← 色诺芬

经济论

§18.1-18.10

谷物的收割、打谷与扬场方法

苏格拉底与伊斯霍马霍斯讨论了收割、利用牲畜打谷以及结合风向进行扬场选粮的方法,表明苏格拉底即使未经传授,也已凭借观察知晓这些农事要领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἀτὰρ οὖν, ἔφην ἐγώ, ἐκ τούτου ἄρα θερίζειν εἰκός. δίδασκε οὖν εἴ τι ἔχεις με καὶ εἰς τοῦτο. ἂν μή γε φανῇς, ἔφη, καὶ εἰς τοῦτο ταὐτὰ ἐμοὶ ἐπιστάμενος. ὅτι μὲν οὖν τέμνειν τὸν σῖτον δεῖ οἶσθα. τί δʼ οὐ μέλλω; ἔφην ἐγώ. πότερʼ ἂν οὖν τέμνοις, ἔφη, στὰς ἔνθα πνεῖ ἄνεμος ἢ ἀντίος;1 οὐκ ἀντίος, ἔφην, ἔγωγε· χαλεπὸν γὰρ οἶμαι καὶ τοῖς ὄμμασι καὶ ταῖς χερσὶ γίγνεται ἀντίον ἀχύρων καὶ ἀθέρων θερίζειν.

“无论如何,”我说,“在此之后理当收割了。那么,若你对此也有指教,就请教导我吧。”“只要你在这件事上,”他说,“不至于显出与我所知完全相同便好。首先,你当然知道必须收割庄稼吧。”“我怎么会不知道呢?”我说。“那么你是站在风吹之处收割呢,”他说,“还是迎着风呢?”“我决不迎着风,”我说,“因为我认为,逆着风面对糠秕和麦芒收割,对手和眼都是苦事。”

§18.2

καὶ ἀκροτομοίης δʼ ἄν, ἔφη, ἢ παρὰ γῆν τέμνοις; ἂν μὲν βραχὺς ᾖ ὁ κάλαμος τοῦ σίτου, ἔγωγʼ, ἔφην, κάτωθεν ἂν τέμνοιμι, ἵνα ἱκανὰ τὰ ἄχυρα μᾶλλον γίγνηται· ἐὰν δὲ ὑψηλὸς ᾖ, νομίζω ὀρθῶς ἂν ποιεῖν μεσοτομῶν, ἵνα μήτε οἱ ἁλοῶντες μοχθῶσι περιττὸν πόνον μήτε οἱ λικμῶντες ὧν οὐδὲν προσδέονται.2 τὸ δὲ ἐν τῇ γῇ λειφθὲν ἡγοῦμαι καὶ κατακαυθὲν συνωφελεῖν ἂν τὴν γῆν καὶ εἰς κόπρον ἐμβληθὲν τὴν κόπρον συμπληθύνειν.

“那么你是只割穗头呢,”他说,“还是贴地收割呢?”“如果庄稼的茎秆短小,”我说,“我就会从靠近根部的地方割,好让秸秆更充裕;但如果茎秆高大,我认为从中间截断是得当的,免得打谷的人耗费多余的劳力,扬谷的人也不致为根本不需要的部分徒增辛劳。至于留在地里的根茬,我认为烧掉能滋养土地,投进粪堆则能增加肥料。”

§18.3

ὁρᾷς, ἔφη, ὦ Σώκρατες, ὡς ἁλίσκει ἐπʼ αὐτοφώρῳ καὶ περὶ θερισμοῦ εἰδὼς ἅπερ ἐγώ; κινδυνεύω, ἔφην ἐγώ, καὶ βούλομαί γε σκέψασθαι εἰ καὶ ἁλοᾶν ἐπίσταμαι. οὐκοῦν, ἔφη, τοῦτο μὲν οἶσθα, ὅτι ὑποζυγίῳ ἁλοῶσι τὸν σῖτον.

