- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:19.1-19.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底虽自称不懂栽植果树,但在伊斯霍马霍斯的启发提问下,通过观察与推理,准确道出了挖坑的深浅与宽度、根据土壤干湿调整深度、垫熟土以及将插条横卧栽种等农艺要点。
ἔστι δʼ οὖν, ἔφην ἐγώ, τῆς γεωργικῆς τέχνης καὶ ἡ τῶν δένδρων φυτεία; ἔστι γὰρ οὖν, ἔφη ὁ Ἰσχόμαχος. πῶς ἂν οὖν, ἔφην ἐγώ, τὰ μὲν ἀμφὶ τὸν σπόρον ἐπισταίμην, τὰ δʼ ἀμφὶ τὴν φυτείαν οὐκ ἐπίσταμαι;
“那么,”我说,“果树的种植也是农事技艺的一部分吗?”“确实如此,”伊斯霍马霍斯说。“那么,”我说,“为什么我对播种之事了如指掌,对种植之事却一无所知呢?”
οὐ γὰρ σύ, ἔφη ὁ Ἰσχόμαχος, ἐπίστασαι· πῶς; ἐγὼ ἔφην, ὅστις μήτʼ ἐν ὁποίᾳ τῇ γῇ δεῖ φυτεύειν οἶδα1 μήτε ὁπόσον βάθος ὀρύττειν τὸ φυτὸν2 μήτε ὁπόσον πλάτος μήτε ὁπόσον μῆκος τὸ φυτὸν ἐμβάλλειν μήτε ὅπως ἂν ἐν τῇ γῇ κείμενον τὸ φυτὸν μάλιστʼ ἂν βλαστάνοι.
“难道你不懂吗?”伊斯霍马霍斯说。“我怎能懂呢?”我说,“像我这样的人,既不知道应当在哪种土壤里种植,也不知道该为树苗挖多深、挖多宽,不知道该插入多长的树苗,也不知道树苗怎样放置在土壤里才能长得最好。”
ἴθι δή, ἔφη ὁ Ἰσχόμαχος, μάνθανε ὅ τι μὴ ἐπίστασαι. βοθύνους μὲν γὰρ οἵους ὀρύττουσι τοῖς φυτοῖς οἶδʼ ὅτι ἑώρακας, ἔφη. καὶ πολλάκις ἔγωγʼ, ἔφην. ἤδη τινὰ οὖν αὐτῶν εἶδες βαθύτερον τριπόδου; οὐδὲ μὰ Δίʼ ἔγωγʼ, ἔφην, πενθημιποδίου. τί δέ, τὸ πλάτος ἤδη τινὰ τριπόδου πλέον εἶδες; οὐδὲ μὰ Δίʼ, ἔφην ἐγώ, διπόδου.
“来吧,”伊斯霍马霍斯说,“去弄懂你不知道的事情吧。因为我知道,你一定见过人们为树苗挖什么样的坑穴,”他说。“是的,见过很多次,”我说。“那么你曾见过其中有深于三英尺的吗?”“凭宙斯起誓,连深于两英尺半的都没见过,”我说。“那么宽度呢,你曾见过超过三英尺的吗?”“凭宙斯起誓,连超过两英尺的都没有,”我说。
ἴθι δή, ἔφη, καὶ τόδε ἀπόκριναί μοι· ἤδη τινὰ εἶδες τὸ βάθος ἐλάττονα ποδιαίου; οὐδὲ μὰ Δίʼ, ἔφην, ἔγωγε τριημιποδίου. καὶ γὰρ ἐξορύττοιτο ἂν σκαπτόμενα, ἔφην ἐγώ, τὰ φυτά, εἰ λίαν γε οὕτως ἐπιπολῆς πεφυτευμένα εἴη.
“来吧,”他说,“再回答我这个问题:你曾见过深度不足一英尺的坑穴吗?”“凭宙斯起誓,连不足一英尺半的都没见过,”我说,“因为如果栽植得如此贴近地表,”我说,“在松土耕作时幼苗就会被刨出来。”
οὐκοῦν τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, ἱκανῶς οἶσθα, ὅτι οὔτε βαθύτερον πενθημιποδίου ὀρύττουσιν οὔτε βραχύτερον τριημιποδίου. ἀνάγκη γάρ, ἔφην ἐγώ, τοῦτο ὁρᾶσθαί γε οὕτω καταφανὲς ὄν.
“那么苏格拉底啊,”他说,“这一点你是完全清楚的了:人们挖坑既不深于两英尺半,也不浅于一英尺半。”“必然如此啊,”我说,“因为这明摆着,不可能看不到。”
τί δέ, ἔφη, ξηροτέραν καὶ ὑγροτέραν γῆν γιγνώσκεις ὁρῶν; ξηρὰ μὲν γοῦν μοι δοκεῖ, ἔφην ἐγώ, εἶναι ἡ περὶ τὸν Λυκαβηττὸν καὶ ἡ ταύτῃ ὁμοία, ὑγρὰ δὲ ἡ ἐν τῷ Φαληρικῷ ἕλει καὶ ἡ ταύτῃ ὁμοία.
