给予劳动者更丰厚的回报呢?又有哪种技艺比它更悦纳照料它的人,向走近它的人伸手奉上他所需要的一切呢?
τίς δὲ ξένους ἀφθονώτερον δέχεται; χειμάσαι δὲ πυρὶ ἀφθόνῳ καὶ θερμοῖς λουτροῖς ποῦ πλείων εὐμάρεια ἢ ἐν χώρῳ τῳ; ποῦ δὲ ἥδιον θερίσαι ὕδασί τε καὶ πνεύμασι καὶ σκιαῖς ἢ κατʼ ἀγρόν;
又有哪种技艺比它更慷慨地款待宾客呢?哪里能比在某个农庄里更安适地借着充足的柴火与温水澡度过寒冬?又哪里能比在田野间借着流水、清风与树荫更怡人地度过夏日?
τίς δὲ ἄλλη θεοῖς ἀπαρχὰς πρεπωδεστέρας παρέχει ἢ ἑορτὰς πληρεστέρας ἀποδεικνύει; τίς δὲ οἰκέταις προσφιλεστέρα ἢ γυναικὶ ἡδίων ἢ τέκνοις ποθεινοτέρα ἢ φίλοις εὐχαριστοτέρα;
又有其他哪种技艺能向神明供奉更适宜的初熟之物,或呈现出更丰盛的节日呢?对家仆来说又有何事更亲切,对妻子来说有何事更惬意,对孩子们来说有何事更令人向往,对朋友们来说又有何事更令人感激呢?
ἐμοὶ μὲν θαυμαστὸν δοκεῖ εἶναι εἴ τις ἐλεύθερος ἄνθρωπος ἢ κτῆμά τι τούτου ἥδιον κέκτηται ἢ ἐπιμέλειαν ἡδίω τινὰ ταύτης ηὕρηκεν ἢ ὠφελιμωτέραν εἰς τὸν βίον.
在我看来,如果任何自由人拥有了比这更惬意的财产,或者找到了比这更惬意、或者对一生更有益的操劳事业,那都是件令人不可思议的事。”
- 5.1ὅτι τῆς γεωργίας οὐδʼ οἱ πάνυ μακάριοι δύνανται ἀπέχεσθαι
连词 ὅτι 既可理解为引出说明句首 ταῦτα … διηγοῦμαι 的原因从句(“我之所以叙述这些,是因为……”),亦可理解为引出解释性内容从句(“我叙述这些,乃是表明……”)。两者均表明居鲁士的典故旨在证明农业对任何人皆不可或缺。
- 5.1εἰς τὸ δύνασθαι ὅσα ἀνδρὶ ἐλευθέρῳ προσήκει
介词 εἰς 与带冠词不定式 τὸ δύνασθαι 构成目的或结果状语(“为了能够胜任自由人所应承担的一切”),修饰前面的名词短语 σωμάτων ἄσκησις(“肉体锻炼”)。
- 5.7ἐν τῷ μέσῳ τοὺς καρποὺς τρέφουσα τῷ κρατοῦντι λαμβάνειν
介词短语 ἐν τῷ μέσῳ 为习惯用语,意为“在旷野正中 / 如同置于争夺正中的奖品”。不定式 λαμβάνειν 作说明性用法,表目的或结果,与与格 τῷ κρατοῦντι(“供胜者”)搭配,形象地将露天田野中的农作物比作胜者才可占有的公开战利品,从而激发农民奋勇防卫。
