← 色诺芬

经济论

§13.1-13.12

管家统率劳工之术与赏罚分明的管教

苏格拉底与伊斯霍马霍斯讨论管家不仅须掌握农活还须学会统率劳工,并探讨了通过赏罚及按劳分配待遇来引导人们顺从的管教方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ὅταν δὲ παραστήσῃς τινί, ἔφην ἐγώ, τοῦτο καὶ πάνυ ἰσχυρῶς, ὅτι δεῖ ἐπιμελεῖσθαι ὧν ἂν σὺ βούλῃ, ἦ ἱκανὸς ἤδη ἔσται ὁ τοιοῦτος ἐπιτροπεύειν, ἤ τι καὶ ἄλλο προσμαθητέον αὐτῷ ἔσται, εἰ μέλλει ἐπίτροπος ἱκανὸς ἔσεσθαι;

“但是,当你向某人极为有力地灌输了这一点,”我说,“即必须照管你所期望的事情时,这样的人就已经足以担任管家了吗,还是如果他想要成为一名合格的管家,还必须额外学习某些别的事情?”

§13.2

ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ἔτι μέντοι λοιπὸν αὐτῷ ἐστι γνῶναι ὅ τι τε ποιητέον καὶ ὁπότε καὶ ὅπως, εἰ δὲ μή, τί μᾶλλον ἐπιτρόπου ἄνευ τούτων ὄφελος ἢ ἰατροῦ ὃς ἐπιμελοῖτο μὲν κάμνοντός τινος πρῴ τε ἰὼν καὶ ὀψέ, ὅ τι δὲ συμφέρον τῷ κάμνοντι ποιεῖν εἴη, τοῦτο μὴ εἰδείη;

“凭宙斯起誓,是的,”伊斯霍马霍斯说,“对他来说,至少还剩下去明白什么该做、何时做以及如何做;否则,没有这些知识的管家,比起一个清早探视、傍晚也探视以照料病人,却不知道为病人做什么是合宜有益的医生来,又能有何更多用处呢?”

§13.3

ἐάν γε μὴν καὶ τὰ ἔργα μάθῃ ὡς ἔστιν ἐργαστέα, ἔτι τινός, ἔφην ἐγώ, προσδεήσεται, ἢ ἀποτετελεσμένος ἤδη οὗτός σοι ἔσται ἐπίτροπος; ἄρχειν γε, ἔφη, οἶμαι δεῖν αὐτὸν μαθεῖν τῶν ἐργαζομένων.

“那么,如果他也学会了劳作本身该如何进行,”我说,“他还会欠缺什么吗,还是对你而言这个人就已经是一名合格完备的管家了?” “我认为,”他说,“他至少必须学会统率劳作的人。”

§13.4

ἦ οὖν, ἔφην ἐγώ, καὶ σὺ ἄρχειν ἱκανοὺς εἶναι παιδεύεις τοὺς ἐπιτρόπους; πειρῶμαί γε δή, ἔφη ὁ Ἰσχόμαχος. καὶ πῶς δή, ἔφην ἐγώ, πρὸς τῶν θεῶν τὸ ἀρχικοὺς εἶναι ἀνθρώπων1 παιδεύεις; φαύλως, ἔφη, πάνυ, ὦ Σώκρατες, ὥστε ἴσως ἂν καὶ καταγελάσαις ἀκούων.

“那么,”我说,“你也培育你的管家们具备统率的能力吗?” “我确实在尝试,”伊斯霍马霍斯说。 “以诸神的名义,”我说,“你究竟是如何培育他们统率人类的能力的呢?” “非常平平无奇,苏格拉底啊,”他说,“以至于你听了或许甚至会发笑。”

§13.5

οὐ μὲν δὴ ἄξιόν γʼ, ἔφην ἐγώ, τὸ πρᾶγμα καταγέλωτος, ὦ Ἰσχόμαχε. ὅστις γάρ τοι ἀρχικοὺς ἀνθρώπων δύναται ποιεῖν, δῆλον ὅτι οὗτος καὶ δεσποτικοὺς ἀνθρώπων δύναται διδάσκειν, ὅστις δὲ δεσποτικοὺς δύναται ποιεῖν, καὶ βασιλικούς. ὥστε οὐ καταγέλωτός μοι δοκεῖ ἄξιος εἶναι ἀλλʼ ἐπαίνου μεγάλου ὁ τοῦτο δυνάμενος ποιεῖν.

