- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:2.9-2.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里托布洛斯因畏惧困窘而请求苏格拉底庇护其家业,苏格拉底以自身缺乏管理经验为由加以推辞,但提出将他引荐给城中精于此道的高手。
καὶ ὁ Κριτόβουλος εἶπεν· ἐγὼ τούτοις, ὦ Σώκρατες, οὐκ ἔχω ἀντιλέγειν· ἀλλʼ ὥρα σοι προστατεύειν ἐμοῦ, ὅπως μὴ τῷ ὄντι οἰκτρὸς γένωμαι. ἀκούσας οὖν ὁ Σωκράτης εἶπε· καὶ οὐ θαυμαστὸν δοκεῖς, ὦ Κριτόβουλε, τοῦτο σαυτῷ ποιεῖν, ὅτι ὀλίγῳ μὲν πρόσθεν, ὅτε ἐγὼ ἔφην πλουτεῖν, ἐγέλασας ἐπʼ ἐμοὶ ὡς οὐδὲ εἰδότι ὅ τι εἴη πλοῦτος, καὶ πρότερον οὐκ ἐπαύσω πρὶν ἐξήλεγξάς με1 καὶ ὁμολογεῖν ἐποίησας μηδὲ ἑκατοστὸν μέρος τῶν σῶν κεκτῆσθαι, νῦν δὲ κελεύεις προστατεύειν μέ σου καὶ ἐπιμελεῖσθαι ὅπως ἂν μὴ παντάπασιν ἀληθῶς πένης γένοιο;
克里托布洛斯说:“苏格拉底,对此我无从反驳;但现在正是你该庇护我的时候,免得我真的变得可怜。”苏格拉底听后说:“克里托布洛斯,你自己不觉得做这种事很奇怪吗?不久前我说自己富有的时候,你嘲笑我,就好像我连财富是什么都不知道似的,直到你驳倒我、让我承认自己拥有的甚至不及你财产的百分之一才肯罢休;可现在你却让我庇护你,照顾你免得彻底变成一个名副其实的穷光蛋吗?”
ὁρῶ γάρ σε, ἔφη, ὦ Σώκρατες, ἕν τι πλουτηρὸν ἔργον ἐπιστάμενον περιουσίαν ποιεῖν. τὸν οὖν ἀπʼ ὀλίγων περιποιοῦντα ἐλπίζω ἀπὸ πολλῶν γʼ ἂν πάνυ ῥᾳδίως πολλὴν περιουσίαν ποιῆσαι.
他说:“因为苏格拉底,我看到你懂得一项致富的技能,那就是创造盈余。因此我期望,一个能从少量财富中产生盈余的人,必定能轻而易举地从巨量财富中创造出巨大的盈余。”
οὔκουν μέμνησαι ἀρτίως ἐν τῷ λόγῳ ὅτε οὐδʼ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησας, λέγων ὅτι τῷ μὴ ἐπισταμένῳ ἵπποις χρῆσθαι οὐκ εἴη χρήματα οἱ ἵπποι οὐδὲ ἡ γῆ οὐδὲ τὰ πρόβατα οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲ ἓν ὅτῳ τις μὴ ἐπίσταιτο χρῆσθαι; εἰσὶ μὲν οὖν αἱ πρόσοδοι ἀπὸ τῶν τοιούτων· ἐμὲ δὲ πῶς τινὶ τούτων οἴει ἂν ἐπιστηθῆναι χρῆσθαι, ᾧ τὴν ἀρχὴν οὐδὲν πώποτʼ ἐγένετο τούτων;
“难道你不记得刚才在谈话中,你连让我出声反驳的机会都不给,说对于一个不懂得使用马匹的人,马匹、土地、羊群、银钱,以及任何他不懂得使用的东西,都不是财富吗?收入正是来源于这些东西;然而对于从一开始就从未拥有过这些东西的我,你又怎能认为我知道如何使用其中的任何一样呢?”
