- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:19.11-19.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底通过伊斯霍马霍斯的提问意识到自己早已懂得果树和橄榄的种植,因而探问提问是否即是教学;伊斯霍马霍斯则解释这是由于农事技艺本身的平易亲善以及自然的主动教导。
κατὰ ταὐτὰ τοίνυν, ἔφη, καὶ περὶ τούτων γιγνώσκων ἐμοὶ τυγχάνεις. ἐπαμήσαιο δʼ ἂν μόνον, ἔφη, τὴν γῆν, ἢ καὶ σάξαις ἂν εὖ μάλα περὶ τὸ φυτόν; σάττοιμʼ ἄν, ἔφην, νὴ Δίʼ ἐγώ. εἰ μὲν γὰρ μὴ σεσαγμένον εἴη, ὑπὸ μὲν τοῦ ὕδατος εὖ οἶδʼ ὅτι πηλὸς ἂν γίγνοιτο ἡ ἄσακτος γῆ, ὑπὸ δὲ τοῦ ἡλίου ξηρὰ μέχρι βυθοῦ, ὥστε τὰ φυτὰ κίνδυνος [ὑπὸ μὲν τοῦ ὕδατος] σήπεσθαι μὲν διʼ ὑγρότητα, αὐαίνεσθαι δὲ1 διὰ ξηρότητα, [ἤγουν χαυνότητα τῆς γῆς,] θερμαινομένων τῶν ῥιζῶν.
“那么照此说来,”他说,“在这些事情上,你的看法也恰好与我一致。但你只是把土划拉过来呢,”他说,“还是会在树苗周围把土踩得严严实实?”“凭宙斯起誓,我一定会踩实,”我说。“因为如果不踩实,我很清楚未踩实的泥土会被雨水冲成泥浆,又会被太阳晒得干透见底,以致树苗会有因潮湿而腐烂、或随着根部发热而因干燥枯萎的危险。”
καὶ περὶ ἀμπέλων ἄρα σύγε, ἔφη, φυτείας, ὦ Σώκρατες, τὰ αὐτὰ ἐμοὶ πάντα γιγνώσκων τυγχάνεις. ἦ καὶ συκῆν, ἔφην ἐγώ, οὕτω δεῖ φυτεύειν; οἶμαι δʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ τἆλλα ἀκρόδρυα πάντα. τῶν γὰρ ἐν τῇ τῆς ἀμπέλου φυτείᾳ καλῶς ἐχόντων τί ἂν ἀποδοκιμάσαις εἰς τὰς ἄλλας φυτείας;
“那么苏格拉底啊,关于葡萄树的栽植,”他说,“你所知晓的一切也恰好与我完全相同。”“无花果也应当这样栽植吗?”我说。“我认为,”伊斯霍马霍斯说,“所有其他果树也是如此。因为在葡萄树栽植中行之有效的做法,你又能把哪一样在其他栽植中弃之不用呢?”
ἐλαίαν δὲ πῶς, ἔφην ἐγώ, φυτεύσομεν, ὦ Ἰσχόμαχε; ἀποπειρᾷ μου καὶ τοῦτο, ἔφη, μάλιστα πάντων ἐπιστάμενος. ὁρᾷς μὲν γὰρ δὴ ὅτι βαθύτερος ὀρύττεται τῇ ἐλαίᾳ βόθρος· καὶ γὰρ παρὰ τὰς ὁδοὺς μάλιστα ὀρύττεται· ὁρᾷς δʼ ὅτι πρέμνα πᾶσι τοῖς φυτευτηρίοις πρόσεστιν· ὁρᾷς δʼ, ἔφη, τῶν φυτῶν πηλὸν ταῖς κεφαλαῖς πάσαις ἐπικείμενον καὶ πάντων τῶν φυτῶν ἐστεγασμένον τὸ ἄνω.
