- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:2.1-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当克里托布洛斯请教如何增加家业时,苏格拉底指出自己虽财产微薄却已足够富有,反倒是克里托布洛斯背负着沉重的城邦赋役、社会排场与轻浮享乐,实则处于赤贫与濒临破产的险境。
ὁ οὖν Κριτόβουλος ἐκ τούτων ὧδέ πως εἶπεν· ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἀρκούντως πάνυ μοι δοκῶ τὰ λεγόμενα ὑπὸ σοῦ ἀκηκοέναι· αὐτὸς δʼ ἐμαυτὸν ἐξετάζων δοκῶ μοι εὑρίσκειν ἐπιεικῶς τῶν τοιούτων ἐγκρατῆ ὄντα, ὥστʼ εἴ μοι συμβουλεύοις ὅ τι ἂν ποιῶν αὔξοιμι τὸν οἶκον, οὐκ ἄν μοι δοκῶ ὑπό γε τούτων ὧν σὺ δεσποινῶν καλεῖς κωλύεσθαι· ἀλλὰ θαρρῶν συμβούλευε ὅ τι ἔχεις ἀγαθόν· ἢ κατέγνωκας ἡμῶν, ὦ Σώκρατες, ἱκανῶς πλουτεῖν καὶ οὐδὲν δοκοῦμέν σοι προσδεῖσθαι χρημάτων;
于是克里托布洛斯接着这番话大致这样说道:“关于这类事情,我认为自己听你的教诲已经十分充分了;而在自我省察时,我发觉自己对这些东西相当有自制力,因此,如果你能建议我做些什么来增加家业,我想我是不会被你所谓的这些女主人所阻碍的。所以,请大胆地提出你所拥有的良策吧。抑或苏格拉底,你断定我们已经足够富有,认为我们完全不需要增添钱财了吗?”
οὔκουν ἔγωγε, ἔφη ὁ Σωκράτης, εἰ καὶ περὶ ἐμοῦ λέγεις, οὐδέν μοι δοκῶ προσδεῖσθαι χρημάτων, ἀλλʼ ἱκανῶς πλουτεῖν· σὺ μέντοι, ὦ Κριτόβουλε, πάνυ μοι δοκεῖς πένεσθαι, καὶ ναὶ μὰ Δίʼ ἔστιν ὅτε καὶ πάνυ οἰκτίρω σε ἐγώ.
“至少就我自己而言,”苏格拉底说,“如果你也是在谈论我,我并不认为自己还需要增添钱财,反而觉得自己已经足够富有;然而克里托布洛斯,在我看来你却是极其贫穷的,以宙斯起誓,有时我甚至非常怜悯你。”
καὶ ὁ Κριτόβουλος γελάσας εἶπε· καὶ πόσον ἂν πρὸς τῶν θεῶν οἴει, ὦ Σώκρατες, ἔφη, εὑρεῖν τὰ σὰ κτήματα πωλούμενα, πόσον δὲ τὰ ἐμά; ἐγὼ μὲν οἶμαι, ἔφη ὁ Σωκράτης, εἰ ἀγαθοῦ ὠνητοῦ ἐπιτύχοιμι, εὑρεῖν ἄν1 μοι σὺν τῇ οἰκίᾳ καὶ τὰ ὄντα πάντα πάνυ ῥᾳδίως πέντε μνᾶς· τὰ μέντοι σὰ ἀκριβῶς οἶδα ὅτι πλέον ἂν εὕροι ἢ ἑκατονταπλασίονα τούτου.
克里托布洛斯笑着说:“那么凭诸神起誓,苏格拉底,你认为你的财产变卖能值多少钱,而我的又能值多少呢?”“我认为,”苏格拉底说,“如果我能碰上一个好买主,我的房屋加上全部所有的东西,轻而易举就能卖到五明纳;至于你的财产,我确知能卖到这一数额的一百倍以上。”
κᾆτα οὕτως ἐγνωκὼς σὺ μὲν οὐχ ἡγῇ προσδεῖσθαι χρημάτων, ἐμὲ δὲ οἰκτίρεις ἐπὶ τῇ πενίᾳ; τὰ μὲν γὰρ ἐμά, ἔφη, ἱκανά ἐστιν ἐμοὶ παρέχειν τὰ ἐμοὶ ἀρκοῦντα· εἰς δὲ τὸ σὸν σχῆμα ὃ σὺ περιβέβλησαι καὶ τὴν σὴν δόξαν, οὐδʼ εἰ τρὶς ὅσα νῦν κέκτησαι προσγένοιτό σοι, οὐδʼ ὣς ἂν ἱκανά μοι δοκεῖ εἶναί σοι.
“既然你明知如此,却还不认为自己需要更多的钱财,反而因我贫穷而怜悯我吗?”“因为我的财产,”他说,“足以供给满足我自身所需的东西;但是针对你所承担的排场和你的名声而言,即便把你现有的财产再增加三倍,我想即使那样对你来说也是不够的。”
πῶς δὴ τοῦτʼ; ἔφη ὁ Κριτόβουλος. ἀπεφήνατο ὁ Σωκράτης· ὅτι πρῶτον μὲν ὁρῶ σοι ἀνάγκην οὖσαν θύειν πολλά τε καὶ μεγάλα, ἢ οὔτε θεοὺς οὔτε ἀνθρώπους οἶμαί σε ἂν ἀνασχέσθαι·2 ἔπειτα ξένους προσήκει σοι πολλοὺς δέχεσθαι, καὶ τούτους μεγαλοπρεπῶς· ἔπειτα δὲ πολίτας δειπνίζειν καὶ εὖ ποιεῖν, ἢ ἔρημον συμμάχων εἶναι.
