← 色诺芬

经济论

§17.9-17.15

贫瘠土壤的处理与中耕除草的必要

苏格拉底与伊斯霍马霍斯探讨了贫瘠土地需减少播种量以及绿肥的增肥效用,随后就派人中耕除草以救助遭受冬雨泥淤、根系裸露以及杂草(被比作雄蜂)侵害的庄稼达成一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.9

τῷ μὲν οἴνῳ, ἔφην, ἔγωγε νομίζω τῷ ἰσχυροτέρῳ πλέον ἐπιχεῖν ὕδωρ, καὶ ἀνθρώπῳ τῷ ἰσχυροτέρῳ πλέον βάρος, ἐὰν δέῃ τι φέρειν, ἐπιτιθέναι, κἂν δέῃ τρέφεσθαί τινας, τοῖς δυνατωτέροις τρέφειν ἂν τοὺς πλείους προστάξαιμι. εἰ δὲ ἡ ἀσθενὴς γῆ ἰσχυροτέρα, ἔφην ἐγώ, γίγνεται, ἄν τις πλείονα καρπὸν αὐτῇ ἐμβάλῃ, ὥσπερ τὰ ὑποζύγια,1 τοῦτο σύ με δίδασκε.

“就我而言,”我说,“我认为往更浓烈的酒里当注入更多的水;若是必须搬运东西,当把更重之物加于更强壮的人;若必须供养某些人,我会吩咐更有能力的人去供养更多的人。但如果贫瘠的土地就像驮畜一样,若是往它里面投入更多的粮谷(种子)就会变得更强健,那么这件事就请你指教我吧。”

§17.10

καὶ ὁ Ἰσχόμαχος γελάσας εἶπεν· ἀλλὰ παίζεις μὲν σύγε, ἔφη, ὦ Σώκρατες. εὖ γε μέντοι, ἔφη, ἴσθι, ἂν μὲν ἐμβαλὼν τὸ σπέρμα τῇ γῇ ἔπειτα ἐν ᾧ πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόης γενομένης ἀπὸ τοῦ σπέρματος2 καταστρέψῃς αὐτὸ πάλιν, τοῦτο γίγνεται σῖτος τῇ γῇ, καὶ ὥσπερ ὑπὸ κόπρου ἰσχὺς αὐτῇ ἐγγίγνεται· ἂν μέντοι ἐκτρέφειν ἐᾷς τὴν γῆν διὰ τέλους τὸ σπέρμα εἰς καρπόν, χαλεπὸν τῇ ἀσθενεῖ γῇ ἐς τέλος πολὺν καρπὸν ἐκφέρειν. καὶ συὶ δὲ ἀσθενεῖ χαλεπὸν πολλοὺς ἁδροὺς χοίρους ἐκτρέφειν.

伊斯霍马霍斯笑了笑说:“苏格拉底啊,你倒开起玩笑来了。不过你且确切地知道,”他说,“如果你把种子播入地里之后,乘着大地从上天获得丰沛的养分(雨露)、种子已经化为青苗之时,再将它翻耕入土,这就会化为大地的粮食,且如同施了粪肥一般在其中生出力气。然而,如果你听任大地把种子从始至终培育成实,贫瘠的土地就很难将丰盛的果实结到最后,正如虚弱的母猪很难养大许多健壮的猪崽一样。”

§17.11

λέγεις σύ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῇ ἀσθενεστέρᾳ γῇ μεῖον δεῖν τὸ σπέρμα ἐμβαλεῖν; ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, καὶ σύ γε συνομολογεῖς, λέγων ὅτι νομίζεις τοῖς ἀσθενεστέροις πᾶσι μείω προστάττειν πράγματα.

“伊斯霍马霍斯啊,”我说,“你的意思是说,应当往更贫瘠的土地里少播种子吗?”“凭宙斯起誓,正是如此,苏格拉底啊,”他说,“而且你自己也表示同意,因为你说过你认为应当给所有较孱弱的事物指派较少的劳役。”

§17.12

τοὺς δὲ δὴ σκαλέας, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τίνος ἕνεκα ἐμβάλλετε τῷ σίτῳ; οἶσθα δήπου, ἔφη, ὅτι ἐν τῷ χειμῶνι πολλὰ ὕδατα γίγνεται. τί γὰρ οὔ; ἔφην ἐγώ. οὐκοῦν θῶμεν τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπʼ αὐτῶν3 ἰλύος ἐπιχυθείσης καὶ ψιλωθῆναί τινας ῥίζας ὑπὸ ῥεύματος. καὶ ὕλη δὲ πολλάκις ὑπὸ τῶν ὑδάτων δήπου συνεξορμᾷ τῷ σίτῳ καὶ παρέχει πνιγμὸν αὐτῷ. πάντα, ἔφην ἐγώ, εἰκὸς ταῦτα γίγνεσθαι.

