← 色诺芬

经济论

§17.1-17.8

播种的时机与播种量的分配

苏格拉底与伊斯霍马霍斯讨论了等待秋雨降临后再播种的共识,以及为了应对天候多变而将播种期从早到晚分散进行的益处。接着,他们开始探讨手工均匀撒种的技艺以及针对贫瘠与肥沃土地的不同播种量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

περὶ μὲν τῆς νεοῦ ὁρᾷς, ἔφη, ὦ Σώκρατες, ὡς ἀμφοτέροις ἡμῖν ταὐτὰ δοκεῖ. δοκεῖ γὰρ οὖν, ἔφην ἐγώ. περί γε μέντοι τοῦ σπόρου ὥρας ἄλλο τι, ἔφη, ὦ Σώκρατες, γιγνώσκεις ἢ τὴν ὥραν σπείρειν ἧς πάντες μὲν οἱ πρόσθεν ἄνθρωποι πεῖραν λαβόντες, πάντες δὲ οἱ νῦν λαμβάνοντες, ἐγνώκασι κρατίστην εἶναι;

“关于休耕地,苏格拉底啊,”他说,“你看到我们两人的意见是一致的吧。”“确实如此,”我说。“然而关于播种的适期,”他说,“苏格拉底啊,除了在过去所有人都体验过、如今所有人也都在体验并认定为最佳的那个时期播种之外,你难道还知道别的什么吗?

§17.2

ἐπειδὰν γὰρ ὁ μετοπωρινὸς χρόνος ἔλθῃ, πάντες που οἱ ἄνθρωποι πρὸς τὸν θεὸν ἀποβλέπουσιν, ὁπότε βρέξας τὴν γῆν ἀφήσει αὐτοὺς σπείρειν. ἐγνώκασι δή γʼ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, καὶ τὸ μὴ ἐν ξηρᾷ σπείρειν ἑκόντες εἶναι1 πάντες ἄνθρωποι, δῆλον ὅτι πολλαῖς ζημίαις παλαίσαντες οἱ πρὶν κελευσθῆναι ὑπὸ τοῦ θεοῦ σπείροντες.

因为每当秋季来临,我想所有人都会仰望神明,看他何时降雨润泽大地并准许他们播种。”“诚然如此,伊斯霍马霍斯啊,”我说,“所有人都懂得决不情愿在干涸的土地上播种,这显然是因为那些未蒙神明吩咐便去播种的人曾吃过大亏。”

§17.3

οὐκοῦν ταῦτα μέν, ἔφη ὁ Ἰσχόμαχος, ὁμογνωμονοῦμεν πάντες οἱ ἄνθρωποι. ἃ γὰρ ὁ θεὸς διδάσκει, ἔφην ἐγώ, οὕτω γίγνεται ὁμονοεῖν· οἷον ἅμα πᾶσι δοκεῖ βέλτιον εἶναι ἐν τῷ χειμῶνι παχέα ἱμάτια φορεῖν, ἂν δύνωνται, καὶ πῦρ κάειν ἅμα πᾶσι δοκεῖ, ἂν ξύλα ἔχωσιν.

“那么在这些事情上,”伊斯霍马霍斯说,“我们所有人意见都是一致的。”“因为凡是神明教导的事,”我说,“都会像这样达成共识;例如,如果条件允许,大家都一致认为冬天穿厚斗篷更好;如果有木柴,大家都一致认为烤火更好。”

§17.4

ἀλλʼ ἐν τῷδε, ἔφη ὁ Ἰσχόμαχος, πολλοὶ ἤδη διαφέρονται, ὦ Σώκρατες, περὶ τοῦ σπόρου, πότερον ὁ πρώιμος κράτιστος ἢ ὁ μέσος ἢ ὁ ὀψιμώτατος. καὶ ὁ θεός, ἔφην ἐγώ, οὐ τεταγμένως τὸ ἔτος ἄγει, ἀλλὰ τὸ μὲν τῷ πρωίμῳ κάλλιστα, τὸ δὲ τῷ μέσῳ, τὸ δὲ τῷ ὀψιμωτάτῳ.2

“然而在这一点上,苏格拉底啊,”伊斯霍马霍斯说,“对于播种究竟是早播最好,还是中播最好,亦或是最晚播最好,人们如今已经大有分歧了。”“而且神明,”我说,“引导年岁也并非一成不变,而是有时对早播最有利,有时对中播最有利,有时对最晚播最有利。”

§17.5

σὺ οὖν, ἔφη, ὦ Σώκρατες, πότερον ἡγῇ κρεῖττον εἶναι ἑνὶ τούτων τῶν σπόρων χρῆσθαι ἐκλεξάμενον, ἐάν τε πολὺ ἐάν τε ὀλίγον σπέρμα σπείρῃ τις, ἢ ἀρξάμενον ἀπὸ τοῦ πρωιμωτάτου μέχρι τοῦ ὀψιμωτάτου σπείρειν; καὶ ἐγὼ εἶπον·