“那么,”他说,“你能凭眼力分辨出较干燥的土壤和较湿润的土壤吗?”“在我看来,干燥的土地,”我说,“至少就是利卡维托斯山周围的土地以及与之相似的土地,而湿润的土地则是法勒隆沼泽一带的土地以及与之相似的土地。”
πότερα οὖν, ἔφη, ἐν τῇ ξηρᾷ ἂν βαθὺν ὀρύττοις βόθρον τῷ φυτῷ ἢ ἐν τῇ ὑγρᾷ; ἐν τῇ ξηρᾷ νὴ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ ἔν γε τῇ ὑγρᾷ ὀρύττων βαθύν, ὕδωρ ἂν εὑρίσκοις καὶ οὐκ ἂν δύναιο ἔτι ἐν ὕδατι φυτεύειν. καλῶς μοι δοκεῖς, ἔφη, λέγειν. οὐκοῦν ἐπειδὰν ὀρωρυγμένοι ὦσιν οἱ βόθροι, ὁπηνίκα δεῖ τιθέναι ἑκάτερα τὰ φυτὰ ἤδη εἶδες;
“那么,”他说,“你是在干燥的土地上为树苗挖深坑呢,还是在湿润的土地上呢?”“凭宙斯起誓,在干燥的土地上,”我说,“因为在湿润的土地上若挖得太深,就会挖出水来,也就无法在水里种植了。”“我觉得你说得很对,”他说。“那么,当坑穴挖好之后,你可曾见过何时应当把各种树苗栽种下去吗?”
μάλιστα, ἔφην ἐγώ. σὺ οὖν βουλόμενος ὡς τάχιστα φῦναι αὐτὰ πότερον ὑποβαλὼν ἂν τῆς γῆς τῆς εἰργασμένης οἴει τὸν βλαστὸν τοῦ κλήματος θᾶττον χωρεῖν διὰ τῆς μαλακῆς ἢ διὰ τῆς ἀργοῦ εἰς τὸ σκληρόν; Δῆλον, ἔφην ἐγώ, ὅτι διὰ τῆς εἰργασμένης θᾶττον ἂν ἢ διὰ τῆς ἀργοῦ βλαστάνοι.
“当然见过,”我说。“那么,为了让它们尽可能快地生长,你若是垫上熟土,你认为插条的嫩芽是通过松软的土壤生长得更快呢,还是穿过未耕耘的土壤进入硬土生长得更快呢?”“显然,”我说,“穿过熟土发芽肯定比穿过未耕耘的生土更快。”
οὐκοῦν ὑποβλητέα ἂν εἴη τῷ φυτῷ γῆ. τί δʼ οὐ μέλλει; ἔφην ἐγώ. πότερα δὲ ὅλον τὸ κλῆμα ὀρθὸν τιθεὶς πρὸς τὸν οὐρανὸν βλέπον ἡγῇ μᾶλλον ἂν ῥιζοῦσθαι αὐτὸ ἢ καὶ πλάγιόν τι ὑπὸ τῇ ὑποβεβλημένῃ γῇ θείης ἄν, ὥστε κεῖσθαι ὥσπερ γάμμα ὕπτιον;3
“那么就应当在树苗底下垫土了。”“怎么能不垫呢?”我说。“那么,你认为把整根插条笔直竖立、对着天空放置更容易生根呢,还是在垫入的土下把一部分横斜着放置、让它像倒卧的伽玛字母那样躺着更容易生根呢?”
οὕτω νὴ Δία· πλείους γὰρ ἂν οἱ ὀφθαλμοὶ κατὰ τῆς γῆς εἶεν· ἐκ δὲ τῶν ὀφθαλμῶν καὶ ἄνω ὁρῶ βλαστάνοντα τὰ φυτά. καὶ τοὺς κατὰ τῆς γῆς οὖν ὀφθαλμοὺς ἡγοῦμαι τὸ αὐτὸ τοῦτο ποιεῖν. πολλῶν δὲ φυομένων βλαστῶν κατὰ τῆς γῆς ταχὺ ἂν καὶ ἰσχυρὸν τὸ φυτὸν ἡγοῦμαι βλαστάνειν.
“凭宙斯起誓,自然是后一种,”我说,“因为这样留在地下的芽眼就更多;而我看到植物也是从地上的芽眼萌发出来的。因此我认为地下的芽眼也会做同样的事。而如果在地下萌发出的枝芽很多,我认为植株就会快速而强健地发芽生长。”
- 19.2ὅστις μήτʼ ἐν ὁποίᾳ τῇ γῇ δεῖ φυτεύειν οἶδα
关系代名词 ὅστις 引出修饰第一人称代词(ἐγώ)的特征或原因从句,具有“像我这样一个……的人(怎能懂呢)”的反诘语气。后接由 μήτε 连接的一系列间接疑问句与不定式短语,因该从句带有定性与假设色彩,故否定词采用 μή 而非 οὐ。
- 19.2ὁπόσον βάθος ὀρύττειν τὸ φυτὸν
名词 βάθος 为程度宾格(范围宾格),ὀρύττειν(挖掘)省略了直接宾语“坑穴(βόθρον)”。宾格的 τὸ φυτόν 在句意上表关涉(“为树苗/就树苗而言”),亦可能受到后半句中 τὸ φυτὸν ἐμβάλλειν(将树苗插入)这一平行结构的同化牵引。
- 19.9ὥσπερ γάμμα ὕπτιον
γάμμα 指希腊字母伽玛(Γ),修饰词 ὕπτιον 意为“仰卧的、横倒的”,二者结合形象地表示字母倒卧或折成类似“L”形。此处生动地描述了古希腊葡萄栽培中将插条基部横卧埋于土中、仅留顶端出土的整枝插植技术。
