← 色诺芬

经济论

§21.1-21.12

统率才能的核心价值与领导自愿服从者的神性之德

苏格拉底承认农业技术易于学习的前提,但伊斯霍马霍斯指出,统御与领导才能才是通贯一切人类活动的核心差异所在,并断言统治自愿服从之人乃是神圣的美德,而强御不服之人则是如坦塔罗斯般的折磨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἀτὰρ ἐννοῶ γε, ἔφην, ὦ Ἰσχόμαχε, ὡς εὖ τῇ ὑποθέσει ὅλον τὸν λόγον βοηθοῦντα παρέσχησαι·1 ὑπέθου γὰρ τὴν γεωργικὴν τέχνην πασῶν εἶναι εὐμαθεστάτην, καὶ νῦν ἐγὼ ἐκ πάντων ὧν εἴρηκας τοῦθʼ οὕτως ἔχειν παντάπασιν ὑπὸ σοῦ ἀναπέπεισμαι.

“然而,伊斯霍马霍斯,”我说,“我正在思索,你如何如此出色地使你整篇论述都有力地支持了你的前提。因为你曾设定前提说,农艺在一切技艺中是最容易学会的,而如今从你所说的一切来看,我已经完全被你折服,相信事实确是如此。”

§21.2

νὴ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ἀλλὰ τόδε τοι, ὦ Σώκρατες, τὸ πάσαις κοινὸν ταῖς πράξεσι καὶ γεωργικῇ καὶ πολιτικῇ καὶ οἰκονομικῇ καὶ πολεμικῇ τὸ ἀρχικὸν εἶναι, τοῦτο2 δὴ συνομολογῶ σοὶ ἐγὼ πολὺ διαφέρειν γνώμῃ τοὺς ἑτέρους τῶν ἑτέρων·

“凭宙斯起誓,”伊斯霍马霍斯说,“但是,苏格拉底啊,这项为一切行业所共有——无论是农务、政治、家政还是军事——也就是善于统御的能力,在这点上我完全同意你的看法,人与人在才识上存在着极大的差异。

§21.3

οἷον καὶ ἐν τριήρει, ἔφη, ὅταν πελαγίζωσι, καὶ δέῃ περᾶν ἡμερινοὺς πλοῦς ἐλαύνοντας, οἱ μὲν τῶν κελευστῶν δύνανται τοιαῦτα λέγειν καὶ ποιεῖν ὥστε ἀκονᾶν τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ τὸ ἐθελοντὰς πονεῖν, οἱ δὲ οὕτως ἀγνώμονές εἰσιν ὥστε πλέον ἢ ἐν διπλασίῳ χρόνῳ τὸν αὐτὸν ἁνύτουσι πλοῦν. καὶ οἱ μὲν ἱδροῦντες καὶ ἐπαινοῦντες ἀλλήλους, ὅ τε κελεύων καὶ οἱ πειθόμενοι, ἐκβαίνουσιν, οἱ δὲ ἀνιδρωτὶ ἥκουσι, μισοῦντες τὸν ἐπιστάτην καὶ μισούμενοι.

例如在三列桨座战船上,”他说,“当他们出海航行,必须靠划桨度过一整天的航程时,有些水手长能够言传身教,激励众人的斗志,使他们乐于劳作;而另一些人则如此愚钝,以至于完成同一段航程要花费两倍以上的时间。前者靠岸下船时,人人汗流浃背,发号施令者与听从指挥者相互称赞;而后者到达时连汗都没出一身,对监工怀恨在心,同时也遭人怨恨。

§21.4

καὶ τῶν στρατηγῶν ταύτῃ διαφέρουσιν, ἔφη, οἱ ἕτεροι τῶν ἑτέρων· οἱ μὲν γὰρ οὔτε πονεῖν ἐθέλοντας οὔτε κινδυνεύειν παρέχονται, πείθεσθαί τε οὐκ ἀξιοῦντας οὐδʼ ἐθέλοντας ὅσον ἂν μὴ ἀνάγκη ᾖ, ἀλλὰ καὶ μεγαλυνομένους ἐπὶ τῷ ἐναντιοῦσθαι τῷ ἄρχοντι· οἱ δὲ αὐτοὶ οὗτοι οὐδʼ αἰσχύνεσθαι ἐπισταμένους παρέχουσιν, ἄν τι τῶν αἰσχρῶν συμβαίνῃ.

而在将领之中,”他说,“人与人的差异也正在于此。因为有的将领带出来的部下,既不愿吃苦也不愿冒险,除非万不得已绝不肯服从也不认为服从有何价值,甚至以对抗长官为荣;而且正是这些将领带出的士兵,在发生羞耻之事时竟连廉耻之心都没有。

§21.5

οἱ δʼ αὖ θεῖοι καὶ ἀγαθοὶ καὶ ἐπιστήμονες ἄρχοντες τοὺς αὐτοὺς τούτους, πολλάκις δὲ καὶ ἄλλους παραλαμβάνοντες, αἰσχυνομένους τε ἔχουσιν αἰσχρόν τι ποιεῖν καὶ πείθεσθαι οἰομένους βέλτιον εἶναι, καὶ ἀγαλλομένους τῷ πείθεσθαι ἕνα ἕκαστον καὶ σύμπαντας, πονεῖν ὅταν δεήσῃ, οὐκ ἀθύμως πονοῦντας.

