- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:14.1-14.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与伊斯霍马霍斯讨论了管家不侵吞主人财产的“正义”品质,伊斯霍马霍斯解释了如何结合雅典立法者的惩罚之法与波斯王兼顾奖惩之法来培育家奴的正义心,并阐述了对逐利者与重荣誉者的不同待遇。
ὅταν δέ, ὦ Ἰσχόμαχε, ἔφην ἐγώ, καὶ ἄρχειν ἤδη ἱκανός σοι γένηται ὥστε πειθομένους παρέχεσθαι, ἦ ἀποτετελεσμένον τοῦτον ἡγῇ ἐπίτροπον, ἢ ἔτι τινὸς προσδεῖται ὁ ταῦτα ἔχων ἃ σὺ εἴρηκας;
“但是,伊斯霍马霍斯啊,”我说,“当他为你也已经足以统率他人、从而使他们驯顺服从时,你是否就认为这名管家已经完备了呢,还是拥有了你所说的这些本领的人,依然还缺少某些东西?”
ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, τοῦ γε ἀπέχεσθαι τῶν δεσποσύνων καὶ μὴ κλέπτειν. εἰ γὰρ ὁ τοὺς καρποὺς μεταχειριζόμενος τολμῴη ἀφανίζειν ὥστε μὴ λείπειν λυσιτελοῦντας τοῖς ἔργοις,1 τί ἂν ὄφελος εἴη τὸ διὰ τῆς τούτου ἐπιμελείας γεωργεῖν;
“凭宙斯起誓,是的,”伊斯霍马霍斯说,“至少缺少不染指主人的财产并且不偷盗这一点。因为如果经手收成的人胆敢将其隐匿侵吞,以至于留存的不足以让劳作有利可图,那么依靠此人的照管去务农还能有什么益处呢?”
ἦ καὶ ταύτην οὖν, ἔφην ἐγώ, τὴν δικαιοσύνην σὺ ὑποδύει διδάσκειν; καὶ πάνυ, ἔφη ὁ Ἰσχόμαχος· οὐ μέντοι γε πάντας ἐξ ἑτοίμου εὑρίσκω ὑπακούοντας τῆς διδασκαλίας ταύτης.
“那么,你也承担起教导这种正义的责任了吗?”我说。 “完全如此,”伊斯霍马霍斯说,“然而,我发现并非所有人都能当下就听从这种教导。
καίτοι τὰ μὲν καὶ ἐκ τῶν Δράκοντος νόμων, τὰ δὲ καὶ ἐκ τῶν Σόλωνος πειρῶμαι, ἔφη, λαμβάνων ἐμβιβάζειν εἰς τὴν δικαιοσύνην τοὺς οἰκέτας. δοκοῦσι γάρ μοι, ἔφη, καὶ οὗτοι οἱ ἄνδρες θεῖναι πολλοὺς τῶν νόμων ἐπὶ δικαιοσύνης τῆς τοιαύτης διδασκαλίᾳ.
尽管如此,我从德拉古的法律中汲取一部分,从梭伦的法律中也汲取一部分,”他说,“尝试引导家奴们走向正义。因为在我看来,”他说,“这些人制定许多法律也是为了教导这种正义。
γέγραπται γὰρ ζημιοῦσθαι ἐπὶ τοῖς κλέμμασι καὶ δεδέσθαι ἄν τις ἁλῷ ποιῶν καὶ θανατοῦσθαι τοὺς ἐγχειροῦντας. δῆλον οὖν, ἔφη, ὅτι ἔγραφον αὐτὰ βουλόμενοι ἀλυσιτελῆ ποιῆσαι τοῖς ἀδίκοις τὴν αἰσχροκέρδειαν.
因为法上写着,盗窃要受罚款,若有人现行被捕则要被囚禁,企图行窃者则要被处死。显然,”他说,“他们写下这些,是想要让不义之徒在卑劣牟利时无利可图。
ἐγὼ οὖν καὶ τούτων, ἔφη, προσφέρων ἔνια καὶ ἄλλα τῶν βασιλικῶν νόμων προφερόμενος πειρῶμαι δικαίους περὶ τὰ διαχειριζόμενα ἀπεργάζεσθαι τοὺς οἰκέτας.