“苏格拉底啊,”他说,“你看到自己是如何被当场抓住、在收割上也和我懂得完全一样了吧?”“大概如此,”我说,“而且我倒想考察一下自己是否也懂得打谷呢。”“那么,”他说,“这一点你是知道的,就是人们用牲畜来打谷。”

§18.4

τί δʼ οὐκ, ἔφην ἐγώ, οἶδα; καὶ ὑποζύγιά γε καλούμενα πάντα ὁμοίως, βοῦς, ἡμιόνους, ἵππους. οὐκοῦν, ἔφη, ταῦτα μὲν ἡγῇ τοσοῦτον μόνον εἰδέναι, πατεῖν τὸν σῖτον ἐλαυνόμενα; τί γὰρ ἂν ἄλλο, ἔφην ἐγώ, ὑποζύγια εἰδείη;

“我怎能不知道呢?”我说,“而且一切被称为牲畜的都一样,牛、骡子、马皆是如此。”“那么你以为,”他说,“这些牲畜被驱赶时,懂得的就仅限于践踏庄稼吗?”“牲畜还能懂得什么别的呢?”我说。

§18.5

ὅπως δὲ τὸ δεόμενον κόψουσι καὶ ὁμαλιεῖται ὁ ἁλοατός, τίνι τοῦτο.., ὦ Σώκρατες; ἔφη. Δῆλον ὅτι, ἔφην ἐγώ, τοῖς ἐπαλωσταῖς. στρέφοντες γὰρ καὶ ὑπὸ τοὺς πόδας ὑποβάλλοντες τὰ ἄτριπτα ἀεὶ δῆλον ὅτι μάλιστα ὁμαλίζοιεν ἂν τὸν δῖνον καὶ τάχιστα ἁνύτοιεν. ταῦτα μὲν τοίνυν, ἔφη, οὐδὲν ἐμοῦ λείπει γιγνώσκων.

“但要让它们把该碾压的碾压到位,并使打谷场上的谷物铺得均匀,苏格拉底啊,这该托付给谁呢?”他说。“显然是托付给翻场的人,”我说,“因为他们不断翻动麦穗,把未压碎的部分垫到牲口蹄下,显然能最有效地把圆场铺匀,以最快速度完成劳作。”“那么在这些事上,”他说,“你的认识丝毫不落后于我。”

§18.6

οὐκοῦν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐκ τούτου δὴ καθαροῦμεν τὸν σῖτον λικμῶντες. καὶ λέξον γέ μοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, ἦ οἶσθα ὅτι ἂν ἐκ τοῦ προσηνέμου μέρους τῆς ἅλω ἄρχῃ, διʼ ὅλης τῆς ἅλω οἴσεταί σοι τὰ ἄχυρα; ἀνάγκη γάρ, ἔφην ἐγώ.

“那么,伊斯霍马霍斯啊,”我说,“在此之后我们就要扬场来清理粮食了。”“那么请告诉我,苏格拉底啊,”伊斯霍马霍斯说,“你是否知道,如果你从打谷场迎风的一面开始,你的糠秕就会被吹过整个场地?”“那必然如此啊,”我说。

§18.7

οὐκοῦν εἰκὸς καὶ ἐπιπίπτειν, ἔφη, αὐτὰ ἐπὶ τὸν σῖτον. πολὺ γάρ ἐστιν,3 ἔφην ἐγώ, τὸ ὑπερενεχθῆναι τὰ ἄχυρα ὑπὲρ τὸν σῖτον εἰς τὸ κενὸν τῆς ἅλω. ἂν δέ τις, ἔφη, λικμᾷ ἐκ τοῦ ὑπηνέμου ἀρχόμενος; Δῆλον, ἔφην ἐγώ, ὅτι εὐθὺς ἐν τῇ ἀχυροδόκῃ ἔσται τὰ ἄχυρα.

“那么它们落回到谷物上面,”他说,“岂不是理所当然的吗?”“因为要把糠秕越过谷物吹到打谷场的空处,”我说,“那可是一段遥远的路程。”“但如果有人从背风的一面开始扬场呢?”他说。“显然,”我说,“糠秕立刻就会落进盛糠处。”

§18.8

ἐπειδὰν δὲ καθάρῃς, ἔφη, τὸν σῖτον μέχρι τοῦ ἡμίσεος τῆς ἅλω, πότερον εὐθὺς οὕτω κεχυμένου τοῦ σίτου λικμήσεις τὰ ἄχυρα τὰ λοιπὰ ἢ συνώσας τὸν καθαρὸν πρὸς τὸν πόλον ὡς εἰς στενότατον; συνώσας νὴ Δίʼ, ἔφην ἐγώ, τὸν καθαρὸν σῖτον, ἵνʼ ὑπερφέρηταί μοι τὰ ἄχυρα εἰς τὸ κενὸν τῆς ἅλω, καὶ μὴ δὶς ταὐτὰ ἄχυρα δέῃ λικμᾶν.

