← 色诺芬

经济论

§20.12-20.20

土地的诚实坦白与管理松懈造成的差距

伊斯霍马霍斯指出土壤改良与作物习性的知识对所有人而言都显而易见,强调务农的成败并不取决于知识技能,而在于监督的勤勉与对懒惰的摒弃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.12

καὶ ὁπόσα δὲ θεραπείας δεῖται ἡ γῆ,1 ὑγροτέρα γε οὖσα πρὸς τὸν σπόρον ἢ ἁλμωδεστέρα πρὸς φυτείαν, καὶ ταῦτα γιγνώσκουσι μὲν πάντες καὶ ὡς τὸ ὕδωρ ἐξάγεται τάφροις καὶ ὡς ἡ ἅλμη κολάζεται μιγνυμένη πᾶσι τοῖς ἀνάλμοις, καὶ ὑγροῖς [;τε]; καὶ ξηροῖς· ἀλλὰ καὶ τούτων ἐπιμελοῦνται οἱ μὲν οἱ δʼ οὔ.

“而且土地在多大程度上需要治理——例如对播种而言过于潮湿,或者对种植而言盐碱过重——这一切大家也都知道,既知道如何用沟渠将水排出,也知道如何通过掺入一切不含盐分的湿润与干燥物质来抑制盐碱;然而对此也是有人操心,有人却不操心。

§20.13

εἰ δέ τις παντάπασιν ἀγνὼς εἴη τί δύναται φέρειν ἡ γῆ, καὶ μήτε ἰδεῖν ἔχοι καρπὸν μηδὲ φυτὸν αὐτῆς, μήτε ὅτου ἀκούσαι τὴν ἀλήθειαν περὶ αὐτῆς ἔχοι,2 οὐ πολὺ μὲν ῥᾷον γῆς πεῖραν λαμβάνειν παντὶ ἀνθρώπῳ ἢ ἵππου, πολὺ δὲ ῥᾷον ἢ ἀνθρώπου; οὐ γὰρ ἔστιν ὅ τι ἐπὶ ἀπάτῃ δείκνυσιν, ἀλλʼ ἁπλῶς ἅ τε δύναται καὶ ἃ μὴ σαφηνίζει τε καὶ ἀληθεύει.

哪怕有人对土地能长出什么一无所知,既看不到它的果实或植株,也没有人能让他听到关于它的实情,难道对任何人来说,试验土地不也远比试验马匹要容易得多,远比试验人要容易得多吗?因为土地绝不会为了欺骗而展现什么,而是简单明了、如实地表明它能做到什么和不能做到什么。

§20.14

δοκεῖ δέ μοι ἡ γῆ καὶ τοὺς κακούς τε καὶ ἀργοὺς τῷ εὔγνωστα καὶ εὐμαθῆ πάντα παρέχειν ἄριστα ἐξετάζειν. οὐ γὰρ ὥσπερ τὰς ἄλλας τέχνας τοῖς μὴ ἐργαζομένοις ἔστι προφασίζεσθαι ὅτι οὐκ ἐπίστανται, γῆν δὲ πάντες οἴδασιν ὅτι εὖ πάσχουσα εὖ ποιεῖ·3

在我看来,土地通过让一切事物变得易懂易学,从而能最有效地检验那些不良与怠惰之人。因为不像其他技艺那样,不劳作者可以托词说自己不懂;而关于土地,所有人都知道只要善待它,它就会予以丰厚的回报。

§20.15

ἀλλʼ ἡ ἐν γῇ ἀργία ἐστὶ σαφὴς ψυχῆς κατήγορος κακῆς. ὡς μὲν γὰρ ἂν δύναιτο ἄνθρωπος ζῆν ἄνευ τῶν ἐπιτηδείων, οὐδεὶς τοῦτο αὐτὸς αὑτὸν πείθει· ὁ δὲ μήτε ἄλλην τέχνην χρηματοποιὸν ἐπιστάμενος μήτε γεωργεῖν ἐθέλων φανερὸν ὅτι κλέπτων ἢ ἁρπάζων ἢ προσαιτῶν διανοεῖται βιοτεύειν, ἢ παντάπασιν ἀλόγιστός ἐστι.

相反,在土地上的怠惰正是邪恶心灵的明确指控者。因为关于人是否能离开生活必需品而生存,没有任何人能说服自己相信这一点;因此,既不懂得其他能生财的技艺又不愿务农的人,显而易见是打算靠偷窃、抢劫或乞讨来过活,再不然就是彻底丧失了理智。”

§20.16

μέγα δὲ ἔφη διαφέρειν εἰς τὸ λυσιτελεῖν γεωργίαν καὶ μὴ λυσιτελεῖν, ὅταν ὄντων ἐργαστήρων καὶ πλεόνων ὁ μὲν ἔχῃ τινὰ ἐπιμέλειαν ὡς τὴν ὥραν αὐτῷ ἐν τῷ ἔργῳ οἱ ἐργάται ὦσιν, ὁ δὲ μὴ ἐπιμελῆται τούτου. ῥᾳδίως γὰρ ἀνὴρ εἷς παρὰ τοὺς δέκα διαφέρει4 τῷ ἐν ὥρᾳ ἐργάζεσθαι, καὶ ἄλλος γε ἀνὴρ διαφέρει τῷ πρὸ τῆς ὥρας ἀπιέναι.

