← 色诺芬

经济论

§12.12-12.20

管家的不合格品质与主人监督的重要作用

伊斯霍马霍斯指出,除嗜酒之外,嗜睡和沉溺情欲者同样无法被培育成管家,并强调唯有主人自身勤于监督的“主人的眼睛”,才能使他人变得用心并治理好田庄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.12

οἱ οὖν τούτου ἀκρατεῖς μόνοι, ἐγὼ ἔφην, ἀδύνατοί εἰσιν ἐπιμελεῖσθαι ἢ καὶ ἄλλοι τινές; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἵ γε τοῦ ὕπνου· οὔτε γὰρ ἂν αὐτὸς δύναιτο καθεύδων τὰ δέοντα ποιεῖν οὔτε ἄλλους παρέχεσθαι.

“那么,只有在这件事上缺乏节制的人才无法变得用心吗,”我说,“还是也有别的某些人?” “凭宙斯起誓,是的,”伊斯霍马霍斯说,“还有那些缺乏对睡眠节制的人;因为一个人在睡觉时,既无法自己去做该做的事情,也无法督促其他人去做。”

§12.13

τί οὖν; ἐγὼ ἔφην, οὗτοι αὖ μόνοι ἀδύνατοι ἡμῖν ἔσονται ταύτην τὴν ἐπιμέλειαν διδαχθῆναι1 ἢ καὶ ἄλλοι τινὲς πρὸς τούτοις; ἔμοιγέ τοι δοκοῦσιν, ἔφη ὁ Ἰσχόμαχος, καὶ οἱ τῶν ἀφροδισίων δυσέρωτες ἀδύνατοι εἶναι διδαχθῆναι ἄλλου τινὸς μᾶλλον ἐπιμελεῖσθαι ἢ τούτου·

“那么又怎样呢?”我说,“对我们而言,难道又只有这些人不能被教导学会这种用心,还是除了他们还有某些人呢?” “依我看,”伊斯霍马霍斯说,“那些沉溺于性事、狂乱恋爱的人,也无法被教导去关心别的任何事情超过关心这件事。

§12.14

οὔτε γὰρ ἐλπίδα οὔτʼ ἐπιμέλειαν ἡδίονα ῥᾴδιον εὑρεῖν τῆς τῶν παιδικῶν ἐπιμελείας, οὐδὲ μήν, ὅταν παρῇ τὸ πρακτέον, τιμωρίαν χαλεπωτέραν εὐπετές ἐστι τοῦ ἀπὸ τῶν ἐρωμένων κωλύεσθαι.2 ὑφίεμαι οὖν καὶ οὓς ἂν τοιούτους γνῶ ὄντας μηδʼ ἐπιχειρεῖν ἐπιμελητὰς τούτων τινὰς καθιστάναι.

因为既不容易找到比对情人的关照更为甜蜜的希望或关照,而且每当有事务需要办理时,也不容易找到比被阻隔离开所爱之人更严厉的惩罚了。因此,凡是我认清是这样的人,我甚至放弃尝试去任命他们之中的任何人做管家。”

§12.15

τί δέ, ἔφην ἐγώ, οἵτινες αὖ ἐρωτικῶς ἔχουσι τοῦ κερδαίνειν, ἦ καὶ οὗτοι ἀδύνατοί εἰσιν εἰς ἐπιμέλειαν τῶν κατʼ ἀγρὸν ἔργων παιδεύεσθαι; οὐ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, οὐδαμῶς γε, ἀλλὰ καὶ πάνυ εὐάγωγοί εἰσιν εἰς τὴν τούτων ἐπιμέλειαν· οὐδὲν γὰρ ἄλλο δεῖ ἢ δεῖξαι μόνον αὐτοῖς ὅτι κερδαλέον ἐστὶν ἡ ἐπιμέλεια.

“那么,那些一心热中于获利的人又如何呢?”我说,“难道他们也不能被培育出对农庄劳作的用心吗?” “凭宙斯起誓,绝非如此,”伊斯霍马霍斯说,“绝不是的,相反,他们极易被引导去对这些事务用心;因为除单单向他们指明用心是有利可图的之外,并不需要别的任何办法。”

§12.16

τοὺς δὲ ἄλλους, ἔφην ἐγώ, εἰ ἐγκρατεῖς τέ εἰσιν ὧν σὺ κελεύεις καὶ πρὸς τὸ φιλοκερδεῖς εἶναι μετρίως ἔχουσι, πῶς ἐκδιδάσκεις ὧν σὺ βούλει ἐπιμελεῖς γίγνεσθαι; ἁπλῶς, ἔφη, πάνυ, ὦ Σώκρατες. ὅταν μὲν γὰρ ἐπιμελομένους ἴδω, καὶ ἐπαινῶ καὶ τιμᾶν πειρῶμαι αὐτούς, ὅταν δὲ ἀμελοῦντας, λέγειν τε πειρῶμαι καὶ ποιεῖν ὁποῖα δήξεται αὐτούς.

“至于其余的人,”我说,“如果他们既能在你所吩咐的事情上保持节制,对于求利也适度有节,你又是如何彻底教导他们变得对你所期望的事情用心的呢?” “苏格拉底啊,非常简单,”他说,“因为每当我看到他们用心时,我既称赞他们,又试图给予他们尊荣;而每当我看到他们疏忽懈怠时,我便试图说出并做出足以刺痛他们的话语和举措。”

§12.17

ἴθι, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, καὶ τόδε μοι παρατραπόμενος τοῦ λόγου περὶ τῶν παιδευομένων εἰς τὴν ἐπιμέλειαν δήλωσον περὶ τοῦ παιδεύεσθαι, εἰ οἷόν τέ ἐστιν ἀμελῆ αὐτὸν ὄντα ἄλλους ποιεῖν ἐπιμελεῖς.

