← 色诺芬

经济论

§4.1-4.10

对手工业的贬抑与波斯王并重军工农务

克里托布洛斯与苏格拉底排除了有损身心的手工业技艺,将目光聚焦于军事与农业。苏格拉底以波斯国王的统治为例,阐述其如何通过周密的巡查与赏罚制度,使国防战备与土地开垦耕作受到同等力度的重视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἀλλὰ πάσας μὲν τί σε δεῖ ἐπιδεικνύναι, ὦ Σώκρατες; ἔφη ὁ Κριτόβουλος· οὔτε γὰρ κτήσασθαι πασῶν τῶν τεχνῶν ἐργάτας ῥᾴδιον οἵους δεῖ, οὔτε ἔμπειρον γενέσθαι αὐτῶν οἷόν τε, ἀλλʼ αἳ δοκοῦσι κάλλισται τῶν ἐπιστημῶν καὶ ἐμοὶ πρέποι ἂν μάλιστα ἐπιμελομένῳ,1 ταύτας μοι καὶ αὐτὰς ἐπιδείκνυε καὶ τοὺς πράττοντας αὐτάς, καὶ αὐτὸς δὲ ὅ τι δύνασαι συνωφέλει εἰς ταῦτα διδάσκων.

“然而苏格拉底,”克里托布洛斯说,“你何必要把所有的技艺都向我指明呢?因为既不容易获得所有行业中应有的熟练工匠,自己也不可能精通所有的技艺;倒不如把那些知识中看似最美好、最适合我来操持的行业本身以及从事这些行业的人指明给我,并且你本人也尽你所能,通过施教来协助我从事这些事。”

§4.2

ἀλλὰ καλῶς, ἔφη, λέγεις, ὦ Κριτόβουλε. καὶ γὰρ αἵ γε βαναυσικαὶ καλούμεναι καὶ ἐπίρρητοί εἰσι καὶ εἰκότως μέντοι πάνυ ἀδοξοῦνται πρὸς τῶν πόλεων. καταλυμαίνονται γὰρ τὰ σώματα τῶν τε ἐργαζομένων καὶ τῶν ἐπιμελομένων, ἀναγκάζουσαι καθῆσθαι καὶ σκιατραφεῖσθαι, ἔνιαι δὲ καὶ πρὸς πῦρ ἡμερεύειν. τῶν δὲ σωμάτων θηλυνομένων καὶ αἱ ψυχαὶ πολὺ ἀρρωστότεραι γίγνονται.

“克里托布洛斯,你说得很对,”他说。“因为事实上,所谓的手工业技艺既备受指责,自然也完全不受各城邦的尊崇。因为它们毁坏从事者和督导者的体魄,强迫人们久坐室内、在阴凉中养育,其中有些工种甚至要整日围着炉火。而随着肉体变得柔弱,灵魂也变得衰弱得多。

§4.3

καὶ ἀσχολίας δὲ μάλιστα ἔχουσι καὶ φίλων καὶ πόλεως συνεπιμελεῖσθαι αἱ βαναυσικαὶ καλούμεναι. ὥστε οἱ τοιοῦτοι δοκοῦσι κακοὶ καὶ φίλοις χρῆσθαι καὶ ταῖς πατρίσιν ἀλεξητῆρες εἶναι. καὶ ἐν ἐνίαις μὲν τῶν πόλεων, μάλιστα δὲ ἐν ταῖς εὐπολέμοις δοκούσαις εἶναι, οὐδʼ ἔξεστι τῶν πολιτῶν οὐδενὶ βαναυσικὰς τέχνας ἐργάζεσθαι.