“这绝不是一件可笑的事情,伊斯霍马霍斯啊,”我说,“因为凡是能使人具备统率人类能力的人,显然也能够教导人们如何作人的主人;而凡是能使人具备作主人能力的人,也能使人具备作君王的能力。因此在我看来,能够做到这一点的人非但不应受嘲笑,反而理应得到极大的称赞。”

§13.6

οὐκοῦν, ἔφη, ὦ Σώκρατες, τὰ μὲν ἄλλα ζῷα ἐκ δυοῖν τούτοιν τὸ πείθεσθαι μανθάνουσιν, ἔκ τε τοῦ ὅταν ἀπειθεῖν ἐπιχειρῶσι κολάζεσθαι καὶ ἐκ τοῦ ὅταν προθύμως ὑπηρετῶσιν εὖ πάσχειν.2

“那么,苏格拉底啊,”他说,“其他动物是从这两件事中学会服从的:其一是在它们企图不服从时受到惩罚,其二是在它们热心服侍时受到善待。

§13.7

οἵ τε γοῦν πῶλοι μανθάνουσιν ὑπακούειν τοῖς πωλοδάμναις τῷ ὅταν μὲν πείθωνται τῶν ἡδέων τι αὐτοῖς γίγνεσθαι, ὅταν δὲ ἀπειθῶσι πράγματα ἔχειν,3 ἔστʼ ἂν ὑπηρετήσωσι κατὰ γνώμην τῷ πωλοδάμνῃ·

无论如何,马驹之所以学会顺从驯马师,是由于每当它们服从时,就会得到某些令人愉悦的事物;而每当它们抗拒时,就会受苦遭罪,直到它们遵照驯马师的心意去服侍为止。

§13.8

καὶ τὰ κυνίδια δὲ πολὺ τῶν ἀνθρώπων καὶ τῇ γνώμῃ καὶ τῇ γλώττῃ ὑποδεέστερα ὄντα ὅμως καὶ περιτρέχειν καὶ κυβιστᾶν καὶ ἄλλα πολλὰ μανθάνει τῷ αὐτῷ τούτῳ τρόπῳ. ὅταν μὲν γὰρ πείθηται, λαμβάνει τι ὧν δεῖται, ὅταν δὲ ἀμελῇ, κολάζεται.

小狗虽然在理智和口齿上都远逊于人类,然而也以这完全相同的方式学会四处奔跑、翻滚以及许多其他事情;因为每当它服从时,就会得到某些它所需要的东西,而每当它怠惰时,就会受到惩罚。

§13.9

ἀνθρώπους δʼ ἔστι πιθανωτέρους ποιεῖν καὶ λόγῳ, ἐπιδεικνύοντα ὡς συμφέρει αὐτοῖς πείθεσθαι, τοῖς δὲ δούλοις καὶ ἡ δοκοῦσα θηριώδης παιδεία εἶναι πάνυ ἐστὶν ἐπαγωγὸς πρὸς τὸ πείθεσθαι διδάσκειν· τῇ γὰρ γαστρὶ αὐτῶν ἐπὶ ταῖς ἐπιθυμίαις προσχαριζόμενος ἂν πολλὰ ἁνύτοις παρʼ αὐτῶν. αἱ δὲ φιλότιμοι τῶν φύσεων καὶ τῷ ἐπαίνῳ παροξύνονται. πεινῶσι γὰρ τοῦ ἐπαίνου οὐχ ἧττον ἔνιαι τῶν φύσεων ἢ ἄλλαι τῶν σίτων τε καὶ ποτῶν.

但对于人类,也可以通过言辞使之更加顺从,向他们表明服从对他们是有益的;而对奴隶而言,即使那被视为野兽般的培育方式,在教导服从方面也极为有效。因为在他们的欲望上取悦他们的肚腹,就能从他们那里办成许多事情。但具有进取心(重荣誉)的天性,也会因称赞而被激发;因为某些天性渴求称赞,绝不下于其他天性渴求饮食。

§13.10

ταῦτά τε οὖν, ὅσαπερ αὐτὸς ποιῶν οἶμαι πιθανωτέροις ἀνθρώποις χρῆσθαι, διδάσκω οὓς ἂν ἐπιτρόπους βούλωμαι καταστῆσαι καὶ τάδε συλλαμβάνω αὐτοῖς· ἱμάτιά τε γὰρ ἃ δεῖ παρέχειν ἐμὲ τοῖς ἐργαστῆρσι καὶ ὑποδήματα οὐχ ὅμοια πάντα ποιῶ, ἀλλὰ τὰ μὲν χείρω, τὰ δὲ βελτίω, ἵνα ᾖ τὸν κρείττω τοῖς βελτίοσι τιμᾶν, τῷ δὲ χείρονι τὰ ἥττω διδόναι.

