← 色诺芬

经济论

§3.9-3.16

妻子的教育与家政中的夫妻分工

苏格拉底阐述了应以实践者而非旁观者的态度学习技艺,并与克里托布洛斯探讨了丈夫教育妻子的责任以及夫妻在家政事务中的对等分工。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

θεᾷ γὰρ αὐτοὺς ᾗπερ τοὺς τραγῳδούς τε καὶ κωμῳδούς, οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ,1 ἀλλʼ ὅπως ἡσθῇς ἰδών τι ἢ ἀκούσας· καὶ ταῦτα μὲν ἴσως οὕτως ὀρθῶς ἔχει (οὐ γὰρ ποιητὴς βούλει γενέσθαι), ἱππικῇ δʼ ἀναγκαζόμενος χρῆσθαι οὐ μῶρος οἴει εἶναι εἰ μὴ σκοπεῖς ὅπως μὴ ἰδιώτης ἔσει τούτου τοῦ ἔργου, ἄλλως τε καὶ τῶν αὐτῶν ἵππων ἀγαθῶν εἴς τε τὴν χρῆσιν καὶ κερδαλέων εἰς πώλησιν ὄντων;

“因为你观察他们,正如你看待悲剧演员和喜剧演员一样,我以为,这并非为了使你成为诗人,而是为了让你在耳闻目睹中获得愉悦。在这些事上,这样或许无可厚非(因为你本就不想成为诗人);但既然你不得不从事养马,如果你不留意怎样才能在这桩行当里不当门外汉,难道你自以为不是愚蠢的吗?况且同样的马匹,既利于使用,又宜于售出盈利。”

§3.10

πωλοδαμνεῖν με κελεύεις, ὦ Σώκρατες; οὐ μὰ Δίʼ οὐδέν τι μᾶλλον ἢ καὶ γεωργοὺς ἐκ παιδίων ὠνούμενον κατασκευάζειν, ἀλλʼ εἶναί τινές μοι δοκοῦσιν ἡλικίαι καὶ ἵππων καὶ ἀνθρώπων, αἳ εὐθύς τε χρήσιμοί εἰσι καὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόασιν. ἔχω δʼ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ᾗ ὅτι πλεῖστον λυμαίνονται.

“苏格拉底,你是要我去训驹吗?”“以宙斯起誓,绝非如此,正如我也绝不吩咐你自幼童买来奴隶并培养成农夫一样;然而在我看来,不论马匹还是人,都有某些特定的年龄期,既能即刻派上用场,又会向着更好的方向长进。而且我也能向你指明,有些人对待自己的结发妻子,使其成为共同使家业兴旺的助手;而另一些人的对待方式,却使妻子给家室带来极大的损害。”

§3.11

καὶ τούτου πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα; πρόβατον μέν, ἔφη ὁ Σωκράτης, ὡς ἐπὶ τὸ πολὺ ἂν κακῶς ἔχῃ, τὸν νομέα αἰτιώμεθα, καὶ ἵππος ὡς ἐπὶ τὸ πολὺ ἂν κακουργῇ, τὸν ἱππέα κακίζομεν· τῆς δὲ γυναικός,2 εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθὰ κακοποιεῖ, ἴσως δικαίως ἂν ἡ γυνὴ τὴν αἰτίαν ἔχοι· εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κἀγαθὰ ἀνεπιστήμονι τούτων χρῷτο, ἆρʼ οὐ δικαίως ἂν ὁ ἀνὴρ τὴν αἰτίαν ἔχοι;

“苏格拉底,对此究竟应当归咎于丈夫,还是归咎于妻子呢?”苏格拉底说:“一般来说,如果羊群状况不好,我们归咎于牧人;一般来说,如果马匹性情顽劣,我们指责骑手。至于妻子,如果丈夫教她行善,她却作恶,那么妻子或许应当合理地承担罪责;但如果丈夫并不教她美好的善事,而在她对这些一无所知的情况下对待她,难道丈夫不应当合理地承担罪责吗?”

§3.12

πάντως δʼ, ἔφη, ὦ Κριτόβουλε (φίλοι γάρ ἐσμεν οἱ παρόντες) ἀπαληθεῦσαι δεῖ πρὸς ἡμᾶς. ἔστιν ὅτῳ ἄλλῳ τῶν σπουδαίων πλείω ἐπιτρέπεις ἢ τῇ γυναικί; οὐδενί, ἔφη. ἔστι δὲ ὅτῳ ἐλάττονα διαλέγῃ ἢ τῇ γυναικί;

“总之,克里托布洛斯,”他说,“因为在场的都是朋友,你必须对我们讲出全部实情。除妻子之外,你是否把更重要的事情托付给其他任何人呢?”“没有给过任何人,”他说。“那么,可有任何人,你与他交谈得比与妻子更少呢?”