相反,那些神圣、优秀而有学识的领导者,接手同样的这些人——往往还有其他人员——却能让他们以做出可耻之事为羞耻,坚信服从才是更明智的选择,无论个人还是全军都以服从为荣,一旦需要劳作便毫无怨言地奋勇任事。

§21.6

ἀλλʼ ὥσπερ ἰδιώταις ἔστιν οἷς ἐγγίγνεται φιλοπονία τις, οὕτω καὶ ὅλῳ τῷ στρατεύματι ὑπὸ τῶν ἀγαθῶν ἀρχόντων ἐγγίγνεται καὶ τὸ φιλοπονεῖν καὶ τὸ φιλοτιμεῖσθαι ὀφθῆναι καλόν τι ποιοῦντας ὑπὸ τοῦ ἄρχοντος.

正如在某些普通人身上会生出某种热爱劳作的精神一样,在优秀的统率者带领下,全军上下也会激发起吃苦耐劳的品格,并渴望被长官看到自己在建功立业。

§21.7

πρὸς ὅντινα δʼ ἂν ἄρχοντα διατεθῶσιν οὕτως οἱ ἑπόμενοι, οὗτοι δὴ ἐρρωμένοι γε ἄρχοντες γίγνονται, οὐ μὰ Δίʼ οὐχ οἳ ἂν3 αὐτῶν ἄριστα τὸ σῶμα τῶν στρατιωτῶν ἔχωσι καὶ ἀκοντίζωσι καὶ τοξεύωσιν ἄριστα καὶ ἵππον ἄριστον ἔχοντες ὡς ἱππικώτατα ἢ πελταστικώτατα προκινδυνεύωσιν, ἀλλʼ οἳ ἂν δύνωνται ἐμποιῆσαι τοῖς στρατιώταις ἀκολουθητέον εἶναι καὶ διὰ πυρὸς καὶ διὰ παντὸς κινδύνου.

部下无论对哪位领导者怀有这样的心态,这位统御者便当真变得强大有力了。凭宙斯起誓,这绝非指在士兵中体格最棒、投枪或射箭技术最高超,或者骑着最精良的马匹、最像骑兵或轻盾兵那样身先士卒冒死冲锋的人,而是指能够向士兵灌输即便赴汤蹈火、历经万险也必须紧紧相随这一信念的人。

§21.8

τούτους δὴ δικαίως ἄν τις καλοίη μεγαλογνώμονας, ᾧ ἂν ταῦτα γιγνώσκοντες πολλοὶ ἕπωνται,4 καὶ μεγάλῃ χειρὶ εἰκότως οὗτος λέγοιτο πορεύεσθαι οὗ ἂν τῇ γνώμῃ πολλαὶ χεῖρες ὑπηρετεῖν ἐθέλωσι, καὶ μέγας τῷ ὄντι οὗτος ἁνὴρ ὃς ἂν μεγάλα δύνηται γνώμῃ διαπράξασθαι μᾶλλον ἢ ῥώμῃ.

凡是许多人怀着这种信念追随于他的人,这样的人理应被称为雄才大略者;凡是许多人的双手乐于为他的意图效力,人们自然可以说他是率领着一支大军在前行;而这名能凭智慧而非单凭体力成就伟业的人,才当真是伟大之人。

§21.9

οὕτω δὲ καὶ ἐν τοῖς ἰδίοις ἔργοις, ἄν τε ἐπίτροπος ᾖ ὁ ἐφεστηκὼς ἄν τε καὶ ἐπιστάτης, ὃς ἂν δύνηται προθύμους καὶ ἐντεταμένους παρέχεσθαι εἰς τὸ ἔργον καὶ συνεχεῖς, οὗτοι δὴ οἱ ἁνύτοντές εἰσιν ἐπὶ τἀγαθὰ καὶ πολλὴν τὴν περιουσίαν ποιοῦντες.

在私人家业中同样如此:掌管事务的人不论是管事还是工头,凡能让工人对工作充满干劲、全力以赴且持之以恒的人,正是这些人在为家业成就善果并创造丰厚财富。

§21.10

τοῦ δὲ δεσπότου ἐπιφανέντος, ὦ Σώκρατες, ἔφη, ἐπὶ τὸ ἔργον, ὅστις δύναται καὶ μέγιστα βλάψαι τὸν κακὸν τῶν ἐργατῶν καὶ μέγιστα τιμῆσαι τὸν πρόθυμον, εἰ μηδὲν ἐπίδηλον ποιήσουσιν οἱ ἐργάται, ἐγὼ μὲν αὐτὸν οὐκ ἂν ἀγαίμην, ἀλλʼ ὃν ἂν ἰδόντες κινηθῶσι καὶ μένος ἑκάστῳ ἐμπέσῃ τῶν ἐργατῶν καὶ φιλονικία πρὸς ἀλλήλους καὶ φιλοτιμία κρατιστεῦσαι ἑκάστῳ, τοῦτον ἐγὼ φαίην ἂν ἔχειν τι ἤθους βασιλικοῦ.