因此,”他说,“我也通过施用其中的一些,并提出王的法律中的另一些,尽力使家奴们在经管财物方面成为公正的人。
ἐκεῖνοι μὲν γὰρ οἱ νόμοι ζημίαι μόνον εἰσὶ τοῖς ἁμαρτάνουσιν, οἱ δὲ βασιλικοὶ νόμοι οὐ μόνον ζημιοῦσι τοὺς ἀδικοῦντας, ἀλλὰ καὶ ὠφελοῦσι τοὺς δικαίους· ὥστε ὁρῶντες πλουσιωτέρους γιγνομένους τοὺς δικαίους τῶν ἀδίκων πολλοὶ καὶ φιλοκερδεῖς ὄντες εὖ μάλα ἐπιμένουσι τῷ μὴ ἀδικεῖν.
因为那些法律对犯过者而言仅仅是惩处,而王的法律不仅惩罚不义之人,而且也赏赐公正之人;因此,看到公正者变得比不义者更为富裕,许多人即使贪图私利,也能极其坚定地坚持不做不义之事。
οὓς δʼ ἂν αἰσθάνωμαι, ἔφη, ὅμως καὶ εὖ πάσχοντας ἔτι ἀδικεῖν πειρωμένους, τούτους ὡς ἀνηκέστους πλεονέκτας ὄντας ἤδη καὶ τῆς χρήσεως ἀποπαύω.2
但是,如果我察觉到有人,”他说,“即使受到善待却依然企图行不义,我就把这些人当作无可救药的贪婪者,立即停止任用。
οὓς δʼ ἂν αὖ καταμάθω μὴ τῷ πλέον ἔχειν μόνον διὰ τὴν δικαιοσύνην ἐπαιρομένους δικαίους εἶναι, ἀλλὰ καὶ τοῦ ἐπαινεῖσθαι ἐπιθυμοῦντας ὑπʼ ἐμοῦ, τούτοις ὥσπερ ἐλευθέροις ἤδη χρῶμαι, οὐ μόνον πλουτίζων ἀλλὰ καὶ τιμῶν ὡς καλούς τε κἀγαθούς.
相反,如果我发现有人不仅是因为能凭借正义获得更多而受驱使去成为公正之人,而且也渴望受到我的称赞,我就已经把这些人当作自由人看待,不仅使他们富足,而且把他们作为优秀而高尚的人予以尊崇。
τούτῳ γάρ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, διαφέρειν ἀνὴρ φιλότιμος ἀνδρὸς φιλοκερδοῦς, τῷ ἐθέλειν3 ἐπαίνου καὶ τιμῆς ἕνεκα καὶ πονεῖν ὅπου δεῖ καὶ κινδυνεύειν καὶ αἰσχρῶν κερδῶν ἀπέχεσθαι.
苏格拉底啊,”他说,“因为在我看来,热爱荣誉之人与贪求私利之人的区别恰恰在于这一点:即为了称赞和荣誉,在需要的地方既甘愿劳苦也甘愿冒险,并且甘愿远离卑鄙的私利。”
- 14.2ὥστε μὴ λείπειν λυσιτελοῦντας τοῖς ἔργοις
结果从句 ὥστε 中的不定式 λείπειν 在此作及物用法(“留下/存留”),支配承前省略的宾语 τοὺς καρπούς,分词 λυσιτελοῦντας 则作为该宾语的述语性分词(“以至于留存的收成不足以使劳作有利可图”)。λυσιτελέω 与与格 τοῖς ἔργοις 连用,意为“对劳作有利”。
- 14.8τῆς χρήσεως ἀποπαύω
τῆς χρήσεως 是由动词 ἀποπαύω(“使某人停止某事/解除某事”)所要求的离格性属格(genitive of separation),意为“停止任用/从役使中解雇”。
- 14.10τούτῳ γάρ μοι δοκεῖ... διαφέρειν... τῷ ἐθέλειν
句首的与格指示代词 τούτῳ 与句尾的冠词加不定式与格 τῷ ἐθέλειν 构成同位语关系,作表示差异或限定的与格(dative of respect / difference),修饰 διαφέρειν,骨干结构为“好荣誉之人与逐利之人的差异正是在于这一点:即甘愿……”。
