← 色诺芬

经济论

§16.1-16.15

土壤性质的辨别与休耕地的翻耕

伊斯霍马霍斯指出辨别土地的性质并不困难且人人皆可识读,苏格拉底对此表示赞同。随后他们探讨了为丰产而翻整休耕地的步骤,说明应在春季起耕,并在夏季多次翻地以晒枯杂草、晒透土壤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

πρῶτον μὲν τοίνυν, ἔφη, ὦ Σώκρατες, τοῦτο ἐπιδεῖξαι βούλομαί σοι ὡς οὐ χαλεπόν ἐστιν ὃ λέγουσι ποικιλώτατον τῆς γεωργίας εἶναι οἱ λόγῳ μὲν ἀκριβέστατα αὐτὴν διεξιόντες,1 ἥκιστα δὲ ἐργαζόμενοι.

“那么首先,苏格拉底啊,”他说,“我想向你证明,那些在言辞上最为精细地探讨农业、却最少亲身劳作的人所说的农业中最繁复微妙的部分,绝非难事。

§16.2

φασὶ γὰρ τὸν μέλλοντα ὀρθῶς γεωργήσειν τὴν φύσιν χρῆναι πρῶτον τῆς γῆς εἰδέναι. ὀρθῶς γε, ἔφην ἐγώ, ταῦτα λέγοντες. ὁ γὰρ μὴ εἰδὼς ὅ τι δύναται ἡ γῆ φέρειν, οὐδʼ ὅ τι σπείρειν οἶμαι οὐδʼ ὅ τι φυτεύειν δεῖ εἰδείη ἄν.

因为他们说,打算正确务农的人必须首先了解土地的性质。”“他们这样说确实很对,”我说,“因为不知道土地能出产什么的人,我想既不会知道该播种什么,也不会知道该栽种什么。”

§16.3

οὐκοῦν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἀλλοτρίας γῆς τοῦτο ἔστι γνῶναι, ὅ τι τε δύναται φέρειν καὶ ὅ τι μὴ δύναται, ὁρῶντα τοὺς καρποὺς καὶ τὰ δένδρα. ἐπειδὰν μέντοι γνῷ τις, οὐκέτι συμφέρει θεομαχεῖν.2 οὐ γὰρ ἄν, ὅτου δέοιτο αὐτός, τοῦτο σπείρων καὶ φυτεύων μᾶλλον ἂν ἔχοι τὰ ἐπιτήδεια ἢ ὅ τι ἡ γῆ ἥδοιτο φύουσα καὶ τρέφουσα.

“那么,”伊斯霍马霍斯说,“通过观看地里的果实和树木,难道不能哪怕从别人的土地上也认清这一点——它能出产什么以及不能出产什么吗?而一旦人们认清了这一点,就再也不值得违抗天道(自然法则)了。因为播种和栽种自己所想要的,绝不会比顺应土地乐于生长和滋养之物更能让人获得必需的生活资料。

§16.4

ἂν δʼ ἄρα διʼ ἀργίαν τῶν ἐχόντων αὐτὴν μὴ ἔχῃ τὴν ἑαυτῆς δύναμιν ἐπιδεικνύναι, ἔστι καὶ παρὰ γείτονος τόπου πολλάκις ἀληθέστερα περὶ αὐτῆς γνῶναι ἢ παρὰ γείτονος ἀνθρώπου πυθέσθαι.

假若由于所有者的荒废,土地无法展现出自身的产能,人们也往往能从邻近的地块得知关于它的更真实情况,胜过向邻人打听。

§16.5

καὶ χερσεύουσα δὲ ὅμως ἐπιδείκνυσι τὴν αὑτῆς φύσιν· ἡ γὰρ τὰ ἄγρια καλὰ φύουσα δύναται θεραπευομένη καὶ τὰ ἥμερα καλὰ ἐκφέρειν. φύσιν μὲν δὴ γῆς οὕτως καὶ οἱ μὴ πάνυ ἔμπειροι γεωργίας ὅμως δύνανται διαγιγνώσκειν.

甚至在荒芜歇耕时,它依然展现出自身的本性;因为能繁茂生长野生植物的土地,若是加以耕耘照料,也定能结出优良的农作物。因此,即便是对农业完全没有经验的人,也同样能够判别土地的性质。”

§16.6

ἀλλὰ τοῦτο μέν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἱκανῶς ἤδη μοι δοκῶ ἀποτεθαρρηκέναι, ὡς οὐ δεῖ φοβούμενον μὴ οὐ γνῶ3 τῆς γῆς φύσιν ἀπέχεσθαι γεωργίας.

