- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:3.1-3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里托布洛斯催促苏格拉底履行承诺,苏格拉底遂提议带他实地考察,通过房屋建筑、器物整理、奴隶管理、农业耕作和养马等方面善治与不善治的鲜明对比,来展示家政之术。
ἀκούσας ταῦτα ὁ Κριτόβουλος εἶπε· νῦν τοι, ἔφη, ἐγώ σε οὐκέτι ἀφήσω, ὦ Σώκρατες, πρὶν ἄν μοι ἃ ὑπέσχησαι ἐναντίον τῶν φίλων τουτωνὶ ἀποδείξῃς. τί οὖν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, ἄν σοι ἀποδεικνύω πρῶτον μὲν οἰκίας τοὺς μὲν ἀπὸ πολλοῦ ἀργυρίου ἀχρήστους οἰκοδομοῦντας, τοὺς δὲ ἀπὸ πολὺ ἐλάττονος πάντα ἐχούσας ὅσα δεῖ, ἦ δόξω1 ἕν τί σοι τοῦτο τῶν οἰκονομικῶν ἔργων ἐπιδεικνύναι;
克里托布洛斯听了这话后说:“苏格拉底,现在我可绝不再放你走,除非你在眼前这些朋友面前,把你所许诺的事情向我指明。”苏格拉底说:“那么,克里托布洛斯,如果我首先向你指明,有些人耗费巨额金钱却建造出毫无用处的房屋,而另一些人耗费少得多的钱财却建成了具备一切所需设施的住宅,我难道不会被你认为是在向你展示家政事务中的一项作为吗?”
καὶ πάνυ γʼ, ἔφη ὁ Κριτόβουλος. τί δʼ ἂν τὸ τούτου ἀκόλουθον μετὰ τοῦτό σοι ἐπιδεικνύω, τοὺς μὲν πάνυ πολλὰ καὶ παντοῖα κεκτημένους ἔπιπλα, καὶ τούτοις, ὅταν δέωνται, μὴ ἔχοντας χρῆσθαι μηδὲ εἰδότας εἰ σῶά ἐστιν αὐτοῖς, καὶ διὰ ταῦτα πολλὰ μὲν αὐτοὺς ἀνιωμένους, πολλὰ δὲ ἀνιῶντας τοὺς οἰκέτας· τοὺς δὲ οὐδὲν πλέον ἀλλὰ καὶ μείονα τούτων κεκτημένους ἔχοντας εὐθὺς ἕτοιμα [;ὅταν]; ὧν ἂν δέωνται χρῆσθαι.
“非常赞同,”克里托布洛斯说。“那么,若在此之后紧接着向你指明,有些人拥有极多且形形色色的器具什物,可在需要时却无法使用,甚至不知道它们是否完好,并为此自己深感烦恼,也让仆人们大受折磨;而另一些人拥有的并不比他们多,甚至比他们还要少,却能随时备妥一切所需要使用的东西,这又如何呢?”
ἄλλο τι οὖν τούτων ἐστίν, ὦ Σώκρατες, αἴτιον ἢ ὅτι2 τοῖς μὲν ὅπου ἔτυχεν ἕκαστον καταβέβληται, τοῖς δὲ ἐν χώρᾳ ἕκαστα τεταγμένα κεῖται; ναὶ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης· καὶ οὐδʼ ἐν χώρᾳ γʼ ἐν ᾗ ἔτυχεν, ἀλλʼ ἔνθα προσήκει, ἕκαστα διατέτακται. λέγειν τί μοι δοκεῖς, ἔφη, καὶ τοῦτο, ὁ Κριτόβουλος, τῶν οἰκονομικῶν.
“苏格拉底,造成这些现象的原因,难道不正是因为前者随处乱扔每件物品,而后者则是将每件物品井井有条地放在其固定的位置上吗?”“以宙斯起誓,确实如此,”苏格拉底说,“而且甚至不是放置在碰巧的地方,而是将每件物品分门别类地安排在它应当所在的位置。”克里托布洛斯说:“在我看来,你说的这也正是属于家政学的事情。”
τί οὖν, ἄν σοι, ἔφη, καὶ οἰκέτας αὖ ἐπιδεικνύω ἔνθα μὲν πάντας ὡς εἰπεῖν δεδεμένους, καὶ τούτους θαμινὰ ἀποδιδράσκοντας, ἔνθα δὲ λελυμένους καὶ ἐθέλοντάς τε ἐργάζεσθαι καὶ παραμένειν, οὐ καὶ τοῦτό σοι δόξω ἀξιοθέατον τῆς οἰκονομίας ἔργον ἐπιδεικνύναι; ναὶ μὰ Δίʼ, ἔφη ὁ Κριτόβουλος, καὶ σφόδρα γε.
“那么,”他说,“如果我又向你展示奴隶,在某处奴隶可以说是全被捆绑着,而这些人却屡屡逃跑;但在另一处他们没有被捆绑,却自愿劳作并乐意留下,这难道不会被你认为是在向你展示一项值得一观的家政作为吗?”“以宙斯起誓,”克里托布洛斯说,“极为赞同。”
ἂν δὲ καὶ παραπλησίους γεωργίας γεωργοῦντας, τοὺς μὲν ἀπολωλέναι φάσκοντας ὑπὸ γεωργίας καὶ ἀποροῦντας, τοὺς δὲ ἀφθόνως καὶ καλῶς πάντα ἔχοντας ὅσων δέονται ἀπὸ τῆς γεωργίας; ναὶ μὰ Δίʼ, ἔφη ὁ Κριτόβουλος. ἴσως γὰρ ἀναλίσκουσιν οὐκ εἰς ἃ δεῖ μόνον, ἀλλὰ καὶ εἰς ἃ βλάβην φέρει αὐτῷ καὶ τῷ οἴκῳ.