而且所谓的手工业技艺极度剥夺了兼顾朋友和城邦的闲暇。因此,这样的人在与朋友交往时显得拙劣,在作为祖国的保卫者时也显得无能。在一些城邦中,尤其在那些被认为擅长战事的城邦里,甚至根本不允许任何公民从事手工业技艺。”

§4.4

ἡμῖν δὲ δὴ ποίαις συμβουλεύεις, ὦ Σώκρατες, χρῆσθαι; ἆρʼ, ἔφη ὁ Σωκράτης, μὴ αἰσχυνθῶμεν2 τὸν Περσῶν βασιλέα μιμήσασθαι; ἐκεῖνον γάρ φασιν ἐν τοῖς καλλίστοις τε καὶ ἀναγκαιοτάτοις ἡγούμενον εἶναι ἐπιμελήμασι γεωργίαν τε καὶ τὴν πολεμικὴν τέχνην τούτων ἀμφοτέρων ἰσχυρῶς ἐπιμελεῖσθαι. καὶ ὁ Κριτόβουλος ἀκούσας ταῦτα εἶπε· καὶ τοῦτο, ἔφη, πιστεύεις, ὦ Σώκρατες, βασιλέα τὸν Περσῶν γεωργίας τι συνεπιμελεῖσθαι; ὧδʼ ἄν, ἔφη ὁ Σωκράτης, ἐπισκοποῦντες, ὦ Κριτόβουλε, ἴσως ἂν καταμάθοιμεν εἴ τι συνεπιμελεῖται. τῶν μὲν γὰρ πολεμικῶν ἔργων ὁμολογοῦμεν αὐτὸν ἰσχυρῶς ἐπιμελεῖσθαι, ὅτι ἐξ ὁπόσωνπερ ἐθνῶν λαμβάνει τι, τέταχε τῷ ἄρχοντι ἑκάστῳ εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας3 καὶ τοξότας καὶ σφενδονήτας καὶ γερροφόρους, οἵτινες τῶν τε ὑπʼ αὐτοῦ ἀρχομένων ἱκανοὶ ἔσονται κρατεῖν καὶ ἂν πολέμιοι ἐπίωσιν, ἀρήξουσι τῇ χώρᾳ, χωρὶς δὲ τούτων φύλακας ἐν ταῖς ἀκροπόλεσι τρέφει· καὶ τὴν μὲν τροφὴν τοῖς φρουροῖς δίδωσιν ὁ ἄρχων ᾧ τοῦτο προστέτακται, βασιλεὺς δὲ κατʼ ἐνιαυτὸν ἐξέτασιν ποιεῖται τῶν μισθοφόρων καὶ τῶν ἄλλων οἷς ὡπλίσθαι προστέτακται, καὶ πάντας ἅμα συνάγων πλὴν τοὺς ἐν ταῖς ἀκροπόλεσιν ἔνθα δὴ ὁ σύλλογος καλεῖται· καὶ τοὺς μὲν ἀμφὶ τὴν ἑαυτοῦ οἴκησιν αὐτὸς ἐφορᾷ, τοὺς δὲ πρόσω ἀποικοῦντας πιστοὺς πέμπει ἐπισκοπεῖν·

“那么苏格拉底,你究竟建议我们从事哪些技艺呢?”苏格拉底说:“我们难道会耻于效仿波斯国王吗?因为据说他把农事和战事技艺视为最美好、最不可或缺的关照事项,对这两者都极加尽心料理。”克里托布洛斯听了这话,说道: “苏格拉底,你真的相信波斯国王对农业会有所兼顾吗?”苏格拉底说:“克里托布洛斯,如果我们按照下面的方式来考察,或许就能明白他是否有所兼顾了。因为对于战事,我们一致承认他极其尽心料理,因为凡是他征收贡赋的部族,他都向每一个主管长官规定了必须为多少骑兵、弓兵、投石兵和执柳条编盾的兵士提供给养,这些人既足以管束受他统治的臣民,而且如果敌人来袭,也足以守卫疆土;此外,他还在各卫城中供养守备队。驻军的给养由被委派这项职责的长官发给,而国王每年都对雇佣兵以及被指定武装的其他人员进行检阅,将除了各卫城驻军之外的所有人集合在一起,前往所谓的点兵场;对于在自己住所周围的人员,他亲自视察,而对于居住遥远的人员,他则派遣亲信前去视察。