“然而关于这一点,伊斯霍马霍斯啊,”我说,“我认为自己已经有了足够的底气,明白人们不必因为害怕弄不懂土地的本性就对务农望而却步。

§16.7

καὶ γὰρ δή, ἔφην, ἀνεμνήσθην τὸ τῶν ἁλιέων, ὅτι θαλαττουργοὶ ὄντες καὶ οὔτε καταστήσαντες ἐπὶ θέαν οὔθʼ ἥσυχοι βαδίζοντες, ἀλλὰ παρατρέχοντες ἅμα τοὺς ἀγρούς, ὅταν ὁρῶσι τοὺς καρποὺς ἐν τῇ γῇ, ὅμως οὐκ ὀκνοῦσιν ἀποφαίνεσθαι περὶ τῆς γῆς ὁποία τε ἀγαθή ἐστι καὶ ὁποία κακή, ἀλλὰ τὴν μὲν ψέγουσι, τὴν δʼ ἐπαινοῦσι. καὶ πάνυ τοίνυν τοῖς ἐμπείροις γεωργίας ὁρῶ αὐτοὺς τὰ πλεῖστα κατὰ ταὐτὰ ἀποφαινομένους περὶ τῆς ἀγαθῆς γῆς.

因为实际上,”我说,“我想起了渔夫们,他们以海为生,既不停下观望,也不悠闲漫步,只是从田地旁疾行而过,但当他们看到地里的庄稼时,依然毫不迟疑地对土地评头论足,指出哪种是好地,哪种是坏地,贬斥一种而赞扬另一种。而且我看到,关于肥沃的土地,他们的见解在大多数情况下与富有农业经验的人完全一致。”

§16.8

πόθεν οὖν βούλῃ, ἔφη, ὦ Σώκρατες, ἄρξωμαί σε τῆς γεωργίας ὑπομιμνῄσκειν; οἶδα γὰρ ὅτι ἐπισταμένῳ σοι πάνυ πολλὰ φράσω ὡς δεῖ γεωργεῖν.

“那么,苏格拉底啊,”他说,“你想让我从何处开始提醒你关于农业的知识呢?因为我知道,对你这位通晓极多事务的人,我将要讲述的正是该如何务农。”

§16.9

ἐκεῖνό μοι δοκῶ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, πρῶτον ἂν ἡδέως μανθάνειν (φιλοσόφου γὰρ μάλιστά ἐστιν ἀνδρός) ὅπως ἂν ἐγώ, εἰ βουλοίμην, γῆν ἐργαζόμενος πλείστας κριθὰς καὶ πλείστους πυροὺς λαμβάνοιμι.

“伊斯霍马霍斯啊,”我说,“我想我最乐于先了解那件事(因为这最为合乎求知者的本分):如果我愿意,耕种土地怎样才能收获最多的大麦和最多的小麦。”

§16.10

οὐκοῦν τοῦτο μὲν οἶσθα, ὅτι τῷ σπόρῳ νεὸν δεῖ ὑπεργάζεσθαι;

“那么这件事你是知道的吧:播种之前必须先把休耕地犁耕翻整?”

§16.11

οἶδα γάρ, ἔφην ἐγώ. εἰ οὖν ἀρχοίμεθα, ἔφη, ἀροῦν τὴν γῆν χειμῶνος; ἀλλὰ πηλὸς ἂν εἴη, ἐγὼ ἔφην. ἀλλὰ τοῦ θέρους σοι δοκεῖ; σκληρά, ἔφην ἐγώ, ἡ γῆ ἔσται κινεῖν τῷ ζεύγει.

“这我知道,”我说。 “那么如果我们冬天开始耕地呢?”他说。“但那样地里就会全是烂泥,”我说。 “那么你觉得夏天合适吗?”“用牛轭耕畜去翻动土地会太硬了,”我说。

§16.12

κινδυνεύει ἔαρος, ἔφη, εἶναι τούτου τοῦ ἔργου ἀρκτέον.4 εἰκὸς γάρ, ἔφην ἐγώ, ἐστι μάλιστα χεῖσθαι τὴν γῆν τηνικαῦτα κινουμένην. καὶ τὴν πόαν γε ἀναστρεφομένην, ἔφη, ὦ Σώκρατες, τηνικαῦτα κόπρον μὲν τῇ γῇ ἤδη παρέχειν, καρπὸν δʼ οὔπω καταβαλεῖν ὥστε φύεσθαι.

“看来,”他说,“这项工作应当从春天开始。”“因为在这个时节翻动土地,土块最容易散开碎解,这是合乎情理的,”我说。 “而且苏格拉底啊,”他说,“杂草在那个时节被翻入土中,已经能为土地提供肥料,同时又尚未结籽以致重新发芽。

§16.13

οἶμαι γὰρ δὴ καὶ τοῦτό σʼ ἔτι γιγνώσκειν, ὅτι εἰ μέλλει ἀγαθὴ ἡ νεὸς ἔσεσθαι, ὕλης τε καθαρὰν αὐτὴν εἶναι δεῖ καὶ ὀπτὴν ὅτι μάλιστα πρὸς τὸν ἥλιον. πάνυ γε, ἔφην ἐγώ, καὶ ταῦτα οὕτως ἡγοῦμαι χρῆναι ἔχειν.

