- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:1.13-1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与克里托布洛斯一致认为,带来损害的银钱并非财富,而懂得加以利用的敌人反倒能成为财富。随后他们讨论到,那些掌握致富技能却因懒惰、虚荣与欲望而荒废家业的人,实质上受役于残酷欲望的奴役。
καὶ σὺ δέ μοι δοκεῖς οὕτω συνομολογεῖν, ἀφʼ ὧν τις ὠφελεῖσθαι δύναται, χρήματα εἶναι. εἰ γοῦν τις χρῷτο τῷ ἀργυρίῳ ὥστε πριάμενος οἷον ἑταίραν διὰ ταύτην κάκιον μὲν τὸ σῶμα ἔχοι, κάκιον δὲ τὴν ψυχήν, κάκιον δὲ τὸν οἶκον, πῶς ἂν ἔτι τὸ ἀργύριον αὐτῷ ὠφέλιμον εἴη; οὐδαμῶς, εἰ μή πέρ γε καὶ τὸν ὑοσκύαμον καλούμενον χρήματα εἶναι φήσομεν, ὑφʼ οὗ οἱ φαγόντες παραπλῆγες γίγνονται.
“而且在我看来,你也同样赞同这一点:凡是人能从中获益的事物,才是财富。比方说,如果有人使用银钱去买一个,譬如说,交际花,并因为她而使肉体变得更糟,心灵变得更糟,家业也变得更糟,那么银钱对他而言怎么还能是有益的呢?”“绝不可能,除非我们竟要说,连那被称作天仙子的毒草也是财富,人吃了它就会发疯。”
τὸ μὲν δὴ ἀργύριον, εἰ μή τις ἐπίσταιτο αὐτῷ χρῆσθαι, οὕτω πόρρω ἀπωθείσθω, ὦ Κριτόβουλε, ὥστε μηδὲ χρήματα εἶναι. οἱ δὲ φίλοι, ἄν τις ἐπίστηται αὐτοῖς χρῆσθαι ὥστε ὠφελεῖσθαι ἀπʼ αὐτῶν, τί φήσομεν αὐτοὺς εἶναι; χρήματα νὴ Δίʼ, ἔφη ὁ Κριτόβουλος, καὶ πολύ γε μᾶλλον ἢ τοὺς βοῦς, ἂν ὠφελιμώτεροί γε ὦσι τῶν βοῶν.
“那么,克里托布洛斯,如果一个人不懂得如何使用银钱,就该把它推得远远的,以至于根本不算作财富。但是朋友呢,如果有人懂得如何与他们相处,从而能够从他们那里获益,我们该说他们是什么呢?”“以宙斯起誓,他们是财富,”克里托布洛斯说,“而且远胜于牛群,如果他们确实比牛群更有益的话。”
καὶ οἱ ἐχθροί γε ἄρα κατά γε τὸν σὸν λόγον χρήματά εἰσι τῷ δυναμένῳ ἀπὸ τῶν ἐχθρῶν ὠφελεῖσθαι. ἐμοὶ γοῦν δοκεῖ. οἰκονόμου ἄρα ἐστὶν ἀγαθοῦ καὶ τοῖς ἐχθροῖς ἐπίστασθαι χρῆσθαι ὥστε ὠφελεῖσθαι ἀπὸ τῶν ἐχθρῶν. ἰσχυρότατά γε. καὶ γὰρ δὴ ὁρᾷς, ἔφη, ὦ Κριτόβουλε, ὅσοι μὲν δὴ οἶκοι ἰδιωτῶν ηὐξημένοι εἰσὶν ἀπὸ πολέμου, ὅσοι δὲ τυράννων.
“那么,按照你的论点,甚至敌人对于能够从敌人那里获益的人来说,也是财富了。”“至少在我看来是如此。”“那么,懂得如何利用敌人以从敌人那里获益,也是优秀治家者的职能了。”“确实极为如此。”“因为你确实看到,”他说,“克里托布洛斯,有多少平民的家业因战争而得以增加,又有多少僭主的家业也是如此。”
ἀλλὰ γὰρ τὰ μὲν καλῶς ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, ἔφη ὁ Κριτόβουλος· ἐκεῖνο δʼ ἡμῖν τί φαίνεται, ὁπόταν ὁρῶμέν τινας ἐπιστήμας μὲν ἔχοντας καὶ ἀφορμὰς ἀφʼ ὧν δύνανται ἐργαζόμενοι αὔξειν τοὺς οἴκους, αἰσθανώμεθα δὲ αὐτοὺς ταῦτα μὴ θέλοντας ποιεῖν, καὶ διὰ τοῦτο ὁρῶμεν ἀνωφελεῖς οὔσας αὐτοῖς τὰς ἐπιστήμας; ἄλλο τι ἢ1 τούτοις αὖ οὔτε αἱ ἐπιστῆμαι χρήματά εἰσιν οὔτε τὰ κτήματα;
“不过,苏格拉底,”克里托布洛斯说,“这些话在我看来固然说得很对;但当我们看到有些人拥有知识和能够通过劳作增加家业的资财,却发觉他们不愿去做这些事,并因此看到那些知识对他们毫无用处时,我们对这种情况该怎么看呢?难道对这些人来说,无论是知识还是财产也同样都不是财富了吗?”