ἀλλʼ ἐδόκει ἡμῖν, καὶ εἰ μὴ χρήματά τις τύχοι ἔχων, ὅμως εἶναί τις ἐπιστήμη οἰκονομίας. τί οὖν κωλύει καὶ σὲ ἐπίστασθαι; ὅπερ νὴ Δία καὶ αὐλεῖν ἂν κωλύσειεν ἄνθρωπον ἐπίστασθαι, εἰ μήτε αὐτὸς πώποτε κτήσαιτο αὐλοὺς μήτε ἄλλος αὐτῷ παράσχοι ἐν τοῖς αὑτοῦ μανθάνειν· οὕτω δὴ καὶ ἐμοὶ ἔχει περὶ τῆς οἰκονομίας.
“但我们之前一致认为,即便一个人碰巧没有财产,也依然存在着某种家政知识。那么,又有什么妨碍你也懂得它呢?”“以宙斯起誓,妨碍我的,恰恰就是妨碍一个人学会吹笛子的原因——如果他自己从未拥有过笛子,别人也从未提供自己的笛子让他用来学习的话。对于家政学,我的情况也正是如此。”
οὔτε γὰρ αὐτὸς ὄργανα χρήματα ἐκεκτήμην, ὥστε μανθάνειν, οὔτε ἄλλος πώποτέ μοι παρέσχε τὰ ἑαυτοῦ διοικεῖν ἀλλʼ ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν.2 οἱ δὲ δήπου τὸ πρῶτον μανθάνοντες κιθαρίζειν καὶ τὰς λύρας λυμαίνονται· καὶ ἐγὼ δὴ εἰ ἐπιχειρήσαιμι ἐν τῷ σῷ οἴκῳ μανθάνειν οἰκονομεῖν, ἴσως ἂν καταλυμηναίμην ἄν σου τὸν οἶκον.
“因为我自己从未拥有过作为学习工具的财富,除你如今愿意提供之外,别人也从未将自己的财产交给我来管理。可是,初学弹琴的人往往会弄坏琴;因此,如果我试图在你的府上学习治理家政,我也许会把你的家业彻底败光呢。”
πρὸς ταῦτα ὁ Κριτόβουλος εἶπε· προθύμως γε, ὦ Σώκρατες, ἀποφεύγειν μοι πειρᾷ μηδέν με συνωφελῆσαι εἰς τὸ ῥᾷον ὑποφέρειν τὰ ἐμοὶ ἀναγκαῖα πράγματα. οὐ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, οὐκ ἔγωγε, ἀλλʼ ὅσα ἔχω καὶ πάνυ προθύμως ἐξηγήσομαί σοι.
对此克里托布洛斯说:“苏格拉底,你正极力推脱我,不愿向我提供任何帮助,好让我更容易地承受我那些必要的负担。”“以宙斯起誓,”苏格拉底说,“我绝非如此,凡是我所拥有的,我都会极其热诚地向你阐明。”
οἶμαι δʼ ἂν καὶ εἰ ἐπὶ πῦρ ἐλθόντος σου καὶ μὴ ὄντος παρʼ ἐμοί, εἰ ἄλλοσε ἡγησάμην ὁπόθεν σοι εἴη λαβεῖν, οὐκ ἂν ἐμέμφου μοι, καὶ εἰ ὕδωρ παρʼ ἐμοῦ αἰτοῦντί σοι αὐτὸς μὴ ἔχων ἄλλοσε καὶ ἐπὶ τοῦτο ἤγαγον, οἶδʼ ὅτι οὐδʼ ἂν τοῦτό μοι ἐμέμφου, καὶ εἰ βουλομένου μουσικὴν μαθεῖν σου παρʼ ἐμοῦ δείξαιμί σοι πολὺ δεινοτέρους ἐμοῦ περὶ μουσικὴν καί σοι χάριν ἂν εἰδότας, εἰ ἐθέλοις παρʼ αὐτῶν μανθάνειν, τί ἂν ἔτι μοι ταῦτα ποιοῦντι μέμφοιο;
“而且我想,如果你来借火,而我这里没有,即使我引你去别处能够取火的地方,你也不会怪罪我;如果你向我讨水,我自己没有而把你引到别处去取水,我知道你也不会为此怪罪我;如果你想跟我学音乐,而我把比我精通得多、甚至如果你愿向他们学习他们还会对你感激不尽的人指引给你,你对我做这些事又何必再加怪罪呢?”