“怎么会这样呢?”克里托布洛斯问。苏格拉底阐明道:“因为首先,我看到你必须献上许多盛大的祭品,否则我想无论是神明还是世人都容不下你;其次,你理应接待许多外宾,并且要款待得气派体面;再者,还必须宴请公民并施惠于他们,否则就会陷入孤立无援的境地。”
ἔτι δὲ καὶ τὴν πόλιν αἰσθάνομαι τὰ μὲν ἤδη σοι προστάττουσαν μεγάλα τελεῖν, ἱπποτροφίας τε καὶ χορηγίας καὶ γυμνασιαρχίας καὶ προστατείας, ἂν δὲ δὴ πόλεμος γένηται, οἶδʼ ὅτι καὶ τριηραρχίας [μισθοὺς] καὶ εἰσφορὰς τοσαύτας σοι προστάξουσιν ὅσας σὺ οὐ ῥᾳδίως ὑποίσεις. ὅπου δʼ ἂν ἐνδεῶς δόξῃς τι τούτων ποιεῖν, οἶδʼ ὅτι σε τιμωρήσονται Ἀθηναῖοι οὐδὲν ἧττον ἢ εἰ τὰ αὑτῶν λάβοιεν κλέπτοντα.
“此外,我还发觉城邦已经在责成你承担巨大的开支,如养马、资助歌队、担任体育竞技长以及庇护人职责;而一旦爆发战争,我知道他们还会向你指派三列桨战船船长职责和巨额战时特税,令你难以轻易承受。凡是在这些事务中你被认为做得有所欠缺的地方,我知道雅典人惩罚你绝不亚于当场抓住你偷窃他们自己的财产。”
πρὸς δὲ τούτοις ὁρῶ σε οἰόμενον πλουτεῖν, καὶ ἀμελῶς μὲν ἔχοντα πρὸς τὸ μηχανᾶσθαι χρήματα, παιδικοῖς δὲ πράγμασι προσέχοντα τὸν νοῦν, ὥσπερ ἐξόν σοι. ὧν ἕνεκα οἰκτίρω σε μή τι ἀνήκεστον κακὸν πάθῃς3 καὶ εἰς πολλὴν ἀπορίαν καταστῇς.
“除此以外,我看到你自以为富有,对筹划钱财漠不关心,反而把心思放在年轻男子的风月之事上,就好像你真有这种闲情一般。正因这些缘故,我为你感到担忧怜悯,唯恐你遭受无法挽回的厄运,陷入严重的困顿之中。”
καὶ ἐμοὶ μέν, εἴ τι καὶ προσδεηθείην, οἶδʼ ὅτι καὶ σὺ γιγνώσκεις ὡς εἰσὶν οἳ καὶ ἐπαρκέσειαν ἂν ὥστε πάνυ μικρὰ πορίσαντες κατακλύσειαν ἂν ἀφθονίᾳ τὴν ἐμὴν δίαιταν· οἱ δὲ σοὶ φίλοι πολὺ ἀρκοῦντα σοῦ μᾶλλον ἔχοντες τῇ ἑαυτῶν κατασκευῇ ἢ σὺ τῇ σῇ ὅμως ὡς παρὰ σοῦ ὠφελησόμενοι ἀποβλέπουσι.
“至于我,倘若我还需要什么,我知道你也清楚,有人甚至愿意伸出援手,只需提供极微薄的资助,就能使我的生活充裕满溢;然而你的朋友们,尽管就各自的生活条件而言比你对你自身的生活条件要充裕得多,却依然指望着从你那里获得利益而仰望着你。”
- 2.3εὑρεῖν ἄν
在商业交易语境中,εὑρίσκω 意为“(变卖)获得(价钱)、值……”。在此承接条件从句 εἰ ἀγαθοῦ ὠνητοῦ ἐπιτύχοιμι,εὑρεῖν ἄν 带价值宾格(πέντε μνᾶς),构成表示潜在可能的宾格加不定式结构(“能卖得……”)。
- 2.5ἢ οὔτε θεοὺς οὔτε ἀνθρώπους οἶμαί σε ἂν ἀνασχέσθαι
连词 ἢ 在此表示“否则”(otherwise)。在动词 ἀνέχομαι(容忍、忍受)的不定式 ἀνασχέσθαι 结构中,逻辑主语是 οὔτε θεοὺς οὔτε ἀνθρώπους,而 σε 是其直接宾语(“否则我想无论是神明还是世人都容不下你”)。虽然语法上也可把 σε 视为不定式主语,但结合未尽宗教与社会义务必遭惩戒弃绝的语境,显然应将诸神与人视为容忍的施事者。
- 2.7οἰκτίρω σε μή τι ἀνήκεστον κακὸν πάθῃς
动词 οἰκτίρω(怜悯、同情)蕴含着“担忧/唯恐”的情感,因而直接引出由 μή 加虚拟式(πάθῃς)构成的顾虑/惧怕从句。字面意为:“我(因担忧)唯恐你遭受不可挽回的灾难而怜悯你”。
