- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:20.1-20.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底询问既然农事知识为人人皆知,为何农夫之间仍有贫富之差;伊斯霍马霍斯通过军事和积肥的例子说明,成败取决于勤勉与操心而非知识的高低。
ἐνταῦθα δὴ ἐγὼ εἶπον· πῶς οὖν, ὦ Ἰσχόμαχε, εἰ οὕτω γε καὶ ῥᾴδιά ἐστι μαθεῖν τὰ περὶ τὴν γεωργίαν καὶ πάντες ὁμοίως ἴσασιν ἃ δεῖ ποιεῖν, οὐχὶ καὶ πάντες πράττουσιν ὁμοίως, ἀλλʼ οἱ μὲν αὐτῶν ἀφθόνως τε ζῶσι καὶ περιττὰ ἔχουσιν, οἱ δʼ οὐδὲ τὰ ἀναγκαῖα δύνανται πορίζεσθαι, ἀλλὰ καὶ προσοφείλουσιν;
于是我说:“那么伊斯霍马霍斯啊,如果关于农事的一切确实如此易学,而且大家都同样清楚应当做什么,为什么大家并不是同样境况良好,反倒有人生活丰足尚有盈余,而有人却连生活必需品都无法筹措,甚至债台高筑呢?”
ἐγὼ δή σοι λέξω, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος. οὐ γὰρ ἡ ἐπιστήμη οὐδʼ ἡ ἀνεπιστημοσύνη τῶν γεωργῶν ἐστιν ἡ ποιοῦσα τοὺς μὲν εὐπορεῖν, τοὺς δὲ ἀπόρους εἶναι·
“苏格拉底啊,我这就告诉你,”伊斯霍马霍斯说。“因为并不是农夫们的知识或无知,导致了有人富足而有人匮乏。
οὐδʼ ἂν ἀκούσαις, ἔφη, λόγου οὕτω διαθέοντος1 ὅτι διέφθαρται ὁ οἶκος, διότι οὐχ ὁμαλῶς ὁ σπορεὺς ἔσπειρεν, οὐδʼ ὅτι οὐκ ὀρθῶς τοὺς ὄρχους ἐφύτευσεν, οὐδʼ ὅτι ἀγνοήσας τις τὴν [γῆν] φέρουσαν ἀμπέλους ἐν ἀφόρῳ ἐφύτευσεν, οὐδʼ ὅτι ἠγνόησέ τις ὅτι ἀγαθόν ἐστι τῷ σπόρῳ νεὸν προεργάζεσθαι, οὐδʼ ὅτι ἠγνόησέ τις ὡς ἀγαθόν ἐστι τῇ γῇ κόπρον μιγνύναι·
你绝不会听到,”他说,“这样流传的说法,说什么‘这家人破产了,是因为播种者播种不均匀’,或者‘因为他没有把垄排栽植得笔直’,或者‘因为有人不认识适宜葡萄的土壤而栽在了贫瘠之处’,或者‘因为有人不知道播种前先耕整休耕地是好的’,或者‘因为有人不知道把肥料掺入土壤是好的’。
ἀλλὰ πολὺ μᾶλλον ἔστιν ἀκοῦσαι, ἁνὴρ οὐ λαμβάνει σῖτον ἐκ τοῦ ἀγροῦ· οὐ γὰρ ἐπιμελεῖται ὡς αὐτῷ σπείρηται ἢ ὡς κόπρος γίγνηται. οὐδʼ οἶνον ἔχει ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται ὡς φυτεύσῃ ἀμπέλους οὐδὲ αἱ οὖσαι ὅπως φέρωσιν αὐτῷ. οὐδὲ ἔλαιον οὐδὲ σῦκα ἔχει ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται οὐδὲ ποιεῖ ὅπως ταῦτα ἔχῃ.
相反,人们多半会听到这样的说法:‘那人从田地里收不到粮食,因为他并不经心让人为他播种或制备肥料。’‘那人也没有葡萄酒,因为他并不经心栽植葡萄树,也不经心让已有的葡萄树为他结果。’‘那人也没有橄榄油和无花果,因为他根本不操心也不采取行动去获取这些东西。’
τοιαῦτʼ, ἔφη, ἐστίν, ὦ Σώκρατες, ἃ διαφέροντες ἀλλήλων οἱ γεωργοὶ διαφερόντως καὶ πράττουσι2 πολὺ μᾶλλον ἢ [οἱ] δοκοῦντες σοφόν τι ηὑρηκέναι εἰς τὰ ἔργα.
苏格拉底啊,”他说,“农夫们正是因这些方面彼此不同,其境遇才大不相同,这远甚于那些自以为在农活中发明了什么巧妙技法的人。
καὶ οἱ στρατηγοὶ ἔστιν ἐν οἷς3 τῶν στρατηγικῶν ἔργων οὐ γνώμῃ διαφέροντες ἀλλήλων οἱ μὲν βελτίονες οἱ δὲ χείρονές εἰσιν, ἀλλὰ σαφῶς ἐπιμελείᾳ. ἃ γὰρ καὶ οἱ στρατηγοὶ γιγνώσκουσι πάντες καὶ τῶν ἰδιωτῶν οἱ πλεῖστοι, ταῦτα οἱ μὲν ποιοῦσι τῶν ἀρχόντων οἱ δʼ οὔ.