οὐδὲν ἂν δικαίως γε, ὦ Σώκρατες. ἐγὼ τοίνυν σοι δείξω, ὦ Κριτόβουλε, ὅσα νῦν λιπαρεῖς παρʼ ἐμοῦ μανθάνειν πολὺ ἄλλους ἐμοῦ δεινοτέρους3 [;τοὺς]; περὶ ταῦτα. ὁμολογῶ δὲ μεμεληκέναι μοι οἵτινες ἕκαστα ἐπιστημονέστατοί εἰσι τῶν ἐν τῇ πόλει.
“理应完全不会怪罪,苏格拉底。”“那么克里托布洛斯,对于你现在央求向我学习的这些事情,我就向你指明在这些方面远比我精通的其他人吧。我承认,城邦里谁在各项事务上最为精通,一直是我所关心的。”
καταμαθὼν γάρ ποτε ἀπὸ τῶν αὐτῶν ἔργων τοὺς μὲν πάνυ ἀπόρους ὄντας, τοὺς δὲ πάνυ πλουσίους, ἀπεθαύμασα, καὶ ἔδοξέ μοι ἄξιον εἶναι ἐπισκέψεως ὅ τι εἴη τοῦτο. καὶ ηὗρον ἐπισκοπῶν πάνυ οἰκείως ταῦτα γιγνόμενα.
“因为有一次,我发现在完全相同的营生中,有些人极度困顿,有些人却极度富有,我大为惊异,觉得究竟是怎么回事值得深究。而在考察中我发现,这些事情的发展完全合乎情理。”
τοὺς μὲν γὰρ εἰκῇ ταῦτα πράττοντας ζημιουμένους ἑώρων, τοὺς δὲ γνώμῃ συντεταμένῃ ἐπιμελουμένους καὶ θᾶττον καὶ ῥᾷον καὶ κερδαλεώτερον κατέγνων πράττοντας. παρʼ ὧν ἂν καὶ σὲ οἶμαι, εἰ βούλοιο, μαθόντα, εἴ σοι ὁ θεὸς μὴ ἐναντιοῖτο, πάνυ ἂν δεινὸν χρηματιστὴν γενέσθαι.4
“因为我看到,那些胡乱行事的人蒙受亏损,而那些以专注的判断力来料理的人,我发觉他们做得更快、更轻松、也更有收益。我想,如果你愿意,且若神不阻拦,向这些人学习之后,你也能成为一个极为精明的生财能手。”
- 2.9πρότερον οὐκ ἐπαύσω πρὶν ἐξήλεγξάς με
连接词 πρίν 在否定主句(οὐκ ἐπαύσω)之后接直陈式过去时(ἐξήλεγξας),表示某个实际发生的事件发生后动作才停止(“直到驳倒我才罢休”)。
- 2.13ἀλλʼ ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν
成语性结构 ἀλλʼ ἤ 接在否定陈述(οὔτε ἄλλος πώποτέ μοι παρέσχε)之后,表示“除……之外”(“除你如今愿意提供之外”)。
- 2.16ὅσα νῦν λιπαρεῖς παρʼ ἐμοῦ μανθάνειν πολὺ ἄλλους ἐμοῦ δεινοτέρους
倒装结构:关系分句 ὅσα νῦν λιπαρεῖς παρʼ ἐμοῦ μανθάνειν(“你现在央求向我学习的那些事”)被前置,充当下文 περὶ ταῦτα 所指代的先行话题,而主动词 δείξω 的真正直接宾语是后文的 ἄλλους πολὺ ἐμοῦ δεινοτέρους。
- 2.18παρʼ ὧν ἂν καὶ σὲ οἶμαι, εἰ βούλοιο, μαθόντα, εἴ σοι ὁ θεὸς μὴ ἐναντιοῖτο, πάνυ ἂν δεινὸν χρηματιστὴν γενέσθαι
由主动词 οἶμαι 引出的带宾格的不定式结构(σὲ ... γενέσθαι)。表潜能的助词 ἄν 在句首附近和不定式前两次重复出现(ἄν ... πάνυ ἂν ... γενέσθαι),分词 μαθόντα 与祈愿语气条件从句(εἰ βούλοιο)一同充当修饰该不定式的条件性分词。