§4.7

καὶ οἳ μὲν ἂν φαίνωνται τῶν φρουράρχων καὶ τῶν χιλιάρχων καὶ τῶν σατραπῶν τὸν ἀριθμὸν τὸν τεταγμένον ἔκπλεων ἔχοντες, καὶ τούτους δοκίμοις ἵπποις τε καὶ ὅπλοις κατεσκευασμένους παρέχωσι, τούτους μὲν τοὺς ἄρχοντας καὶ ταῖς τιμαῖς αὔξει καὶ δώροις μεγάλοις καταπλουτίζει, οὓς δʼ ἂν εὕρῃ τῶν ἀρχόντων ἢ καταμελοῦντας τῶν φρουραρχιῶν ἢ κατακερδαίνοντας, τούτους χαλεπῶς κολάζει4 καὶ παύων τῆς ἀρχῆς ἄλλους ἐπιμελητὰς καθίστησι. τῶν μὲν δὴ πολεμικῶν ἔργων ταῦτα ποιῶν δοκεῖ ἡμῖν ἀναμφιλόγως ἐπιμελεῖσθαι.

凡是守军长官、千夫长和行省总督被发现足额齐备所规定的人数,并使他们配备合格的马匹与武器者,国王便用崇高荣誉擢升这些长官,并以丰厚赏赐使他们富足;但如果发现任何长官怠慢守备任务或以此谋取私利,他就严加惩处,撤销其官职而另立其他管事之人。通过做这些事情,在我们看来,他无疑是在尽心料理军事。

§4.8

ἔτι δὲ ὁπόσην μὲν τῆς χώρας διελαύνων ἐφορᾷ αὐτός, καὶ δοκιμάζει, ὁπόσην δὲ μὴ αὐτὸς ἐφορᾷ, πέμπων πιστοὺς ἐπισκοπεῖται. καὶ οὓς μὲν ἂν αἰσθάνηται τῶν ἀρχόντων συνοικουμένην τε τὴν χώραν παρεχομένους καὶ ἐνεργὸν οὖσαν τὴν γῆν καὶ πλήρη δένδρων τε ὧν ἑκάστη φέρει καὶ καρπῶν, τούτοις μὲν χώραν τε ἄλλην προστίθησι καὶ δώροις κοσμεῖ καὶ ἕδραις ἐντίμοις γεραίρει, οἷς δʼ ἂν ὁρᾷ ἀργόν τε τὴν χώραν οὖσαν καὶ ὀλιγάνθρωπον ἢ διὰ χαλεπότητα ἢ διʼ ὕβριν ἢ διʼ ἀμέλειαν, τούτους δὲ κολάζων καὶ παύων τῆς ἀρχῆς ἄρχοντας ἄλλους καθίστησι.

此外,他在巡行时亲自视察的国土,便亲自予以审验;至于他不亲自视察的国土,则派遣亲信前去查验。凡是他察觉有长官使所属地区人口繁茂、土地得到开垦耕耘,并长满各地所产的树木与果实者,他便给这些人加封土地,赐以礼物,并以尊荣的席位褒奖他们;但若见有人因严苛、傲慢或怠忽而导致国土荒芜、人烟稀少,他就予以惩罚,撤销其官职而另立长官。

§4.9

ταῦτα ποιῶν δοκεῖ ἧττον ἐπιμελεῖσθαι ὅπως ἡ γῆ ἐνεργὸς ἔσται ὑπὸ τῶν κατοικούντων ἢ ὅπως εὖ φυλάξεται ὑπὸ τῶν φρουρούντων; καὶ εἰσὶ δʼ αὐτῷ οἱ ἄρχοντες διατεταγμένοι ἐφʼ ἑκάτερον οὐχ οἱ αὐτοί, ἀλλʼ οἱ μὲν ἄρχουσι τῶν κατοικούντων τε καὶ τῶν ἐργατῶν, καὶ δασμοὺς ἐκ τούτων ἐκλέγουσιν, οἱ δʼ ἄρχουσι τῶν ὡπλισμένων τε καὶ τῶν φρουρῶν.

