- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:20.21-20.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊斯霍马霍斯讲述了他父亲低价收购荒地、通过改良提高地价转售获利的生财之道;苏格拉底将其比作逐利的粮商,二人最终一致认为人们天生喜爱能带来利益之物。
τὰ οὖν συντρίβοντα τοὺς οἴκους πολὺ μᾶλλον ταῦτά ἐστιν ἢ αἱ λίαν ἀνεπιστημοσύναι. τὸ γὰρ τὰς μὲν δαπάνας χωρεῖν ἐντελεῖς ἐκ τῶν οἴκων, τὰ δὲ ἔργα μὴ τελεῖσθαι λυσιτελούντως πρὸς τὴν δαπάνην, ταῦτα οὐκέτι δεῖ θαυμάζειν ἐὰν1 ἀντὶ τῆς περιουσίας ἔνδειαν παρέχηται.
“因此,摧毁家业的正是这些懈怠行为,远甚于极度的无知。因为开销从家中全额支出,而劳作却无法产生与支出相称的收益,在这种情况下一旦带来匮乏而非富足,也就不足为奇了。
τοῖς γε μέντοι ἐπιμελεῖσθαι δυναμένοις καὶ συντεταμένως γεωργοῦσιν ἁνυτικωτάτην χρημάτισιν ἀπὸ γεωργίας καὶ αὐτὸς ἐπετήδευσε καὶ ἐμὲ ἐδίδαξεν ὁ πατήρ. οὐδέποτε γὰρ εἴα χῶρον ἐξειργασμένον ὠνεῖσθαι, ἀλλʼ ὅστις ἢ διʼ ἀμέλειαν ἢ διʼ ἀδυναμίαν τῶν κεκτημένων καὶ ἀργὸς καὶ ἀφύτευτος εἴη, τοῦτον ὠνεῖσθαι παρῄνει.
然而,对于那些有能力操心且勤勉务农的人,我的父亲既身体力行,也传授给我从农业中获取最多财富的门道。因为他绝不允许购买已经精耕细作的田地,反而建议购买那些因所有者的疏忽或无能而荒芜未种的土地。
τοὺς μὲν γὰρ ἐξειργασμένους ἔφη καὶ πολλοῦ ἀργυρίου γίγνεσθαι καὶ ἐπίδοσιν οὐκ ἔχειν· τοὺς δὲ μὴ ἔχοντας ἐπίδοσιν οὐδὲ ἡδονὰς ὁμοίας ἐνόμιζε παρέχειν, ἀλλὰ πᾶν κτῆμα καὶ θρέμμα τὸ ἐπὶ τὸ βέλτιον ἰόν, τοῦτο καὶ εὐφραίνειν μάλιστα ᾤετο. οὐδὲν οὖν ἔχει πλείονα ἐπίδοσιν ἢ χῶρος ἐξ ἀργοῦ πάμφορος γιγνόμενος.
他说,因为精耕细作的田地不仅需要大笔银钱,而且没有提升的余地;而没有提升余地的事物,他认为也无法带来同等的乐趣;相反,他觉得任何朝向更好状态发展的财产和牲畜,才最能让人感到欢欣。因此,没有什么比一块由荒芜变为出产丰饶的土地具有更大的提升空间了。
εὖ γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι τῆς ἀρχαίας τιμῆς πολλοὺς πολλαπλασίου χώρους ἀξίους ἡμεῖς ἤδη ἐποιήσαμεν. καὶ τοῦτο, ὦ Σώκρατες, ἔφη, οὕτω μὲν πολλοῦ ἄξιον τὸ ἐνθύμημα, οὕτω δὲ καὶ μαθεῖν ῥᾴδιον, ὥστε νυνὶ ἀκούσας σὺ τοῦτο ἐμοὶ ὁμοίως ἐπιστάμενος ἄπει, καὶ ἄλλον διδάξεις, ἐὰν βούλῃ.
苏格拉底啊,你且确信,”他说,“我们已经把许多田地的价值提升为原价的好几倍了。而且苏格拉底,”他说,“这一见识既价值连城,又如此易学,以至于你如今听了之后,离开时便能像我一样精通,若你愿意,还可以传授给他人。
καὶ ὁ ἐμὸς δὲ πατὴρ οὔτε ἔμαθε παρʼ ἄλλου τοῦτο οὔτε μεριμνῶν ηὗρεν, ἀλλὰ διὰ τὴν φιλογεωργίαν καὶ φιλοπονίαν ἐπιθυμῆσαι ἔφη τοιούτου χώρου ὅπως ἔχοι ὅ τι ποιοίη ἅμα καὶ ὠφελούμενος ἥδοιτο.2
而我的父亲既未从别人那里学来这套方法,也非煞费苦心才摸索出来;他说仅仅是出于对农事和劳作的热爱,才渴望拥有这样的土地,以便既有用武之地,同时又能在获益中享受乐趣。
ἦν γάρ τοι, ἔφη, ὦ Σώκρατες, φύσει, ὡς ἐμοὶ δοκεῖ, φιλογεωργότατος Ἀθηναίων ὁ ἐμὸς πατήρ. καὶ ἐγὼ μέντοι ἀκούσας τοῦτο ἠρόμην αὐτόν· πότερα δέ, ὦ Ἰσχόμαχε, ὁπόσους ἐξειργάσατο χώρους ὁ πατὴρ πάντας ἐκέκτητο ἢ καὶ ἀπεδίδοτο, εἰ πολὺ ἀργύριον εὑρίσκοι; καὶ ἀπεδίδοτο νὴ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος· ἀλλὰ ἄλλον τοι εὐθὺς ἀντεωνεῖτο, ἀργὸν δέ, διὰ τὴν φιλεργίαν.