在将领当中,在军务的某些方面,有些人较为优秀而另一些人较为拙劣,也不是因为他们在智谋上彼此不同,而显然是由于操心程度的不同。因为将领们全都知道、大多数平民也知道的事情,指挥官中有些人去施行,有些人则不施行。
οἷον καὶ τόδε γιγνώσκουσιν ἅπαντες ὅτι διὰ πολεμίας πορευομένους βέλτιόν ἐστι τεταγμένους πορεύεσθαι οὕτως ὡς ἂν ἄριστα μάχοιντο, εἰ δέοι. τοῦτο τοίνυν γιγνώσκοντες οἱ μὲν ποιοῦσιν οὕτως οἱ δʼ οὐ ποιοῦσι.
例如这一点大家也都知道:行经敌境时,整队行进以便在必要时能以最佳状态作战是更好的。既然明知这一点,有些人便照此行事,有些人则不照此行事。
φυλακὰς ἅπαντες ἴσασιν ὅτι βέλτιόν ἐστι καθιστάναι καὶ ἡμερινὰς καὶ νυκτερινὰς πρὸ τοῦ στρατοπέδου. ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται ὡς ἔχῃ οὕτως, οἱ δʼ οὐκ ἐπιμελοῦνται.
大家都知道,在营地前设立日夜哨卡是更好的。但对此也是有些人操心务求如此,有些人则不加操心。
ὅταν τε αὖ διὰ στενοπόρων ἴωσιν, οὐ πάνυ χαλεπὸν εὑρεῖν ὅστις οὐ γιγνώσκει ὅτι προκαταλαμβάνειν τὰ ἐπίκαιρα κρεῖττον ἢ μή; ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται οὕτω ποιεῖν, οἱ δʼ οὔ.
再者,当穿过狭窄通道时,难道不是很难找到不知道提前抢占要隘比不抢占要好的人吗?但对此也是有些人操心去照办,有些人则不照办。
ἀλλὰ καὶ κόπρον λέγουσι μὲν πάντες ὅτι ἄριστον εἰς γεωργίαν ἐστὶ καὶ ὁρῶσι δὲ αὐτομάτην γιγνομένην· ὅμως δὲ καὶ ἀκριβοῦντες ὡς γίγνεται, καὶ ῥᾴδιον ὂν πολλὴν ποιεῖν,4 οἱ μὲν καὶ τούτου ἐπιμελοῦνται ὅπως ἁθροίζηται, οἱ δὲ παραμελοῦσι.
而且关于肥料,大家都说它是农事中最好的东西,也看见它是自然生成的;然而,尽管他们确切知道它是如何生成的,而且大量制备也很容易,有些人却操心将它收集起来,有些人则全然忽视。
καίτοι ὕδωρ μὲν ὁ ἄνω θεὸς παρέχει, τὰ δὲ κοῖλα πάντα τέλματα γίγνεται, ἡ γῆ δὲ ὕλην παντοίαν παρέχει, καθαίρειν δὲ δεῖ τὴν γῆν τὸν μέλλοντα σπείρειν· ἃ δʼ ἐκποδὼν ἀναιρεῖται, ταῦτα εἴ τις ἐμβάλλοι εἰς τὸ ὕδωρ, ὁ χρόνος ἤδη αὐτὸς ἂν ποιοίη οἷς ἡ γῆ ἥδεται.5 ποία μὲν γὰρ ὕλη, ποία δὲ γῆ ἐν ὕδατι στασίμῳ οὐ κόπρος γίγνεται;
然而,天上的神明赐予雨水,所有洼地都化为积水塘,大地生出各种杂草荒木,打算播种的人必须清理田地;若是有人把这些清除掉的杂草投入水中,时间本身很快就会把它化作大地所喜悦之物。因为有什么样的杂草,什么样的泥土,在死水之中不会化作肥料呢?”
- 20.3διαθέοντος
现在主动分词属格,修饰名词 λόγου。字面义为“跑来跑去的、四处传播的”,整个短语 λόγου διαθέοντος 意指“四处流传的风闻或言论”。
- 20.5διαφέροντες ἀλλήλων οἱ γεωργοὶ διαφερόντως καὶ πράττουσι
分词 διαφέροντες(主格)与副词 διαφερόντως 构成的同根词反复(polyptoton)。动词 διαφέρω 兼有“相异”与“境遇不同/成败各异”之义,这一结构凝练地表达了“农夫们正是在这些方面互不相同,其境遇与结果也因而各不相同”。
- 20.6ἔστιν ἐν οἷς
类似于 ἔστιν οἵ 或 ἔστιν ὅτε 的惯用构造,意为“在某些……之中存在着……”。此处修饰 τῶν στρατηγικῶν ἔργων(将领的职责/军务),作状语短语“在将领的某些军务中”。
- 20.10ῥᾴδιον ὂν πολλὴν ποιεῖν
非人称短语 ῥᾴδιόν ἐστι 的宾格绝对结构(accusative absolute),带有让步语气,意为“尽管大量制备是容易的”。
- 20.11οἷς ἡ γῆ ἥδεται
关系代词 οἷς 包含了先行词(如 ποιοίη 的宾语 τοιαῦτα),并在关系从句内受动词 ἥδεται 支配而作与格(格同化)。意为“(制造出)大地所喜悦之物”。
