← 色诺芬

经济论

§15.1-15.13

农业易学之特性与具体技艺传授的开端

苏格拉底根据此前关于管家品德的探讨,要求伊斯霍马霍斯传授之前在讨论中被略过的农事具体技艺。伊斯霍马霍斯指出农业不仅有益且高尚,而且与其他技艺不同,极易掌握且从业者乐于公开传授其诀窍,苏格拉底遂以其简易为由,更加促请他详加解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ἀλλὰ μέντοι ἐπειδάν γε ἐμποιήσῃς τινὶ τὸ βούλεσθαί σοι εἶναι τἀγαθά, ἐμποιήσῃς δὲ τῷ αὐτῷ τούτῳ τὸ ἐπιμελεῖσθαι ὅπως ταῦτά σοι ἐπιτελῆται, ἔτι δὲ πρὸς τούτοις ἐπιστήμην κτήσῃ αὐτῷ ὡς ἂν ποιούμενα ἕκαστα τῶν ἔργων ὠφελιμώτερα γίγνοιτο, πρὸς δὲ τούτοις ἄρχειν ἱκανὸν αὐτὸν ποιήσῃς, ἐπὶ δὲ τούτοις πᾶσιν ἥδηταί σοι τὰ ἐκ τῆς γῆς ὡραῖα ἀποδεικνύων ὅτι πλεῖστα ὥσπερ σὺ σαυτῷ, οὐκέτι ἐρήσομαι περὶ τούτου εἰ ἔτι τινὸς ὁ τοιοῦτος προσδεῖται· πάνυ γάρ μοι δοκεῖ ἤδη πολλοῦ ἂν ἄξιος εἶναι ἐπίτροπος ὢν τοιοῦτος. ἐκεῖνο μέντοι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, μὴ ἀπολίπῃς, ὃ ἡμῖν ἀργότατα ἐπιδεδράμηται τοῦ λόγου.1

“然而,当你使某人愿为你带来福祉,又使这同一人用心照料以使这些事为你实现,此外还使他掌握了各样农活怎样做才能带来更多收益的知识,此外又使他足以统率他人,而在这一切之上,他向你呈献出尽可能多的土地时令产物时感到的欣喜就如同你自己为自己所做的一样,到那时,关于这样的人是否还缺少什么,我就再也不会去询问了;因为在我看来,若是这样的管家,就已然极有价值了。然而,伊斯霍马霍斯啊,”我说,“不要丢下在我们的谈话中被我们最草率一带而过的那个要点。”

§15.2

τὸ ποῖον; ἔφη ὁ Ἰσχόμαχος. ἔλεξας δήπου, ἔφην ἐγώ, ὅτι μέγιστον εἴη μαθεῖν ὅπως δεῖ ἐξεργάζεσθαι ἕκαστα· εἰ δὲ μή, οὐδὲ τῆς ἐπιμελείας ἔφησθα ὄφελος οὐδὲν γίγνεσθαι, εἰ μή τις ἐπίσταιτο ἃ δεῖ καὶ ὡς δεῖ ποιεῖν.

“是哪一样呢?”伊斯霍马霍斯说。 “你曾说过,想必,”我说,“学会如何去做好各项农活乃是头等大事;否则,你曾说如果有人不知道该做什么和该如何做,即使照料也不会带来任何益处。”

§15.3

ἐνταῦθα δὴ εἶπεν ὁ Ἰσχόμαχος· τὴν τέχνην με ἤδη, ὦ Σώκρατες, κελεύεις αὐτὴν διδάσκειν τῆς γεωργίας; αὕτη γὰρ ἴσως, ἔφην ἐγώ, ἤδη ἐστὶν ἡ ποιοῦσα τοὺς μὲν ἐπισταμένους αὐτὴν πλουσίους, τοὺς δὲ μὴ ἐπισταμένους πολλὰ πονοῦντας ἀπόρως βιοτεύειν.

这时伊斯霍马霍斯便说:“苏格拉底啊,你如今这是在吩咐我去传授农业本身的技艺吗?” “也许正是这门技艺,”我说,“使懂得它的人富裕,而使不懂得它的人哪怕辛勤劳作却依然困顿维生。”

§15.4

νῦν τοίνυν, ἔφη, ὦ Σώκρατες, καὶ τὴν φιλανθρωπίαν ταύτης τῆς τέχνης ἀκούσῃ. τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι καὶ καλλίστην καὶ προσφιλεστάτην θεοῖς τε καὶ ἀνθρώποις, ἔτι πρὸς τούτοις καὶ ῥᾴστην εἶναι μαθεῖν πῶς οὐχὶ γενναῖόν ἐστι;2 γενναῖα δὲ δήπου καλοῦμεν καὶ τῶν ζῴων ὁπόσα καλὰ καὶ μεγάλα καὶ ὠφέλιμα ὄντα πραέα ἐστὶ πρὸς τοὺς ἀνθρώπους.