“那么伊斯霍马霍斯啊,”我说,“我们该怎样栽植橄榄树呢?”“你连这也来考我,”他说,“其实你比谁都清楚。因为你肯定看见过,为橄榄树挖的坑要深得多——而且大多是沿着道路两旁挖的;你也看见过,所有的插条都连着树桩;你还看见过,”他说,“所有树苗的顶端都敷上黏土,所有树苗的上部都被覆盖着。”
ὁρῶ, ἔφην ἐγώ, ταῦτα πάντα. καὶ ὁρῶν δή, ἔφη, τί αὐτῶν οὐ γιγνώσκεις; ἢ τὸ ὄστρακον ἀγνοεῖς, ἔφη, ὦ Σώκρατες, πῶς ἂν ἐπὶ τοῦ πηλοῦ ἄνω καταθείης; μὰ τὸν Δίʼ, ἔφην ἐγώ, οὐδὲν ὧν εἶπας, ὦ Ἰσχόμαχε, ἀγνοῶ, ἀλλὰ πάλιν ἐννοῶ τί ποτε, ὅτε πάλαι ἤρου με συλλήβδην εἰ ἐπίσταμαι φυτεύειν, οὐκ ἔφην. οὐ γὰρ ἐδόκουν ἔχειν ἂν εἰπεῖν οὐδὲν ᾗ δεῖ φυτεύειν· ἐπεὶ δέ με καθʼ ἓν ἕκαστον ἐπεχείρησας ἐρωτᾶν, ἀποκρίνομαί σοι, ὡς σὺ φῄς, ἅπερ σὺ γιγνώσκεις ὁ δεινὸς λεγόμενος γεωργός.
“这一切我都看见过,”我说。“既然看见了,”他说,“其中哪一样你不知道呢?难道你不知道,”他说,“苏格拉底啊,怎样把瓦片放在黏土上面吗?”“凭宙斯起誓,伊斯霍马霍斯啊,”我说,“你所说的没有一样我不知道;但我再次琢磨的是,刚才你笼统地问我是否懂得栽植时,我究竟为什么说不懂。因为当时我觉得自己对应当如何栽植说不出任何道道来;但当你着手逐项向我发问时,我回答你的,正如你所说,恰恰就是你这位被称为精明农夫的人所知道的事情。”
ἆρα, ἔφην, ὦ Ἰσχόμαχε, ἡ ἐρώτησις διδασκαλία ἐστίν; ἄρτι γὰρ δή, ἔφην ἐγώ, καταμανθάνω ᾗ με ἐπηρώτησας ἕκαστα· ἄγων γάρ με διʼ ὧν ἐγὼ ἐπίσταμαι,2 ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.
“伊斯霍马霍斯啊,”我说,“难道提问本身就是一种教学吗?因为刚才,”我说,“我才完全明白你是如何就每件事盘问我的:你引导我通过已知的事情,指出那些我认为自己不知道的事情与这些已知的事情相似,我想,你是在让我确信我也懂得这些事情。”
ἆρʼ οὖν, ἔφη ὁ Ἰσχόμαχος, καὶ περὶ ἀργυρίου ἐρωτῶν ἄν σε, πότερον καλὸν ἢ οὔ, δυναίμην ἄν σε πεῖσαι ὡς ἐπίστασαι διαδοκιμάζειν τὰ καλὰ καὶ τὰ κίβδηλα ἀργύρια; καὶ περὶ αὐλητῶν ἂν δυναίμην ἀναπεῖσαι ὡς ἐπίστασαι αὐλεῖν, καὶ περὶ ζωγράφων καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων; ἴσως ἄν, ἔφην ἐγώ, ἐπειδὴ καὶ γεωργεῖν ἀνέπεισάς με ὡς ἐπιστήμων εἴην, καίπερ εἰδότα ὅτι οὐδεὶς πώποτε ἐδίδαξέ με ταύτην τὴν τέχνην.