§3.13

εἰ δὲ μή, οὐ πολλοῖς γε,3 ἔφη. ἔγημας δὲ αὐτὴν παῖδα νέαν μάλιστα καὶ ὡς ἐδύνατο ἐλάχιστα ἑωρακυῖαν καὶ ἀκηκουῖαν; μάλιστα. οὐκοῦν πολὺ θαυμαστότερον εἴ τι ὧν δεῖ λέγειν ἢ πράττειν ἐπίσταιτο ἢ εἰ ἐξαμαρτάνοι.

“纵使不是绝无仅有,至少也没有几个人,”他说。“而你娶她时,她还是个极年轻的少女,尽可能少地见过世面、听过事情,是吗?”“完全如此。”“既然如此,若她懂得任何应当说或做的事情,岂不是比她犯下过失要令人惊奇得多吗?”

§3.14

οἷς δὲ σὺ λέγεις ἀγαθὰς εἶναι γυναῖκας, ὦ Σώκρατες, ἦ αὐτοὶ ταύτας ἐπαίδευσαν; οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι.4 συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἣ ἐπιστημονέστερον ἐμοῦ σοι ταῦτα πάντα ἐπιδείξει.

“苏格拉底,你所说的那些拥有好妻子的人,是他们自己教育了妻子吗?”“没有什么比亲自考察更好的了。我也将把你引荐给阿斯帕西娅,她会比我更有学识地向你指明这整套道理。”

§3.15

νομίζω δὲ γυναῖκα κοινωνὸν ἀγαθὴν οἴκου οὖσαν πάνυ ἀντίρροπον εἶναι τῷ ἀνδρὶ ἐπὶ τὸ ἀγαθόν. ἔρχεται μὲν γὰρ εἰς τὴν οἰκίαν διὰ τῶν τοῦ ἀνδρὸς πράξεων τὰ κτήματα ὡς ἐπὶ τὸ πολύ, δαπανᾶται δὲ διὰ τῶν τῆς γυναικὸς ταμιευμάτων τὰ πλεῖστα· καὶ εὖ μὲν τούτων γιγνομένων αὔξονται οἱ οἶκοι, κακῶς δὲ τούτων πραττομένων οἱ οἶκοι μειοῦνται.

“而且我认为,妻子作为家室的优良合伙人,在趋向良善方面与丈夫具有完全均等的分量。因为家产一般来说是因丈夫的作为而进入家门,但绝大部分则是通过妻子的料理分配而开销出去;如果这些事情做得好,家业就会兴旺;如果料理不善,家产就会耗减。”

§3.16

οἶμαι δέ σοι καὶ τῶν ἄλλων ἐπιστημῶν τοὺς ἀξίως λόγου ἑκάστην ἐργαζομένους ἔχειν ἂν ἐπιδεῖξαί σοι, εἰ τι προσδεῖσθαι νομίζεις.

“而且我认为,关于其他各项专门学问,如果你认为自己还需要什么,我也能向你指明那些以值得称道的方式从事每门行业的人。”

语法注4 条
  1. 3.9οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ

    οὐχ ὅπως 引导否定目的从句(意为“并非为了让你成为诗人”),οὐ 修饰整个从句。插入成分 οἴομαι(我以为)不影响虚拟式 γένῃ 受 ὅπως 支配的语法结构。

  2. 3.11τῆς δὲ γυναικός

    置于句首以对应前句的 πρόβατον 与 ἵππος,起到提示主题的作用(关涉属格或后文结构的先行提起),引出随后关于妻子的条件句。

  3. 3.13εἰ δὲ μή, οὐ πολλοῖς γε

    承接前问(“可有任何人,你与他交谈得比与妻子更少呢?”)的省略惯用表达,意为“即使不是(完全没有),至少也(绝没有)许多人”。

  4. 3.14οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι

    由 οὐδὲν οἷον 与带有定冠词的不定式 τὸ ἐπισκοπεῖσθαι 构成的惯用句式,意为“没有什么比亲自考察更好的了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:3.9-3.16