← 色诺芬

经济论

§4.11-4.25

波斯王的乐园与小居鲁士躬耕的轶事

苏格拉底与克里托布洛斯探讨了波斯国王如何兼顾农事与军事并热衷于修建“乐园”,并引述小居鲁士的事例,说明他曾向吕山德自豪地展示自己亲手测量并栽种庭园。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11

καὶ γὰρ σχεδόν τι οἱ κακῶς τὴν χώραν ἐργαζόμενοι οὔτε τοὺς φρουροὺς τρέφουσιν οὔτε τοὺς δασμοὺς δύνανται ἀποδιδόναι. ὅπου δʼ ἂν σατράπης καθιστῆται, οὗτος ἀμφοτέρων τούτων ἐπιμελεῖται.

“因为那些不好好耕作土地的人,几乎既不能供养卫队,也不能缴纳贡赋。而在任命了行省总督的地方,总督则兼管这两项事务。”

§4.12

ἐκ τούτων ὁ Κριτόβουλος εἶπεν· οὐκοῦν εἰ μὲν δὴ ταῦτα ποιεῖ βασιλεύς, ὦ Σώκρατες, οὐδὲν ἔμοιγε δοκεῖ ἧττον τῶν γεωργικῶν ἔργων ἐπιμελεῖσθαι ἢ τῶν πολεμικῶν.

对此,克里托布洛斯说:“那么苏格拉底,如果国王确实在做这些事,在我看来,他对于农事的关照丝毫不少于对战事的关照。”

§4.13

ἔτι δὲ πρὸς τούτοις, ἔφη ὁ Σωκράτης, ἐν ὁπόσαις τε χώραις ἐνοικεῖ καὶ εἰς ὁπόσας ἐπιστρέφεται, ἐπιμελεῖται τούτων ὅπως κῆποί τε ἔσονται, οἱ παράδεισοι καλούμενοι, πάντων καλῶν τε κἀγαθῶν μεστοὶ ὅσα ἡ γῆ φύειν θέλει,1 καὶ ἐν τούτοις αὐτὸς τὰ πλεῖστα διατρίβει, ὅταν μὴ ἡ ὥρα τοῦ ἔτους ἐξείργῃ.

“此外,”苏格拉底说,“在他居住和巡幸的所有地方,他都注意使那里建有庭园,即所谓的‘乐园’,里面长满土地所愿生出的一切美好之物;只要季节气候不阻碍,他本人绝大部分时间都在这些地方度过。”

§4.14

νὴ Δίʼ, ἔφη ὁ Κριτόβουλος, ἀνάγκη τοίνυν, ὦ Σώκρατες, ἔνθα γε διατρίβει αὐτός, καὶ ὅπως ὡς κάλλιστα κατεσκευασμένοι ἔσονται οἱ παράδεισοι ἐπιμελεῖσθαι δένδρεσι καὶ τοῖς ἄλλοις ἅπασι καλοῖς ὅσα ἡ γῆ φύει.

“以宙斯之名,”克里托布洛斯说,“苏格拉底,那么在他本人度过时间的地方,他必然也会注意用树木和土地所生的其他一切美好之物,将这些乐园尽可能布置得尽善尽美。”

§4.15

φασὶ δέ τινες, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, καὶ ὅταν δῶρα διδῷ ὁ βασιλεύς, πρῶτον μὲν εἰσκαλεῖν τοὺς πολέμῳ ἀγαθοὺς γεγονότας, ὅτι οὐδὲν ὄφελος πολλὰ ἀροῦν, εἰ μὴ εἶεν οἱ ἀρήξοντες· δεύτερον δὲ τοὺς κατασκευάζοντας τὰς χώρας ἄριστα καὶ ἐνεργοὺς ποιοῦντας, λέγοντα ὅτι οὐδʼ ἂν οἱ ἄλκιμοι δύναιντο ζῆν, εἰ μὴ εἶεν οἱ ἐργαζόμενοι.

“克里托布洛斯,”苏格拉底说,“有人说,每当国王颁赐礼物时,首先召入那些在战事中表现英勇的人,因为如果没有人保卫,耕耘再多也毫无用处;其次召入那些把领地建设得最好、耕作得最有成效的人,并说如果没有耕作者,即使英勇之士也无法生存。

§4.16

λέγεται δὲ καὶ Κῦρός ποτε, ὅσπερ εὐδοκιμώτατος δὴ βασιλεὺς γεγένηται, εἰπεῖν τοῖς ἐπὶ τὰ δῶρα κεκλημένοις ὅτι αὐτὸς ἂν δικαίως τὰ ἀμφοτέρων δῶρα λαμβάνοι· κατασκευάζειν τε γὰρ ἄριστος εἶναι ἔφη χώραν καὶ ἀρήγειν τοῖς κατεσκευασμένοις.