περὶ δούλων μοι, ἔφη ὁ Σωκράτης, ἐπιχειρεῖς, ὦ Κριτόβουλε, διαλέγεσθαι; οὐ μὰ Δίʼ, ἔφη, οὐκ ἔγωγε, ἀλλὰ καὶ πάνυ εὐπατριδῶν ἐνίων γε δοκούντων εἶναι, οὓς ἐγὼ ὁρῶ τοὺς μὲν πολεμικάς, τοὺς δὲ καὶ εἰρηνικὰς ἐπιστήμας ἔχοντας, ταύτας δὲ οὐκ ἐθέλοντας ἐργάζεσθαι, ὡς μὲν ἐγὼ οἶμαι, διʼ αὐτὸ τοῦτο ὅτι δεσπότας οὐκ ἔχουσιν.
“克里托布洛斯,”苏格拉底说,“你这是想跟我谈论奴隶吗?”“不,指着宙斯发誓,我绝不是这个意思,”他说,“而是指某些被认为出身极其高贵的人,我看到他们有的掌握军事技术,有的掌握和平时期的技艺,却不肯运用它们去劳作;依我看,正是因为他们没有主人的缘故。”
καὶ πῶς ἄν, ἔφη ὁ Σωκράτης, δεσπότας οὐκ ἔχοιεν, εἰ εὐχόμενοι εὐδαιμονεῖν καὶ ποιεῖν βουλόμενοι ἀφʼ ὧν ἂν ἔχοιεν ἀγαθὰ ἔπειτα κωλύονται ποιεῖν ταῦτα ὑπὸ τῶν ἀρχόντων; καὶ τίνες δὴ οὗτοί εἰσιν, ἔφη ὁ Κριτόβουλος, οἳ ἀφανεῖς ὄντες ἄρχουσιν αὐτῶν;
“他们怎么会没有主人呢,”苏格拉底说,“如果他们祈求幸福,想要去做那些能让自己获得善果的事,随后却被统治者阻碍而无法去做的话?”“那么这些人究竟是谁呢,”克里托布洛斯说,“竟然在暗中统治着他们?”
ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, οὐκ ἀφανεῖς εἰσιν, ἀλλὰ καὶ πάνυ φανεροί. καὶ ὅτι πονηρότατοί γέ εἰσιν οὐδὲ σὲ λανθάνουσιν, εἴπερ πονηρίαν γε νομίζεις ἀργίαν τʼ εἶναι καὶ μαλακίαν ψυχῆς καὶ ἀμέλειαν.
“不,指着宙斯发誓,”苏格拉底说,“他们绝不是隐秘不见的,而是极其显而易见的。而且,如果你确实认为游手好闲、心灵软弱和怠惰乃是恶劣之事,那么他们是极恶之徒这一点也绝不会瞒过你。”
καὶ ἄλλαι δʼ εἰσὶν ἀπατηλαί τινες δέσποιναι προσποιούμεναι ἡδοναὶ εἶναι, κυβεῖαί τε καὶ ἀνωφελεῖς ἀνθρώπων ὁμιλίαι, αἳ προϊόντος τοῦ χρόνου καὶ αὐτοῖς τοῖς ἐξαπατηθεῖσι καταφανεῖς γίγνονται ὅτι λῦπαι ἄρα ἦσαν ἡδοναῖς περιπεπεμμέναι,2 αἳ διακωλύουσιν αὐτοὺς ἀπὸ τῶν ὠφελίμων ἔργων κρατοῦσαι.
“而且还有其他一些骗人的女主人,伪装成是快乐,诸如掷骰子和无益的人际交往,随着时间的推移,即使是被欺骗的人自己也会清楚地发现,它们其实是裹着快乐外衣的痛苦;它们控制着这些人,阻碍他们从事有益的工作。”
ἀλλὰ καὶ ἄλλοι, ἔφη, ὦ Σώκρατες, ἐργάζεσθαι μὲν οὐ κωλύονται ὑπὸ τούτων, ἀλλὰ καὶ πάνυ σφοδρῶς πρὸς τὸ ἐργάζεσθαι ἔχουσι καὶ μηχανᾶσθαι προσόδους· ὅμως δὲ καὶ τοὺς οἴκους κατατρίβουσι καὶ ἀμηχανίαις συνέχονται.