因此,我自己通过施行而认为能够驱使更加驯服之人的这套办法,我都教给那些我想要任命为管家的人,并且我还从以下方面协助他们:因为我必须供给劳动者的外衣和鞋子,我并不全做得一模一样,而是有劣有优,以便能够用较好的物品奖掖较优异者,把较差的物品给予较恶劣者。

§13.11

πάνυ γάρ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, ἀθυμία ἐγγίγνεσθαι τοῖς ἀγαθοῖς, ὅταν ὁρῶσι τὰ μὲν ἔργα διʼ αὑτῶν καταπραττόμενα, τῶν δὲ ὁμοίων τυγχάνοντας ἑαυτοῖς τοὺς μήτε πονεῖν μήτε κινδυνεύειν ἐθέλοντας, ὅταν δέῃ.

苏格拉底啊,”他说,“因为在我看来,每当优良者看到劳作全凭自己完成,而那些在需要时不愿辛劳也不愿冒险的人却得到与自己相同的待遇时,在优良者心中就会产生极大的沮丧。

§13.12

αὐτός τε οὖν οὐδʼ ὁπωστιοῦν τῶν ἴσων ἀξιῶ τοὺς ἀμείνους τοῖς κακίοσι τυγχάνειν,4 τούς τε ἐπιτρόπους, ὅταν μὲν εἰδῶ διαδεδωκότας τοῖς πλείστου ἀξίοις τὰ κράτιστα, ἐπαινῶ, ἂν δὲ ἴδω ἢ κολακεύμασί τινα προτιμώμενον ἢ καὶ ἄλλῃ τινὶ ἀνωφελεῖ χάριτι, οὐκ ἀμελῶ, ἀλλʼ ἐπιπλήττω καὶ πειρῶμαι διδάσκειν, ὦ Σώκρατες, ὅτι οὐδʼ αὑτῷ σύμφορα ταῦτα ποιεῖ.

因此,我自己绝不认为较优者应当得到与较劣者同等的待遇;每当我得知管家们把最上等的东西分发给了最有价值的人时,我便予以称赞;但如果我看到有人因谄媚或因别的无益偏私而受优待,我绝不放任不管,而是予以训斥,苏格拉底啊,并尽力教导他们明白:做出这种事哪怕对他们自己也是不利的。”

语法注4 条
  1. 13.4τὸ ἀρχικοὺς εἶναι ἀνθρώπων

    带冠词的不定词短语 τὸ ἀρχικοὺς εἶναι 作为动词 παιδεύεις 的直接宾语(宾格)。形容词 ἀρχικούς 为不定词 εἶναι 的表语,与其隐含的宾格主语一致。ἀνθρώπων 则是受 ἀρχικούς 支配的宾格性属格(“具备统治人的能力的”)。

  2. 13.6ἐκ τοῦ ὅταν ἀπειθεῖν ἐπιχειρῶσι κολάζεσθαι καὶ ἐκ τοῦ ὅταν προθύμως ὑπηρετῶσιν εὖ πάσχειν

    介词 ἐκ 支配中性单数属格的定冠词不定词 τοῦ κολάζεσθαι 和 τοῦ εὖ πάσχειν,且在冠词与不定词之间分别嵌入了由 ὅταν 引导的时间/条件从句。这两个并列结构作为同位成分,具体阐释了前文的 ἐκ δυοῖν τούτοιν。

  3. 13.7τῷ ὅταν μὲν πείθωνται τῶν ἡδέων τι αὐτοῖς γίγνεσθαι, ὅταν δὲ ἀπειθῶσι πράγματα ἔχειν

    中性单数与格定冠词 τῷ 统领并列的不定词 γίγνεσθαι 和 πράγματα ἔχειν,作手段/原因的工具性与格修饰 μανθάνουσιν。每个不定词前同样嵌入了由 ὅταν 引导的从句。

  4. 13.12οὐδʼ ὁπωστιοῦν τῶν ἴσων ἀξιῶ τοὺς ἀμείνους τοῖς κακίοσι τυγχάνειν

    动词 ἀξιόω 支配宾格加不定词结构(τοὺς ἀμείνους ... τυγχάνειν),表示“认为……配得上……”。τυγχάνειν 支配所获得事物的属格 τῶν ἴσων。与格 τοῖς κακίοσι 依附于 ἴσων,作比较/基准与格(“与较差者享有同等之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:13.1-13.12