据说,那位成为最享有盛誉的君王的居鲁士,有一次对受召领赏的人说,他自己理应同时领受这两方面的赏赐;因为他说自己在建设领地方面是最出色的,在保卫已建设好的成果方面也是最出色的。”

§4.17

Κῦρος μὲν τοίνυν, ἔφη ὁ Κριτόβουλος, ὦ Σώκρατες, καὶ ἐπηγάλλετο οὐδὲν ἧττον, εἰ ταῦτα ἔλεγεν, ἐπὶ τῷ χώρας ἐνεργοὺς ποιεῖν καὶ κατασκευάζειν ἢ ἐπὶ τῷ πολεμικὸς εἶναι.

“那么苏格拉底,”克里托布洛斯说,“如果居鲁士说了这些话,他在使土地充实丰产和建设领地方面所感到的自豪,丝毫不少于他在善于作战方面所感到的自豪。”

§4.18

καὶ ναὶ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, Κῦρός γε, εἰ ἐβίωσεν, ἄριστος ἂν δοκεῖ ἄρχων γενέσθαι·2 καὶ τούτου τεκμήρια ἄλλα τε πολλὰ παρέσχηται καὶ ὁπότε περὶ τῆς βασιλείας τῷ ἀδελφῷ ἐπορεύετο μαχούμενος, παρὰ μὲν Κύρου οὐδεὶς λέγεται αὐτομολῆσαι πρὸς βασιλέα, παρὰ δὲ βασιλέως πολλαὶ μυριάδες πρὸς Κῦρον.

“以宙斯之名,确实如此,”苏格拉底说,“如果居鲁士活下来,看来他会成为最优秀的统治者;关于这一点,他提供了许多其他的证据,尤其是当他率军前往与兄弟争夺王位时,据说没有一个人从居鲁士这边叛逃到国王那边,而从国王那边叛逃到居鲁士身边的却有数万人。

§4.19

ἐγὼ δὲ καὶ τοῦτο ἡγοῦμαι μέγα τεκμήριον ἄρχοντος ἀρετῆς εἶναι, ᾧ ἂν ἑκόντες πείθωνται καὶ ἐν τοῖς δεινοῖς παραμένειν ἐθέλωσιν. ἐκείνῳ δὲ καὶ οἱ φίλοι ζῶντί τε συνεμάχοντο καὶ ἀποθανόντι συναπέθανον πάντες περὶ τὸν νεκρὸν μαχόμενοι πλὴν Ἀριαίου· Ἀριαῖος δʼ ἔτυχεν ἐπὶ τῷ εὐωνύμῳ κέρατι τεταγμένος.

而我认为,这一点也是统治者之美德的一个伟大明证,即人们心甘情愿地服从他,并愿意在危难之中留在他身边。事实上,他的朋友们在他生前与他并肩作战,在他战死后,除了阿里埃乌斯以外,所有人都在他的遗体周围战斗并一同赴死;而阿里埃乌斯当时恰好被部署在左翼。

§4.20

οὗτος τοίνυν ὁ Κῦρος λέγεται Λυσάνδρῳ, ὅτε ἦλθεν ἄγων αὐτῷ τὰ παρὰ τῶν συμμάχων δῶρα, ἄλλα τε φιλοφρονεῖσθαι, ὡς αὐτὸς ἔφη ὁ Λύσανδρος ξένῳ ποτέ τινι ἐν Μεγάροις διηγούμενος, καὶ τὸν ἐν Σάρδεσι παράδεισον ἐπιδεικνύναι αὐτὸν ἔφη.

相传正是这位居鲁士,当吕山德带着同盟者的礼物前来拜见他时,在其他方面对他殷勤款待——正如吕山德本人后来在墨伽拉向一位客人叙述的那样——而且他说居鲁士亲自领他参观了位于萨耳狄斯的乐园。

§4.21

ἐπεὶ δὲ ἐθαύμαζεν αὐτὸν ὁ Λύσανδρος ὡς καλὰ μὲν τὰ δένδρα εἴη, διʼ ἴσου δὲ τὰ πεφυτευμένα, ὀρθοὶ δὲ οἱ στίχοι τῶν δένδρων, εὐγώνια δὲ πάντα καλῶς εἴη, ὀσμαὶ δὲ πολλαὶ καὶ ἡδεῖαι συμπαρομαρτοῖεν αὐτοῖς περιπατοῦσι, καὶ ταῦτα θαυμάζων εἶπεν· ἀλλʼ ἐγώ τοι, ὦ Κῦρε, πάντα μὲν ταῦτα θαυμάζω ἐπὶ τῷ κάλλει, πολὺ δὲ μᾶλλον ἄγαμαι τοῦ καταμετρήσαντός σοι καὶ διατάξαντος3 ἕκαστα τούτων·