“那么现在,苏格拉底啊,”他说,“你也将听到这门技艺的仁善之处。因为它不仅最为有益,劳作起来最为愉悦,最为美好,最为神明与人类所喜爱,此外学习起来还最为容易,这怎能不高尚呢?我们通常把动物中那些既美丽、高大、有用,又对人类温顺的物种,也称为高尚纯良的。”

§15.5

ἀλλὰ ταῦτα μὲν ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, ἱκανῶς δοκῶ καταμεμαθηκέναι ᾗ εἶπας, καθʼ ἃ δεῖ διδάσκειν τὸν ἐπίτροπον· καὶ γὰρ ᾗ ἔφησθα εὔνουν σοι ποιεῖν αὐτὸν μαθεῖν δοκῶ, καὶ ᾗ ἐπιμελῆ καὶ ἀρχικὸν καὶ δίκαιον.

“然而这些方面,伊斯霍马霍斯啊,”我说,“正如你所讲的那样,关于应当在哪些方面去教导管家,我认为我已经充分领会了;因为对于你所说的如何使他对你忠心,以及如何使他勤勉、有统帅力且公正,我认为我都已经明白了。

§15.6

ὃ δὲ εἶπας ὡς δεῖ μαθεῖν τὸν μέλλοντα ὀρθῶς γεωργίας ἐπιμελεῖσθαι καὶ ἃ δεῖ ποιεῖν καὶ ὡς δεῖ καὶ ὁπότε ἕκαστα, ταῦτά μοι δοκοῦμεν, ἔφην ἐγώ, ἀργότερόν πως ἐπιδεδραμηκέναι τῷ λόγῳ·

但是你曾说,打算正确照管农事的人必须学会各项工作该做什么、该如何做以及何时去做,这些事情在我看来,”我说,“在谈话中我们似乎有些太草率地一带而过了。

§15.7

ὥσπερ εἰ εἴποις ὅτι δεῖ γράμματα ἐπίστασθαι τὸν μέλλοντα δυνήσεσθαι τὰ ὑπαγορευόμενα γράφειν καὶ τὰ γεγραμμένα ἀναγιγνώσκειν. ταῦτα γὰρ ἐγὼ ἀκούσας, ὅτι μὲν δεῖ γράμματα ἐπίστασθαι ἠκηκόη ἄν, τοῦτο δὲ εἰδὼς οὐδέν τι οἶμαι μᾶλλον ἂν ἐπισταίμην γράμματα.

这就好比你若说,打算能够书写口授之物和阅读所写之文的人必须识字。我听到这番话,诚然听到了人必须识字,但我认为自己即便知道了这一点,也绝不会因此就多懂得一点字。

§15.8

οὕτω δὲ καὶ νῦν ὅτι μὲν δεῖ ἐπίστασθαι γεωργίαν τὸν μέλλοντα ὀρθῶς ἐπιμελεῖσθαι αὐτῆς ῥᾳδίως πέπεισμαι, τοῦτο μέντοι εἰδὼς οὐδέν τι μᾶλλον ἐπίσταμαι ὅπως δεῖ γεωργεῖν.

如今也是这样,打算正确照料农事的人必须懂得农业,对这一点我很容易就被说服了;然而尽管知道了这一点,我对于该如何务农却绝没有懂得更多。

§15.9

ἀλλʼ εἴ μοι αὐτίκα μάλα δόξειε γεωργεῖν, ὅμοιος ἄν μοι δοκῶ εἶναι τῷ περιιόντι ἰατρῷ καὶ ἐπισκοποῦντι τοὺς κάμνοντας, εἰδότι δὲ οὐδὲν ὅ τι συμφέρει τοῖς κάμνουσιν. ἵνʼ οὖν μὴ τοιοῦτος ὦ, ἔφην ἐγώ, δίδασκέ με αὐτὰ τὰ ἔργα τῆς γεωργίας.

相反,如果我立刻决意去务农,我觉得自己就好像那个四处巡诊探视病患、却对什么有益于病人一无所知的医生一样。因此,为了使我不致成为这样的人,”我说,“请把农事本身的各项农活教给我吧。”

§15.10

ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, οὐχ ὥσπερ γε τὰς ἄλλας τέχνας κατατριβῆναι δεῖ μανθάνοντας πρὶν ἄξια τῆς τροφῆς ἐργάζεσθαι τὸν διδασκόμενον, οὐχ οὕτω καὶ ἡ γεωργία δύσκολός ἐστι μαθεῖν, ἀλλὰ τὰ μὲν ἰδὼν ἂν ἐργαζομένους, τὰ δὲ ἀκούσας εὐθὺς ἂν ἐπίσταιο, ὥστε καὶ ἄλλον, εἰ βούλοιο, διδάσκειν. οἴομαι δʼ, ἔφη, πάνυ καὶ λεληθέναι πολλά σε αὐτὸν ἐπιστάμενον αὐτῆς.