因为,苏格拉底啊,”他说,“依我看,家父生性确是雅典人中最热爱农事的。” 我听了这话便问他:“伊斯霍马霍斯,令尊是把所有精耕细作出来的土地全都据为己有呢,还是遇上出大价钱的买主也会卖掉呢?” “凭宙斯起誓,他也卖掉,”伊斯霍马霍斯说,“但他出于热爱劳作,立刻又会买进另一处,而且是荒芜的土地。”
λέγεις, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῷ ὄντι φύσει τὸν πατέρα φιλογέωργον εἶναι οὐδὲν ἧττον ἢ οἱ ἔμποροι φιλόσιτοί εἰσι. καὶ γὰρ οἱ ἔμποροι διὰ τὸ σφόδρα φιλεῖν τὸν σῖτον, ὅπου ἂν ἀκούσωσι πλεῖστον εἶναι, ἐκεῖσε πλέουσιν ἐπʼ αὐτὸν καὶ Αἰγαῖον καὶ Εὔξεινον καὶ Σικελικὸν πόντον περῶντες· ἔπειτα δὲ λαβόντες ὁπόσον δύνανται πλεῖστον ἄγουσιν αὐτὸν διὰ τῆς θαλάττης, καὶ ταῦτα εἰς τὸ πλοῖον ἐνθέμενοι ἐν ᾧπερ αὐτοὶ πλέουσι.3 καὶ ὅταν δεηθῶσιν ἀργυρίου, οὐκ εἰκῇ αὐτὸν ὅπου ἂν τύχωσιν ἀπέβαλον, ἀλλʼ ὅπου ἂν ἀκούσωσι τιμᾶσθαί τε μάλιστα τὸν σῖτον καὶ περὶ πλείστου αὐτὸν ποιῶνται οἱ ἄνθρωποι, τούτοις αὐτὸν ἄγοντες παραδιδόασι. καὶ ὁ σὸς δὲ πατὴρ οὕτω πως ἔοικε φιλογέωργος εἶναι.
“按你的说法,伊斯霍马霍斯,”我说,“令尊生性热爱农事,简直一点也不亚于粮商们热爱粮食。粮商们也正是因为极其喜爱粮食,凡是听说哪里粮食最多,哪怕横渡爱琴海、黑海和西西里海,也要航行过去求购;接着他们尽可能多地装运,通过海路运走,而且还是装在自己乘坐的船里。当他们需要银钱时,并不随地胡乱抛售,而是运到听说粮食最值钱、人们看得最珍贵的地方,交付给他们。令尊对农事的热爱,看来也大抵如此。”
πρὸς ταῦτα δὲ εἶπεν ὁ Ἰσχόμαχος· σὺ μὲν παίζεις, ἔφη, ὦ Σώκρατες· ἐγὼ δὲ καὶ φιλοικοδόμους νομίζω οὐδὲν ἧττον οἵτινες ἂν ἀποδιδῶνται ἐξοικοδομοῦντες τὰς οἰκίας, εἶτʼ ἄλλας οἰκοδομῶσι. νὴ Δία, ἐγὼ δέ γέ σοι, ἔφην, ὦ Ἰσχόμαχε, ἐπομόσας λέγω ἦ μὴν πιστεύειν σοι φύσει [;νομίζειν]; φιλεῖν ταῦτα πάντας ἀφʼ ὧν ἂν ὠφελεῖσθαι νομίζωσιν.
对此伊斯霍马霍斯说道:“苏格拉底,你在开玩笑;但我也同样认为,那些建完房屋就卖掉、然后又去建新房的人,丝毫不减其对建筑的热爱。” “凭宙斯起誓,”我说,“伊斯霍马霍斯,我向你起誓,我当真相信你的看法:凡是人认为能从中获益的事物,天性上所有人都会去热爱。”
- 20.21τὸ γὰρ τὰς μὲν δαπάνας χωρεῖν ἐντελεῖς ἐκ τῶν οἴκων, τὰ δὲ ἔργα μὴ τελεῖσθαι λυσιτελούντως πρὸς τὴν δαπάνην, ταῦτα οὐκέτι δεῖ θαυμάζειν ἐὰν
带有定冠词的不定式短语(τὸ ... χωρεῖν ..., τὰ δὲ ἔργα μὴ τελεῖσθαι ...)作为前置主题句出现,随后在主句中由指示代词 ταῦτα 复指。句首中性单数冠词引导的并列事态在主句中被中性复数 ταῦτα 总体指代,构成了引出后文 ἐὰν 引导事实结果句的悬格/复指结构。
- 20.25ὅπως ἔχοι ὅ τι ποιοίη ἅμα καὶ ὠφελούμενος ἥδοιτο
在转述过去发生的心愿(ἐπιθυμῆσαι ἔφη)之后,目的从句(ὅπως ἔχοι)及其下属的间接疑问/关系从句(ὅ τι ποιοίη)与并列谓语(ἅμα καὶ ... ἥδοιτο)均采用了次生时态序列下的斜称希求法(optativus obliquus),生动体现了父亲当时设想的心态与意图。
- 20.28καὶ ταῦτα εἰς τὸ πλοῖον ἐνθέμενοι ἐν ᾧπερ αὐτοὶ πλέουσι
短语 καὶ ταῦτα 是惯用的副词性宾格结构,意为“而且”、“加之”,用以对前面的分词短语动作进行强调性补充,突出了粮商们甚至把货物装在自己亲自搭乘的船上这一执着与切身投入的细节。