苏格拉底啊,当主人来到工地上时,”他说,“尽管他既能重重惩处怠惰的工人,又能极大地奖赏勤勉的工人,但如果工人们并没有表现出明显的不同,我个人绝不会赞赏他;相反,凡是工人们一见到他就精神振奋,每个人都热血沸腾,相互竞逐,人人争先,这样的人我便敢断言他具有某种王者风范。

§21.11

καὶ ἔστι τοῦτο μέγιστον, ὡς ἐμοὶ δοκεῖ, ἐν παντὶ ἔργῳ ὅπου τι διʼ ἀνθρώπων πράττεται, καὶ ἐν γεωργίᾳ δέ. οὐ μέντοι μὰ Δία τοῦτό γε ἔτι ἐγὼ λέγω ἰδόντα μαθεῖν εἶναι,5 οὐδʼ ἅπαξ ἀκούσαντα, ἀλλὰ καὶ παιδείας δεῖν φημι τῷ ταῦτα μέλλοντι δυνήσεσθαι καὶ φύσεως ἀγαθῆς ὑπάρξαι, καὶ τὸ μέγιστον δὴ θεῖον γενέσθαι.

而且依我看,在一切依靠众人来完成的工作中,包括在农事中,这都是最重要的事情。不过,凭宙斯起誓,我绝不再说这是只要看上一眼或听上一次就能学会的;相反,我断言,想要具备这种能力的人,必须受到教养,必须具备良好的天赋,而最重要的是必须成为具有神性的人。

§21.12

οὐ γὰρ πάνυ μοι δοκεῖ ὅλον τουτὶ τὸ ἀγαθὸν ἀνθρώπινον εἶναι ἀλλὰ θεῖον, τὸ ἐθελόντων ἄρχειν· ὃ σαφῶς δίδοται τοῖς ἀληθινῶς σωφροσύνῃ τετελεσμένοις· τὸ δὲ ἀκόντων τυραννεῖν διδόασιν, ὡς ἐμοὶ δοκεῖ, οὓς ἂν ἡγῶνται ἀξίους εἶναι βιοτεύειν ὥσπερ ὁ Τάνταλος ἐν Ἅιδου λέγεται τὸν ἀεὶ χρόνον διατρίβειν φοβούμενος μὴ δὶς ἀποθάνῃ.

因为在我看来,统领自愿听命之众这一全然的美德绝非纯粹人事,而是神性的;它显然只赐予那些真正受过节制熏陶的人;至于违背众人意愿施行僭主式统治,依我看,神明是把它赐予那些被认为配得上像坦塔罗斯在冥府那样生活的人——据说他在那里度过永恒岁月,始终恐惧着自己会死上第二次。”

语法注5 条
  1. 21.1βοηθοῦντα παρέσχησαι

    中动动词 παρέσχησαι 携带宾格宾语 ὅλον τὸν λόγον 以及表语性分词 βοηθοῦντα,意为“将自己的整篇论述呈现为支持前提的有力论据”。

  2. 21.2τὸ πάσαις κοινὸν ταῖς πράξεσι ... τὸ ἀρχικὸν εἶναι, τοῦτο

    句首的 τόδε ... τὸ ἀρχικὸν εἶναι 作为前提/先取成分(独立宾格或主题同位语),提引出后面的论点,并由紧随其后的代词 τοῦτο 加以概括复指,作为 διαφέρειν 不定式结构所讨论的核心对象。

  3. 21.7οὐ μὰ Δίʼ οὐχ οἳ ἂν

    否定词 οὐ 夹带誓词短语 μὰ Δία 后重复为 οὐχ,构成强调否定的惯用结构:“凭宙斯起誓,绝不是那些……的人”,在引出真正领导才能的标准前极力排除常规的体魄标准。

  4. 21.8τούτους δὴ δικαίως ἄν τις καλοίη μεγαλογνώμονας, ᾧ ἂν ταῦτα γιγνώσκοντες πολλοὶ ἕπωνται

    主句复数先行词 τούτους 与关系从句中的单数与格 ᾧ ἂν ... ἕπωνται(“凡是众多人追随其后的人”)之间发生了数的转换,由复数统称平滑过渡至具有该特质的代表性单数个体。

  5. 21.11ἰδόντα μαθεῖν εἶναι

    εἶναι 在此作非人称用法,相当于 ἔξεστιν(“可能”),统领不定式 μαθεῖν,其逻辑主语由宾格分词 ἰδόντα(及 ἀκούσαντα)表示,意为“单凭看过(或听过一次)就能学会是可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:21.1-21.12