因为我想你也还知道这一点:休耕地若要变得良好,就必须既无杂草,又尽可能迎向太阳晒透。”“完全正确,”我说,“我也认为必须是这个样子。”

§16.14

ταῦτʼ οὖν, ἔφη, σὺ ἄλλως πως νομίζεις μᾶλλον ἂν γίγνεσθαι ἢ εἰ ἐν τῷ θέρει ὅτι πλειστάκις μεταβάλοι τις τὴν γῆν; οἶδα μὲν οὖν, ἔφην, ἀκριβῶς ὅτι οὐδαμῶς ἂν μᾶλλον ἡ μὲν ὕλη ἐπιπολάζοι καὶ αὐαίνοιτο ὑπὸ τοῦ καύματος, ἡ δὲ γῆ ὀπτῷτο ὑπὸ τοῦ ἡλίου, ἢ εἴ τις αὐτὴν ἐν μέσῳ τῷ θέρει καὶ ἐν μέσῃ τῇ ἡμέρᾳ κινοίη τῷ ζεύγει.5

“那么,”他说,“你认为除了在夏天尽可能频繁地翻耕土地之外,还有什么别的办法能更好地达到这个效果吗?”“我恰恰明确知道,”我说,“除了在盛夏和正午用牛耕翻动土地之外,绝没有别的办法能让杂草浮于地表被酷暑晒枯,让土地被烈日晒透。”

§16.15

εἰ δὲ ἄνθρωποι σκάπτοντες τὴν νεὸν ποιοῖεν, ἔφη, οὐκ εὔδηλον ὅτι καὶ τούτους δίχα δεῖ ποιεῖν τὴν γῆν καὶ τὴν ὕλην; καὶ τὴν μέν γε ὕλην, ἔφην ἐγώ, καταβάλλειν, ὡς αὐαίνηται, ἐπιπολῆς, τὴν δὲ γῆν στρέφειν, ὡς ἡ ὠμὴ αὐτῆς ὀπτᾶται.

“而如果人们用铁锹翻挖休耕地,”他说,“他们也同样必须把泥土与杂草分开,这难道不是显而易见的吗?”“是的,”我说,“把杂草抛在地表以使其晒枯,翻转泥土以使其生涩的部分得以晒透。”

语法注5 条
  1. 16.1ἐπιδεῖξαι βούλομαί σοι ὡς οὐ χαλεπόν ἐστιν ὃ λέγουσι ποικιλώτατον τῆς γεωργίας εἶναι οἱ λόγῳ μὲν ἀκριβέστατα αὐτὴν διεξιόντες

    由关系代词 ὃ(包含先行词,相当于 τοῦτο ὃ)引导的从句是 ὡς 从句的主语,谓语形容词为 οὐ χαλεπόν。关系从句中 λέγουσι 的主语是被隔离置于后方的分词短语 οἱ ... διεξιόντες(修辞上的隔置 hyperbaton)。全句的核心骨架为:ἐπιδεῖξαι βούλομαι ὡς οὐ χαλεπόν ἐστιν [τοῦτο ὃ οἱ διεξιόντες λέγουσι ποικιλώτατον εἶναι]。

  2. 16.3οὐκέτι συμφέρει θεομαχεῖν

    θεομαχεῖν(与神明抗争)为比喻性成语,根据下文(顺应土地乐于生长之物),此处指“抗拒土地天然的本性与自然法则”。

  3. 16.6μὴ οὐ γνῶ

    接在表示惧怕的分词(φοβούμενον)之后,由 μὴ οὐ + 虚拟式(γνῶ)构成惧怕从句的否定式,意为“唯恐/害怕自己‘无法’认清”。

  4. 16.12τούτου τοῦ ἔργου ἀρκτέον

    动词形容词 ἀρκτέον(源自 ἄρχομαι)的中性单数非人称结构,与 εἶναι 连用表示必然性(相当于 δεῖ ἄρχεσθαι,“必须开始”)。因 ἄρχομαι 支配属格,其对象 τούτου τοῦ ἔργου 采用属格。

  5. 16.14οἶδα μὲν οὖν, ἔφην, ἀκριβῶς ὅτι οὐδαμῶς ἂν μᾶλλον ἡ μὲν ὕλη ἐπιπολάζοι καὶ αὐαίνοιτο ὑπὸ τοῦ καύματος, ἡ δὲ γῆ ὀπτῷτο ὑπὸ τοῦ ἡλίου, ἢ εἴ τις αὐτὴν ἐν μέσῳ τῷ θέρει καὶ ἐν μέσῃ τῇ ἡμέρᾳ κινοίη τῷ ζεύγει.

    μὲν οὖν 用于对接前文问句的强烈肯定(“正是如此 / 毋庸置疑”)。通过否定比较结构 οὐδαμῶς ἂν μᾶλλον ... ἢ εἴ τις ...(绝没有比……更能……的方法)与潜在希求法连用,强调在盛夏正午用牛耕翻土是最理想的做法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:16.1-16.15