“然而还有其他人,苏格拉底,”他说,“他们并没有被这些东西阻碍工作,反而极其热衷于劳作和筹划收入;然而他们同样耗尽了家业,陷入穷困潦倒的境地。”
δοῦλοι γάρ εἰσι καὶ οὗτοι, ἔφη ὁ Σωκράτης, καὶ πάνυ γε χαλεπῶν δεσποτῶν, οἱ μὲν λιχνειῶν, οἱ δὲ λαγνειῶν, οἱ δὲ οἰνοφλυγιῶν, οἱ δὲ φιλοτιμιῶν τινων μώρων καὶ δαπανηρῶν, ἃ οὕτω χαλεπῶς ἄρχει τῶν ἀνθρώπων ὧν ἂν ἐπικρατήσωσιν,3 ὥσθʼ ἕως μὲν ἂν ὁρῶσιν ἡβῶντας αὐτοὺς καὶ δυναμένους ἐργάζεσθαι, ἀναγκάζουσι φέρειν ἃ ἂν αὐτοὶ ἐργάσωνται καὶ τελεῖν εἰς τὰς αὑτῶν ἐπιθυμίας, ἐπειδὰν δὲ αὐτοὺς ἀδυνάτους αἴσθωνται ὄντας ἐργάζεσθαι διὰ τὸ γῆρας, ἀπολείπουσι τούτους κακῶς γηράσκειν, ἄλλοις δʼ αὖ πειρῶνται δούλοις χρῆσθαι.
“因为这些人同样也是奴隶,”苏格拉底说,“而且是极其苛刻的主人的奴隶:有些人受暴食的奴役,有些人受色欲的奴役,有些人受纵酒的奴役,有些人则受某些愚蠢且耗资巨大的虚荣心的奴役。这些主人对被它们征服的人施以如此残酷的统治,以至于只要看到他们年轻力壮且能干活,就强迫他们交出自己劳作所得的一切,并花销在它们自己的欲望上;而一旦察觉到他们因年老而无法劳作时,就把他们遗弃在凄惨的晚景中,反过来再去寻找其他人充当奴隶。”
ἀλλὰ δεῖ, ὦ Κριτόβουλε, πρὸς ταῦτα οὐχ ἧττον διαμάχεσθαι περὶ τῆς ἐλευθερίας ἢ πρὸς τοὺς σὺν ὅπλοις πειρωμένους καταδουλοῦσθαι. πολέμιοι μὲν οὖν ἤδη ὅταν καλοὶ κἀγαθοὶ ὄντες καταδουλώσωνταί τινας, πολλοὺς δὴ βελτίους ἠνάγκασαν εἶναι σωφρονίσαντες, καὶ ῥᾷον βιοτεύειν τὸν λοιπὸν χρόνον ἐποίησαν· αἱ δὲ τοιαῦται δέσποιναι αἰκιζόμεναι τὰ σώματα τῶν ἀνθρώπων καὶ τὰς ψυχὰς καὶ τοὺς οἴκους οὔποτε λήγουσιν, ἔστʼ ἂν ἄρχωσιν αὐτῶν.
“因此,克里托布洛斯,为了自由而与这些东西抗争,绝不应逊色于对抗那些试图用武器奴役我们的人。事实上,当身为优秀高尚之士的敌对者奴役了某些人时,往往通过训导强迫许多人变得更好,使他们往后的日子过得更安逸;然而这类女主人只要一日统治着人类,就绝不会停止摧残他们的肉体、心灵和家业。”
- 1.16ἄλλο τι ἢ
成语性疑问结构,意为“难道不是……吗”或“无非是……”。该句式源自 ἄλλο τι [ἂν εἴη] ἢ(“难道还能是别的什么吗”)的省略用法,功能类似于拉丁语的 nonne,用以引出期待肯定回答的反问句。
- 1.20ὅτι λῦπαι ἄρα ἦσαν ἡδοναῖς περιπεπεμμέναι
在由连词 ὅτι 引导的名词性从句中,小词 ἄρα 与未完成过去时 ἦσαν 连用,表示事后方才醒悟或发现的既成事实(即所谓的“哲学未完成过去时”或“事实发现的过去时”),意为“原来它们竟是……”。此处不用现在时而用过去时,强调这些事物原本就潜藏着痛苦,只是当事者起初未能察觉。
- 1.22ὧν ἂν ἐπικρατήσωσιν
关系代词 ὧν 指代先行词 τῶν ἀνθρώπων,因关系从句中的动词 ἐπικρατήσωσιν(压制、掌控)支配属格而呈属格形式。ἂν 搭配不定过去时虚拟式,构成了泛指性的条件关系从句(“凡是它们所掌控的人”)。