“那么伊斯霍马霍斯啊,”我说,“你们究竟为了什么把中耕锄草的人打发到庄稼地里去呢?”“想必你知道,”他说,“冬天雨水极多吧。”“当然知道了,”我说。“那么我们不妨假定,在这些雨水冲刷下,有部分庄稼因淤泥倾覆而被掩埋,也有部分根系被流水冲得裸露在外。而且想必杂草往往也会因雨水而与庄稼一齐疯长,使庄稼窒息。”“所有这些都是很可能发生的,”我说。

§17.13

οὐκοῦν δοκεῖ σοι, ἔφη, ἐνταῦθα ἤδη ἐπικουρίας τινὸς δεῖσθαι ὁ σῖτος; πάνυ μὲν οὖν, ἔφην ἐγώ. τῷ οὖν κατιλυθέντι τί ἂν ποιοῦντες δοκοῦσιν ἄν σοι ἐπικουρῆσαι; ἐπικουφίσαντες, ἔφην ἐγώ, τὴν γῆν. τί δέ, ἔφη, τῷ ἐψιλωμένῳ τὰς ῥίζας; ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν,4 ἔφην ἐγώ.

“那么在你看,”他说,“到了这种地步庄稼难道不需要某种救助吗?”“那太需要了,”我说。“那么依你看,他们做什么才能救助那被淤泥覆盖的庄稼呢?”“把上面的土扒松削轻,”我说。“那么,”他说,“对那些根系裸露的呢?”“把土再从迎面培壅上去,”我说。

§17.14

τί γάρ, ἔφη, ἂν ὕλη πνίγῃ συνεξορμῶσα τῷ σίτῳ καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται; ἐκκόπτειν ἂν νὴ Δία [τὴν τροφὴν] δέοι τὴν ὕλην, ἔφην ἐγώ, ὥσπερ τοὺς κηφῆνας ἐκ τῶν σμηνῶν ἀφαιρεῖν.

“那么,”他说,“如果杂草与庄稼一同窜出,扼死庄稼并抢夺庄稼的养料,就像毫无用处的雄蜂抢夺蜜蜂辛苦劳作储存的食粮一样,那又当如何?”“凭宙斯起誓,”我说,“那就应当铲除杂草,正如同把雄蜂从蜂箱里清除出去一样。”

§17.15

οὐκοῦν, ἔφη, εἰκότως σοι δοκοῦμεν ἐμβαλεῖν τοὺς σκαλέας; πάνυ γε. ἀτὰρ ἐνθυμοῦμαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, οἷόν ἐστι τὸ εὖ τὰς εἰκόνας ἐπάγεσθαι. πάνυ γὰρ σύ με ἐξώργισας πρὸς τὴν ὕλην τοὺς κηφῆνας εἰπών, πολὺ μᾶλλον ἢ ὅτε περὶ αὐτῆς τῆς ὕλης ἔλεγες.

“那么,”他说,“依你看我们派进锄草人,难道不是顺理成章的吗?”“完全如此。不过,伊斯霍马霍斯啊,”我说,“我正在琢磨,善于引入比喻是多么奇妙的一件事啊。因为你一提到雄蜂,便让我对杂草怒不可遏,远胜于你单纯谈论杂草本身之时。”

语法注4 条
  1. 17.9ὥσπερ τὰ ὑποζύγια

    修饰前接条件从句 ἄν τις πλείονα καρπὸν αὐτῇ ἐμβάλῃ 的比喻性插入语。它表达了苏格拉底的反讽式追问:贫瘠的土地是否也像驮畜(多喂谷料就会长力气)那样,被投入更多粮食(种子)就会变强健。

  2. 17.10ἐν ᾧ πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόης γενομένης ἀπὸ τοῦ σπέρματος

    ἐν ᾧ 用作连词,意为“在……期间/在……时候”。χλόης γενομένης 为独立属格,意为“从种子中长出青苗之时”,指土地受上天甘霖(ἀπὸ τοῦ οὐρανοῦ)滋润而养分充沛的适当时机,用以说明将青苗翻耕入土(καταστρέψῃς)作绿肥的条件。

  3. 17.12τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπʼ αὐτῶν

    由 θῶμεν(“让我们设想/假定”)支配的“宾格加不定式”结构。τοῦ σίτου 是部分属格,修饰不定式的主语不定代词 τινα,意为“庄稼中的一部分被掩埋”。

  4. 17.13ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν

    对前文提问(τί ἂν ποιοῦντες...)的简略回答。分词与 ἄν 连用,承前省略了限定动词(如 ἐπικουρήσειαν ἄν),表示潜势推测:“若将土迎面培拢上去(就会提供救助)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:17.9-17.15