“但是,苏格拉底啊,”他说,“农业并不像其他技艺那样,学徒在做出配得上供养的工作之前必须在学习中耗尽心力;农业并不是这么难学的,相反,有些事情你只需看他人劳作,有些事情只需听一听,就能立刻领会,以至于若你愿意甚至还能教导别人。而且我想,”他说,“你自己哪怕完全不自觉,也必定已经通晓其中的许多事情了。

§15.11

καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι τεχνῖται ἀποκρύπτονταί πως τὰ ἐπικαιριώτατα ἧς ἕκαστος ἔχει τέχνης, τῶν δὲ γεωργῶν ὁ κάλλιστα μὲν φυτεύων μάλιστʼ ἂν ἥδοιτο, εἴ τις αὐτὸν θεῷτο, ὁ κάλλιστα δὲ σπείρων ὡσαύτως· ὅ τι δὲ ἔροιο τῶν καλῶς πεποιημένων, οὐδὲν ὅ τι ἄν σε ἀποκρύψαιτο ὅπως ἐποίησεν.

因为实际上,其他工匠往往总会隐瞒各自掌握的技艺中最关键的秘诀,而在农夫之中,栽种得最出色的人若是有人在一旁观看,反倒最为欣喜,播种得最出色的人也是如此;对于那些做得极好的事情,你无论问起什么,他绝不会对你隐瞒自己是如何做到的。

§15.12

οὕτω καὶ τὰ ἤθη, ὦ Σώκρατες, ἔφη, γενναιοτάτους τοὺς αὐτῇ συνόντας ἡ γεωργία ἔοικε παρέχεσθαι.

这样看来,苏格拉底啊,”他说,“农业似乎也使其从事者的品性格外高尚纯正。”

§15.13

ἀλλὰ τὸ μὲν προοίμιον, ἔφην ἐγώ, καλὸν καὶ οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος·3 σὺ δέ, ὅτι εὐπετές ἐστι μαθεῖν, διὰ τοῦτο πολύ μοι μᾶλλον διέξιθι αὐτήν. οὐ γὰρ σοὶ αἰσχρὸν τὰ ῥᾴδια διδάσκειν ἐστίν, ἀλλʼ ἐμοὶ πολὺ αἴσχιον μὴ ἐπίστασθαι ἄλλως τε καὶ εἰ χρήσιμα ὄντα τυγχάνει.

“然而这个序言,”我说,“是极好的,绝不是那种听过之后就会让人放弃追问的言辞;相反,正因为它容易学会,为了这个缘故请你格外向我详细解说吧。因为教导容易的事情对你来说并不丢脸,但若我不通晓,尤其是若它们恰好是有用的,这对我来说可就丢脸得多了。”

语法注3 条
  1. 15.1ὃ ἡμῖν ἀργότατα ἐπιδεδράμηται τοῦ λόγου

    τοῦ λόγου 可以视作与中性复数最高级副词形式 ἀργότατα(最草率地、最懒散地)或整个短语搭配的部分属格(“在论述中”)。动词 ἐπιδεδράμηται 为完成时被动/中动态,意为“被轻描淡写地略过、被匆匆带过”,ἡμῖν 则是伴随完成时被动语态出现的动作发出者与格。关系代词 ὃ 引出从句修饰先行词 ἐκεῖνο,整体结构为“在我们的讨论中被我们最草率一带而过的那个要点”。

  2. 15.4τὸ γὰρ ὠφελιμωτάτην οὖσαν καὶ ἡδίστην ἐργάζεσθαι ... πῶς οὐχὶ γενναῖόν ἐστι;

    带冠词不定式短语 τὸ ... εἶναι 构成了主句 πῶς οὐχὶ γενναῖόν ἐστι;(“怎能不高尚呢?”)的主语。分词 ὠφελιμωτάτην οὖσαν 及后续的一系列补足成分(ἡδίστην, καλλίστην, προσφιλεστάτην, ῥᾴστην)均为宾格阴性单数,与不定式隐含的逻辑主语(τὴν τέχνην)保持一致。不定式 ἐργάζεσθαι 和 μαθεῖν 作为界定或补充说明的不定式(epexegetic infinitive),分别限定修饰 ἡδίστην(从事起来最愉悦)与 ῥᾴστην(学起来最容易)。

  3. 15.13οὐχ οἷον ἀκούσαντα ἀποτρέπεσθαι τοῦ ἐρωτήματος

    这是 οἷος(或 τοιοῦτος)+ 不定式的惯用结构,表示“具有某种……性质的”;前加否定词 οὐχ,意为“绝不是那种会让听者放弃追问的言辞”。不定式 ἀποτρέπεσθαι 的逻辑主语由指代泛指行事者的宾格分词 ἀκούσαντα(“听闻者”)充当。后面的 τοῦ ἐρωτήματος 是动词 ἀποτρέπομαι 所要求的表示分离的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:15.1-15.13