“如果再向你展示那些经营差不多的农场的人,其中一些人声称被务农毁了家业、陷入困顿,而另一些人却从务农中充裕而良好地获得他们所需要的一切,这又如何呢?”“以宙斯起誓,确实如此,”克里托布洛斯说,“因为前者花费的大概不仅是在必需的事物上,还花费在给自己和家室带来损害的事物上。”
εἰσὶ μέν τινες ἴσως, ἔφη ὁ Σωκράτης, καὶ τοιοῦτοι. ἀλλʼ ἐγὼ οὐ τούτους λέγω, ἀλλʼ οἳ οὐδʼ εἰς τἀναγκαῖα ἔχουσι δαπανᾶν, γεωργεῖν φάσκοντες. καὶ τί ἂν εἴη τούτου αἴτιον, ὦ Σώκρατες; ἐγώ σε ἄξω καὶ ἐπὶ τούτους, ἔφη ὁ Σωκράτης· σὺ δὲ θεώμενος δήπου καταμαθήσῃ. νὴ Δίʼ, ἔφη, ἂν δύνωμαί γε.
苏格拉底说:“也许有些人确实如此。但我说的不是这些人,而是那些自称务农、却连必需的开支都无力承担的人。”“苏格拉底,这究竟是什么原因造成的呢?”苏格拉底说:“我也要把你带到这些人那里;你观察之后,自然就会明白。”“以宙斯起誓,只要我能明白的话,”他说。
οὐκοῦν χρὴ θεώμενον σαυτοῦ ἀποπειρᾶσθαι εἰ γνώσῃ. νῦν δʼ ἐγὼ σὲ σύνοιδα ἐπὶ μὲν κωμῳδῶν θέαν καὶ πάνυ πρῲ ἀνιστάμενον καὶ πάνυ μακρὰν ὁδὸν βαδίζοντα καὶ ἐμὲ ἀναπείθοντα3 προθύμως συνθεᾶσθαι· ἐπὶ δὲ τοιοῦτον οὐδέν με πώποτε ἔργον παρεκάλεσας. οὐκοῦν γελοῖός σοι φαίνομαι εἶναι, ὦ Σώκρατες.
“因此,你应当通过观察来检验自己是否能明白。然而据我所知,你去看喜剧时会起得极早,走极远的路,还热切地劝我也一同去观看;但对于这样的正经事,你却从未邀请过我。”“这么说,苏格拉底,我在你看来是可笑的了。”
σαυτῷ δὲ πολὺ νὴ Δίʼ, ἔφη, γελοιότερος. ἂν δὲ καὶ ἀφʼ ἱππικῆς σοι ἐπιδεικνύω τοὺς μὲν εἰς ἀπορίαν τῶν ἐπιτηδείων ἐληλυθότας, τοὺς δὲ διὰ τὴν ἱππικὴν καὶ πάνυ εὐπόρους ὄντας καὶ ἅμα ἀγαλλομένους ἐπὶ τῷ κέρδει; οὐκοῦν τούτους μὲν καὶ ἐγὼ ὁρῶ καὶ οἶδα ἑκατέρους, καὶ οὐδέν τι μᾶλλον τῶν κερδαινόντων γίγνομαι.
“以宙斯起誓,对自己来说你更是可笑得多,”他说。“如果我还向你展示关于养马之事,有些人陷入了生活必需品匮乏的境地,而另一些人却因养马而极其富有、同时还为这笔收益而扬扬得意,这又如何呢?”“这两类人我也都看在眼里、心知肚明,但我并没有因此就更多地成为那些获利者之一啊。”
- 3.1ἄν σοι ἀποδεικνύω ... ἦ δόξω
由假设从句中的 ἄν 搭配虚拟式(ἀποδεικνύω)与主句中的将来时直陈式(δόξω)构成的未来条件句。在随后的段落中,这一“ἂν ... ἐπιδεικνύω”句式被反复使用,作为逐一列举具体考察实例的平行结构。
- 3.3ἄλλο τι οὖν τούτων ἐστίν, ὦ Σώκρατες, αἴτιον ἢ ὅτι
基于 ἄλλο τι ... ἤ(“难道还有别的什么原因,而不是……”)的修辞性疑问句,意在引出肯定的认同。αἴτιον 为主语,ἄλλο τι 为表语,由 ἤ 引导的 ὅτι 从句具体阐述了原因的内容。
- 3.6ἐγὼ σὲ σύνοιδα ... ἀνιστάμενον ... βαδίζοντα ... ἀναπείθοντα
动词 σύνοιδα 通常接与格补足语,但在本句中它支配宾格代词 σέ,后接在性数格上与之呼应的宾格分词(ἀνιστάμενον、βαδίζοντα、ἀναπείθοντα),构成了“宾格+分词”的认知动词复合结构(“我知道你起身……”)。