“那么苏格拉底啊,”他说,“你认为是在这些播种期中挑出一个来遵行更好——无论播下的种子是多是少——还是从最早的时期开始播种一直持续到最晚的时期更好呢?”我说道:

§17.6

ἐμοὶ μέν, ὦ Ἰσχόμαχε, δοκεῖ κράτιστον εἶναι παντὸς μετέχειν τοῦ σπόρου. πολὺ γὰρ νομίζω κρεῖττον εἶναι ἀεὶ ἀρκοῦντα σῖτον λαμβάνειν ἢ ποτὲ μὲν πάνυ πολὺν ποτὲ δὲ μηδʼ ἱκανόν. καὶ τοῦτο τοίνυν σύγε, ἔφη, ὦ Σώκρατες, ὁμογνωμονεῖς ἐμοὶ ὁ μανθάνων τῷ διδάσκοντι, καὶ ταῦτα πρόσθεν ἐμοῦ τὴν γνώμην ἀποφαινόμενος.3

“在我看来,伊斯霍马霍斯啊,涉足所有的播种期(分期播种)是最好的。因为我认为,始终收获足够充裕的粮食,远远胜过有时收获极多而有时却连果腹都不够。”“那么在这件事上,苏格拉底啊,”他说,“作为受教者的你同样与作为施教者的我意见一致,而且还是在我之前就发表了你的见解。”

§17.7

τί γάρ, ἔφην ἐγώ, ἐν τῷ ῥίπτειν τὸ σπέρμα ποικίλη τέχνη ἔνεστι; πάντως, ἔφη, ὦ Σώκρατες, ἐπισκεψώμεθα καὶ τοῦτο. ὅτι μὲν γὰρ ἐκ τῆς χειρὸς δεῖ ῥίπτεσθαι τὸ σπέρμα καὶ σύ που οἶσθα, ἔφη. καὶ γὰρ ἑώρακα, ἔφην ἐγώ. ῥίπτειν δέ γε, ἔφη, οἱ μὲν ὁμαλῶς δύνανται, οἱ δʼ οὔ. οὐκοῦν τοῦτο μέν, ἔφην ἐγώ, ἤδη μελέτης δεῖται ὥσπερ τοῖς κιθαρισταῖς ἡ χείρ, ὅπως δύνηται ὑπηρετεῖν τῇ γνώμῃ.

“怎么,”我说,“难道在扬撒种子这件事上也包含着复杂的技艺吗?”“无论如何,苏格拉底啊,”他说,“我们也来考查一下这一点吧。因为种子必须从手中撒出去,想必你也知道吧,”他说。“是的,因为我亲眼见过,”我说。“然而撒得均匀,”他说,“则是有些人做得到,有些人做不到。”“那么这件事,”我说,“确实就已经需要练习了,就像琴师的手一样,以便能够顺从心意。”

§17.8

πάνυ μὲν οὖν, ἔφη· ἂν δέ γε ᾖ, ἔφη, ἡ γῆ ἡ μὲν λεπτοτέρα, ἡ δὲ παχυτέρα; τί τοῦτο, ἐγὼ ἔφην, λέγεις; ἆρά γε τὴν μὲν λεπτοτέραν ὅπερ ἀσθενεστέραν, τὴν δὲ παχυτέραν ὅπερ ἰσχυροτέραν; τοῦτʼ, ἔφη, λέγω, καὶ ἐρωτῶ γέ σε πότερον ἴσον ἂν ἑκατέρᾳ τῇ γῇ σπέρμα διδοίης ἢ ποτέρᾳ ἂν πλέον.

“一点不错,”他说。“可是,”他说,“如果土地一边较轻薄,另一边较肥厚呢?”“你这样说是什么意思?”我说。“难道你所说的较轻薄是指较弱的土,较肥厚是指较强的土吗?”“我正是这个意思,”他说,“并且我问你:你是给两边的土地施以同样多的种子,还是给其中一边施以更多?”

语法注3 条
  1. 17.2ἑκόντες εἶναι

    表示限定的绝对不定式习惯搭配,意为“自愿地”、“情愿地”。通常与否定词(οὐ 或 μή)连用,表示“绝不情愿……”或“只要能避免就不……”。

  2. 17.4τὸ μὲν τῷ πρωίμῳ κάλλιστα, τὸ δὲ τῷ μέσῳ, τὸ δὲ τῷ ὀψιμωτάτῳ

    省文式对仗结构,其中 τὸ μέν ... τὸ δέ 作副词性宾格,意为“有时……有时……”或“这一年……那一年……”。与格形式(τῷ πρωίμῳ 等)充当利益或关涉与格(表示“对早播而言”),句中省略了与前文 ἄγει 相应的主动词或表示结果的动词。

  3. 17.6καὶ ταῦτα πρόσθεν ἐμοῦ τὴν γνώμην ἀποφαινόμενος

    短语 καὶ ταῦτα 是表示强调或让步伴随情况的惯用表达,意为“而且还是……”、“甚至是在……的情况下”。主格分词 ἀποφαινόμενος 与主语 σὺ 一致,修饰主句动作,意为“而且还是赶在我之前发表了意见”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:17.1-17.8