“那么,”伊斯霍马霍斯说,“通过向你询问银币的好坏,我难道就能说服你相信自己懂得分辨真假银币吗?对于吹笛人,我能说服你懂得吹笛吗?对于画家以及其他类似的人也是如此吗?”“也许能吧,”我说,“既然你都能让我确信自己精通农事,尽管我知道从未有人教过我这门技艺。”
οὐκ ἔστι ταῦτʼ, ἔφη, ὦ Σώκρατες· ἀλλʼ ἐγὼ καὶ πάλαι σοι ἔλεγον ὅτι ἡ γεωργία οὕτω φιλάνθρωπός ἐστι καὶ πραεῖα τέχνη ὥστε καὶ ὁρῶντας καὶ ἀκούοντας ἐπιστήμονας εὐθὺς ἑαυτῆς ποιεῖν.
“不是这么回事,苏格拉底啊,”他说,“相反,我早就告诉过你,农事是一门如此亲善、温和的技艺,以至于能让看见它和听闻它的人立刻精通它自身。
πολλὰ δʼ, ἔφη, καὶ αὐτὴ διδάσκει ὡς ἂν κάλλιστά τις αὐτῇ χρῷτο. αὐτίκα ἄμπελος ἀναβαίνουσα μὲν ἐπὶ τὰ δένδρα, ὅταν ἔχῃ τι πλησίον δένδρον, διδάσκει ἱστάναι αὑτήν· περιπεταννύουσα δὲ τὰ οἴναρα, ὅταν ἔτι αὐτῇ ἁπαλοὶ οἱ βότρυες ὦσι, διδάσκει σκιάζειν τὰ ἡλιούμενα ταύτην τὴν ὥραν· ὅταν δὲ καιρὸς ᾖ ὑπὸ τοῦ ἡλίου ἤδη γλυκαίνεσθαι τὰς σταφυλάς, φυλλορροοῦσα διδάσκει ἑαυτὴν ψιλοῦν καὶ πεπαίνειν τὴν ὀπώραν, διὰ πολυφορίαν δὲ τοὺς μὲν πέπονας δεικνύουσα βότρυς, τοὺς δὲ ἔτι ὠμοτέρους φέρουσα, διδάσκει τρυγᾶν ἑαυτήν, ὥσπερ τὰ σῦκα συκάζουσι, τὸ ὀργῶν ἀεί.3
而且它自己,”他说,“也传授许多让人如何最妥善利用它的法子。例如,葡萄树在附近有树木时就会攀援而上,教导人们将它架立起来;而在果串尚娇嫩时舒展叶片,教导人们在这个时节为曝晒之物遮荫; 而当到了葡萄该被太阳晒得变甜的时节,它便落叶以教导人们将它自身剥露出来、使果实成熟;并且由于果实丰产,它既展示着成熟的果串,又挂着较为生涩的果串,教导人们采摘它自身,就像人们摘无花果那样,始终采摘成熟的部分。”
- 19.11ὥστε τὰ φυτὰ κίνδυνος ... σήπεσθαι μὲν ... αὐαίνεσθαι δέ
在由 ὥστε 引导的结果从句中,名词 κίνδυνος 省略了系动词(ἐστί 或 ἂν εἴη)作无人称表述,后接以宾格 τὰ φυτά 为逻辑主语的两个不定式 σήπεσθαι 与 αὐαίνεσθαι,意为“树苗有腐烂或枯死之危险”。
- 19.15ἄγων γάρ με διʼ ὧν ἐγὼ ἐπίσταμαι, ὅμοια τούτοις ἐπιδεικνὺς ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι ἀναπείθεις, οἶμαι, ὡς καὶ ταῦτα ἐπίσταμαι.
此处包含关系代词的缩合与倒置。前半段 διʼ ὧν 相当于 διὰ τούτων ἅ(通过我所知道的事情);后半段 ὅμοια τούτοις(与这些相似)作为表语,修饰关系从句 ἃ οὐκ ἐνόμιζον ἐπίστασθαι(我认为自己不知道的事情)所暗含的先行词。主句的核心为主谓结构 ἀναπείθεις ... ὡς καὶ ταῦτα ἐπίσταμαι(说服我相信自己也懂得这些)。
- 19.19τὸ ὀργῶν ἀεί
动词 ὀργάω(成熟、充盈)的中性单数现在分词名词化用法,充当 τρυγᾶν 的宾语或同格限定成分,指“始终处于成熟状态的部分/果实”。