当吕山德对乐园赞叹不已时——看到树木多么美丽,种植得多么匀称,林木的行列多么笔直,所有的夹角都如此规整美好,当他们漫步时又有许多芬芳甜美的气息伴随着他们——他在惊叹中说道:‘居鲁士啊,我为这一切的美丽而惊叹,但我更佩服那位为你测量并布置好这一切的人。’

§4.22

ἀκούσαντα δὲ ταῦτα τὸν Κῦρον ἡσθῆναί τε καὶ εἰπεῖν· ταῦτα τοίνυν, ὦ Λύσανδρε, ἐγὼ πάντα καὶ διεμέτρησα καὶ διέταξα, ἔστι δʼ αὐτῶν, φάναι, ἃ καὶ ἐφύτευσα αὐτός.

居鲁士听了这话十分高兴,说道:‘吕山德啊,这一切全是我亲自测量并布置的,甚至其中有些树,’他说,‘还是我自己亲手种植的呢。’

§4.23

καὶ ὁ Λύσανδρος ἔφη, ἀποβλέψας εἰς αὐτὸν καὶ ἰδὼν τῶν τε ἱματίων τὸ κάλλος ὧν εἶχε καὶ τῆς ὀσμῆς αἰσθόμενος καὶ τῶν στρεπτῶν καὶ τῶν ψελίων τὸ κάλλος καὶ τοῦ ἄλλου κόσμου οὗ εἶχεν, εἰπεῖν· τί λέγεις, φάναι, ὦ Κῦρε; ἦ γὰρ σὺ ταῖς σαῖς χερσὶ τούτων τι ἐφύτευσας;

吕山德说,自己注视着他,看着他所穿长袍的美丽,闻着他身上的香气,看着他项圈和手镯的美丽以及身上佩戴的其他饰物,便说道:‘居鲁士,你说什么呢?难道你真的用自己的双手种植了这其中的一些吗?’

§4.24

καὶ τὸν Κῦρον ἀποκρίνασθαι· θαυμάζεις τοῦτο, [;ἔφη,]; ὦ Λύσανδρε; ὄμνυμί σοι τὸν Μίθρην, ὅτανπερ ὑγιαίνω, μηπώποτε δειπνῆσαι πρὶν ἱδρῶσαι4 ἢ τῶν πολεμικῶν τι ἢ τῶν γεωργικῶν ἔργων μελετῶν ἢ ἀεὶ ἕν γέ τι φιλοτιμούμενος.

居鲁士回答道:‘吕山德,你对此感到奇怪吗?我指着密特拉神向你发誓,只要我身体健康,在练习某种战事或农事的劳作、或者始终为某件事情奋力流汗之前,我从未用过晚餐。’

§4.25

καὶ αὐτὸς μέντοι ἔφη ὁ Λύσανδρος ἀκούσας ταῦτα δεξιώσασθαί τε αὐτὸν καὶ εἰπεῖν· δικαίως μοι δοκεῖς, ὦ Κῦρε, εὐδαίμων εἶναι· ἀγαθὸς γὰρ ὢν ἀνὴρ εὐδαιμονεῖς.

吕山德说,自己听了这话便握住他的右手说道:‘居鲁士,在我看来,你享有福分是理所当然的;因为你是一个贤良之人,所以你才享此福祉。’”

语法注4 条
  1. 4.13ὅσα ἡ γῆ φύειν θέλει

    动词 θέλω 本用于表示有情物的意愿,在此拟人化地指涉大地(ἡ γῆ)的本性倾向或产出能力,属惯用表达,意为“凡土地所愿生出的一切”。

  2. 4.18ἄριστος ἂν δοκεῖ ἄρχων γενέσθαι

    虚词 ἄν 修饰不定式 γενέσθαι,与个人人称动词 δοκεῖ(主语为 Κῦρος)搭配,呼应前文条件从句 εἰ ἐβίωσεν,构成反事实虚拟语气的推测结果,意为“看来他(若活下来)本会成为最优秀的统治者”。

  3. 4.21τοῦ καταμετρήσαντός σοι καὶ διατάξαντος

    属格分词短语 τοῦ καταμετρήσαντος καὶ διατάξαντος 作动词 ἄγαμαι 的宾语,表示赞赏的对象;与格代词 σοι 则是表示利益或关涉的与格(“为你”测量布置之人)。

  4. 4.24μηπώποτε δειπνῆσαι πρὶν ἱδρῶσαι

    由誓愿动词 ὄμνυμι 引导的带否定词 μή 的不定式句式(μηπώποτε δειπνῆσαι)。连接词 πρίν 带不定式 ἱδρῶσαι,表示在用餐之前必须完成的行为:“在流汗之前绝不晚餐”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:4.11-4.25