他还说,当有较多雇工时,有人留心督促工人们在规定的时间内坚守岗位,而有人对此不加操心,这在务农是否合算上会产生巨大的差异。因为在规定时间内劳作,很容易就会在十个人中产生一个人的差距;而提前离开,又会产生另一个人的差距。

§20.17

τὸ δὲ δὴ ἐᾶν ῥᾳδιουργεῖν διʼ ὅλης τῆς ἡμέρας τοὺς ἀνθρώπους ῥᾳδίως τὸ ἥμισυ διαφέρει τοῦ ἔργου παντός.

“而若是放任工人们整天磨洋工,就很容易拉开整个工程一半的差距。

§20.18

ὥσπερ καὶ ἐν ταῖς ὁδοιπορίαις παρὰ στάδια διακόσια5 ἔστιν ὅτε τοῖς ἑκατὸν σταδίοις διήνεγκαν ἀλλήλων ἄνθρωποι τῷ τάχει, ἀμφότεροι καὶ νέοι ὄντες καὶ ὑγιαίνοντες, ὅταν ὁ μὲν πράττῃ ἐφʼ ᾧπερ ὥρμηται, βαδίζων, ὁ δὲ ῥᾳστωνεύῃ τῇ ψυχῇ καὶ παρὰ κρήναις καὶ ὑπὸ σκιαῖς ἀναπαυόμενός τε καὶ θεώμενος καὶ αὔρας θηρεύων μαλακάς.

正如在长达两百斯塔德的旅程中,人们有时在速度上会彼此相差一百斯塔德,尽管双方都年轻力壮、身体健康;只要一人径直前行,奔向他所出发的目的地,而另一人则放纵心性图安逸,在泉水旁和阴凉下歇息观望,迎风纳凉。

§20.19

οὕτω δὲ καὶ ἐν τοῖς ἔργοις πολὺ διαφέρουσιν εἰς τὸ ἁνύτειν οἱ πράττοντες ἐφʼ ᾧπερ τεταγμένοι εἰσί, καὶ οἱ μὴ πράττοντες ἀλλʼ εὑρίσκοντες προφάσεις τοῦ μὴ ἐργάζεσθαι καὶ ἐώμενοι ῥᾳδιουργεῖν.

同样,在劳作中,那些专注于被指派任务的人,与那些不专注反倒寻找不劳作的借口并被任由偷懒的人,在成效上也大有不同。

§20.20

τὸ δὲ δὴ καὶ τὸ καλῶς ἐργάζεσθαι ἢ κακῶς ἐπιμελεῖσθαι, τοῦτο δὴ τοσοῦτον διαφέρει ὅσον ἢ ὅλως ἐργάζεσθαι ἢ ὅλως ἀργὸν εἶναι. ὅταν σκαπτόντων, ἵνα ὕλης καθαραὶ αἱ ἄμπελοι γένωνται, οὕτω σκάπτωσιν ὥστε πλείω καὶ καλλίω τὴν ὕλην γίγνεσθαι, πῶς τοῦτο οὐκ ἀργὸν ἂν φήσαις εἶναι;

而把活干好还是疏于照料,这其中的差异正如全力劳作与完全怠工之间的差异一样巨大。当人们本为了让葡萄树清除杂草而翻土时,翻土的方式却反而让杂草长得更多更茂盛,你怎么能说这不是荒怠呢?”

语法注5 条
  1. 20.12καὶ ὁπόσα δὲ θεραπείας δεῖται ἡ γῆ

    ὁπόσα(中性复数宾格)作为表示程度的副词性宾格或 δεῖται 的内部宾格,引导一个具有先取性质的关系从句。该从句的整体内容在主句中被 καὶ ταῦτα γιγνώσκουσι μὲν πάντες 中的 ταῦτα 复指再开。

  2. 20.13μήτε ὅτου ἀκούσαι τὴν ἀλήθειαν περὶ αὐτῆς ἔχοι

    该结构由 ἔχοι + 关系代词 ὅτου + 祈愿气 ἀκούσαι 构成,是在假设从句(与上下文的 εἴη, ἔχοι 平行)中表示潜在可能性的关系从句,意为“拥有能够从中获悉真相的对象”。

  3. 20.14γῆν δὲ πάντες οἴδασιν ὅτι εὖ πάσχουσα εὖ ποιεῖ

    γῆν 是先取句法(prolepsis)的体现,即从属 ὅτι 从句的逻辑主语被提前置于主句动词 οἴδασιν 之后作宾格宾语。分词 εὖ πάσχουσα 带有条件意味(“若受善待”)。

  4. 20.16ἀνὴρ εἷς παρὰ τοὺς δέκα διαφέρει

    παρὰ τοὺς δέκα 中介词 παρά 接宾格表示比率(“在十人之中产生一人份的差距”)。随后的关系/原因与格 τῷ ἐν ὥρᾳ ἐργάζεσθαι 则指明了产生差距的具体方面(“通过在规定时间内劳作”)。

  5. 20.18παρὰ στάδια διακόσια

    παρά 接宾格在此表示沿着路程的空间跨度(“在两百斯塔德的行程之中”)。紧接其后的与格 τοῖς ἑκατὸν σταδίοις 为修饰 διήνεγκαν 的差额与格(“相差一百斯塔德”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:20.12-20.20