“而当你把粮食清理到打谷场的一半时,”他说,“你是任凭粮食就这样散落着立刻去扬剩下的糠秕呢,还是先把清理干净的粮食推拢到中柱周围尽可能狭小的范围之后再扬呢?”“凭宙斯起誓,肯定是拢起干净粮食之后,”我说,“好让糠秕能吹越到打谷场的空处,而不必把相同的糠秕扬上两遍。”

§18.9

σὺ μὲν δὴ ἄρα, ἔφη, ὦ Σώκρατες, σῖτόν γε ὡς ἂν τάχιστα καθαρὸς γένοιτο κἂν ἄλλον δύναιο διδάσκειν. ταῦτα τοίνυν, ἔφην ἐγώ, ἐλελήθη ἐμαυτὸν ἐπιστάμενος.4 καὶ πάλαι ἐννοῶ ἄρα εἰ λέληθα καὶ χρυσοχοεῖν καὶ αὐλεῖν καὶ ζωγραφεῖν ἐπιστάμενος. ἐδίδαξε γὰρ οὔτε ταῦτά με οὐδεὶς οὔτε γεωργεῖν· ὁρῶ δʼ ὥσπερ γεωργοῦντας καὶ τὰς ἄλλας τέχνας ἐργαζομένους ἀνθρώπους.

“那么,苏格拉底啊,”他说,“在如何以最快速度清理干净粮食这件事上,你甚至都能教导别人了。”“那么在这些事上,”我说,“我竟不自知自己早已知晓。而且我老早就在琢磨,自己是否也不知不觉地懂得金匠、吹笛和绘画的技艺呢。因为既没有人教过我这些,也没有人教过我农耕;但我看着人们从事其他技艺,正如我看着他们务农一样。”

§18.10

οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, ἔλεγον ἐγώ σοι πάλαι ὅτι καὶ ταύτῃ εἴη γενναιοτάτη ἡ γεωργικὴ τέχνη, ὅτι καὶ ῥᾴστη ἐστὶ μαθεῖν. ἄγε δή, ἔφην ἐγώ, οἶδα, ὦ Ἰσχόμαχε· τὰ μὲν δὴ ἀμφὶ σπόρον ἐπιστάμενος ἄρα ἐλελήθειν ἐμαυτὸν ἐπιστάμενος.

“那么,”伊斯霍马霍斯说,“我不是早就对你说过吗,农耕之术在这一方面也是最高贵的,因为它是最容易学习的。”“正是如此,”我说,“伊斯霍马霍斯啊,我明白了:关于播种方面的事情,我原先竟是不自知地懂得的。”

语法注4 条
  1. 18.1ἀντίος

    主语(分词 στὰς 的逻辑主语)的同格谓语形容词,在此具有副词性含义,表示“逆风站立”。它与下文作介词使用、支配属格的 ἀντίον ἀχύρων 形成对比。

  2. 18.2ὧν οὐδὲν προσδέονται

    关系代词 ὧν 因动词 προσδέονται 支配属格而呈属格,其先行词(省略的 τούτων)指代多余的秸秆。整句表示“不致为完全不需要的部分劳顿”。

  3. 18.7πολὺ γάρ ἐστιν

    成语性结构,以带有冠词的不定词 τὸ ὑπερενεχθῆναι 作为主语。πολύ 在此表距离遥远或事情艰难,意为“要让糠秕越过谷物吹到空处去是一段很长的距离(很难实现)”。

  4. 18.9ἐλελήθη ἐμαυτὸν ἐπιστάμενος

    动词 λανθάνω 的过去完成时主动语态第一人称单数形式,搭配反身代词 ἐμαυτόν 和补足分词 ἐπιστάμενος。字面意思为“我自己竟没发觉自己知道”,即“我竟然不自知自己早已懂得”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:18.1-18.10