“来吧,伊斯霍马霍斯啊,”我说,“且请从关于受教而用心者的讨论中稍作转折,就施教这件事向我讲明:一个自己疏忽懈怠的人,是否可能使其他人变得用心呢?”

§12.18

οὐ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, οὐδέν γε μᾶλλον ἢ ἄμουσον ὄντα αὐτὸν ἄλλους μουσικοὺς ποιεῖν. χαλεπὸν γὰρ τοῦ διδασκάλου πονηρῶς τι ὑποδεικνύοντος καλῶς τοῦτο ποιεῖν μαθεῖν, καὶ ἀμελεῖν γε ὑποδεικνύοντος τοῦ δεσπότου χαλεπὸν ἐπιμελῆ θεράποντα γενέσθαι.

“凭宙斯起誓,不可能,”伊斯霍马霍斯说,“这绝不比一个自己不懂乐艺的人能把其他人造就成懂乐艺的人更有可能。因为当教师给出拙劣的示范时,要学会做好这件事是困难的;而当主人示范出疏忽懈怠时,奴仆要变得用心也是困难的。

§12.19

ὡς δὲ συντόμως εἰπεῖν, πονηροῦ μὲν δεσπότου οἰκέτας οὐ δοκῶ χρηστοὺς καταμεμαθηκέναι· χρηστοῦ μέντοι πονηροὺς ἤδη εἶδον, οὐ μέντοι ἀζημίους γε. τὸν δὲ ἐπιμελητικοὺς βουλόμενον ποιήσασθαί τινας καὶ ἐφορατικὸν δεῖ εἶναι τῶν ἔργων3 καὶ ἐξεταστικὸν καὶ χάριν θέλοντα τῶν καλῶς τελουμένων ἀποδιδόναι τῷ αἰτίῳ, καὶ δίκην μὴ ὀκνοῦντα τὴν ἀξίαν ἐπιθεῖναι τῷ ἀμελοῦντι.

简而言之,我不记得曾见过恶劣主人的奴仆能是优良的;不过优良主人的奴仆是恶劣的,我倒是见过,但绝非不受惩罚。凡是想要使某些人变得用心的人,自己就必须能够监督劳作并详加审查,愿意为办得极好的事情向负责者致谢酬报,并且毫不迟疑地对疏忽怠惰者施加应得的惩罚。”

§12.20

καλῶς δέ μοι δοκεῖ ἔχειν, ἔφη ὁ Ἰσχόμαχος, καὶ ἡ τοῦ βαρβάρου λεγομένη ἀπόκρισις, ὅτε βασιλεὺς ἄρα ἵππου ἐπιτυχὼν ἀγαθοῦ παχῦναι αὐτὸν ὡς τάχιστα βουλόμενος ἤρετο τῶν δεινῶν τινα ἀμφʼ ἵππους δοκούντων εἶναι τί τάχιστα παχύνει ἵππον· τὸν δʼ εἰπεῖν λέγεται ὅτι δεσπότου ὀφθαλμός. οὕτω δʼ, ἔφη, ὦ Σώκρατες, καὶ τἆλλα μοι δοκεῖ δεσπότου ὀφθαλμὸς τὰ καλά τε κἀγαθὰ μάλιστα ἐργάζεσθαι.

“依我看,”伊斯霍马霍斯说,“那个外邦人流传的回答也极为恰切:当时波斯王得到了一匹良马,想尽快把它养肥,便向某个被认为精通马匹的人询问什么能最快把马养肥。据说那人回答道:‘主人的眼睛。’苏格拉底啊,”他说,“依我看在其他一切事情上也是如此,‘主人的眼睛’最能成就高尚卓越之事。”

语法注3 条
  1. 12.13ταύτην τὴν ἐπιμέλειαν διδαχθῆναι

    动词 διδάσκω 在主动语态中支配双宾格(“教某人[宾格]某事[宾格]”)。此处变为被动不定式 διδαχθῆναι 后,原本作宾语的人转为主语(οὗτοι),而所教授的内容则保留为宾格(ταύτην τὴν ἐπιμέλειαν,保留宾格)。

  2. 12.14οὐδὲ μήν, ὅταν παρῇ τὸ πρακτέον, τιμωρίαν χαλεπωτέραν εὐπετές ἐστι τοῦ ἀπὸ τῶν ἐρωμένων κωλύεσθαι

    承接前一分句中的 οὔτε γὰρ ... ῥᾴδιον εὑρεῖν,此处省略了不定式 εὑρεῖν,即 τιμωρίαν χαλεπωτέραν [εὑρεῖν] εὐπετές ἐστι。带有冠词的不定式 τοῦ ... κωλύεσθαι 作比较级的属格,依赖于比较级 χαλεπωτέραν,意为“比被隔绝离开所爱之人(更严厉的惩罚)”。

  3. 12.19τὸν δὲ ἐπιμελητικοὺς βουλόμενον ποιήσασθαί τινας καὶ ἐφορατικὸν δεῖ εἶναι τῶν ἔργων

    非人称动词 δεῖ 引导宾格加不定式结构。不定式 εἶναι 的逻辑主语为实体化的宾格分词 τὸν ... βουλόμενον(“想要……之人”),因此作为其表语的形容词和分词(ἐφορατικόν, ἐξεταστικόν, χάριν θέλοντα, δίκην μὴ ὀκνοῦντα)均在性、数、格上保持一致,以阳性单数宾格形式并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:12.12-12.20