做这些事的人,难道看起来在关照土地由居民耕作上,会不如关照国土由卫军妥善守卫吗?而且在他那里,分别指派担任这两项职务的长官并非同一批人;相反,一批长官统辖居民与劳作之人,并向他们征收贡赋;另一批长官则统领武装部队与驻军。

§4.10

κἂν μὲν ὁ φρούραρχος μὴ ἱκανῶς τῇ χώρᾳ ἀρήγῃ, ὁ τῶν ἐνοικούντων ἄρχων καὶ τῶν ἔργων ἐπιμελούμενος κατηγορεῖ τοῦ φρουράρχου, ὅτι οὐ δύνανται ἐργάζεσθαι διὰ τὴν ἀφυλαξίαν, ἂν δὲ παρέχοντος τοῦ φρουράρχου εἰρήνην τοῖς ἔργοις ὁ ἄρχων ὀλιγάνθρωπόν τε παρέχηται καὶ ἀργὸν τὴν χώραν,5 τούτου αὖ κατηγορεῖ ὁ φρούραρχος.

如果守军长官未能充分保卫国土,统辖居民并照管劳作的长官就会控告守军长官,称由于缺乏护卫而导致人们无法耕作;而如果守军长官为劳作提供了和平环境,长官却使所属地区人烟稀少、土地荒芜,守军长官便反过来控告他。”

语法注5 条
  1. 4.1ἐμοὶ πρέποι ἂν μάλιστα ἐπιμελομένῳ

    分词 ἐπιμελομένῳ 与与格代词 ἐμοί 一致,作环境分词并带有假设意味(“如果由我来操持/对我这个操持者而言”)。πρέποι ἄν 为潜势希求法(potential optative),表示“最适合我去操持的”。

  2. 4.4ἆρʼ, ἔφη ὁ Σωκράτης, μὴ αἰσχυνθῶμεν

    ἆρα μή 通常期待否定回答,此处与第一人称复数虚拟式 αἰσχυνθῶμεν(劝诱/审议性虚拟式)连用,表达委婉或犹豫的自我发问与提议(“我们难道会耻于……吗?”)。

  3. 4.5ὅτι ἐξ ὁπόσωνπερ ἐθνῶν λαμβάνει τι, τέταχε τῷ ἄρχοντι ἑκάστῳ εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας

    间接疑问从句 εἰς ὁπόσους δεῖ διδόναι τροφὴν ἱππέας... 作动词 τέταχε(规定、指派)的宾语。介词短语 εἰς + 宾格(ὁπόσους ἱππέας)表示定额或数量标准(“按多少骑兵的人数 / 为多少名骑兵”)。

  4. 4.7καὶ οἳ μὲν ἂν φαίνωνται... τούτους μὲν τοὺς ἄρχοντας... οὓς δʼ ἂν εὕρῃ... τούτους χαλεπῶς κολάζει

    这是一个对称的对比句式:οἳ μὲν ἂν... τούτους μὲν 与 οὓς δʼ ἂν... τούτους。前半段中,关系代词 οἵ 为主格,作从属分句动词 φαίνωνται 的主语,随后在主句中由宾格指示代词 τούτους μὲν τοὺς ἄρχοντας 作重述回指(resumptive accusative);后半段的 οὕς 则是 εὕρῃ 的宾格宾语,直接与后面的 τούτους 对应。

  5. 4.10ἂν δὲ παρέχοντος τοῦ φρουράρχου εἰρήνην τοῖς ἔργοις ὁ ἄρχων ὀλιγάνθρωπόν τε παρέχηται καὶ ἀργὸν τὴν χώραν

    παρέχοντος τοῦ φρουράρχου 是独立属格结构(genitive absolute),表示背景条件或让步(“尽管守备长官为耕作提供了和平”)。从句主语 ὁ ἄρχων 支配中动相动词 παρέχηται,带双宾格(直接宾语 τὴν χώραν 与作补足语的形容词 ὀλιγάνθρωπόν τε καὶ ἀργόν),意为“使国土呈现出人口稀少且荒芜的状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:4.1-4.10