- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:12.1-12.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与伊斯霍马霍斯就庄园管家的挑选与培养展开讨论。伊斯霍马霍斯说明自己并非直接购买管家,而是亲自训练,首先培养他们对主人的好意,进而教导用心的品质,并指出嗜酒无度者无法学会用心负责。
ἀλλὰ γάρ, ἔφην ἐγώ, μή σε κατακωλύω,1 ὦ Ἰσχόμαχε, ἀπιέναι ἤδη βουλόμενον. μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἂν ἀπέλθοιμι πρὶν ἂν παντάπασιν ἡ ἀγορὰ λυθῇ.
“不过,伊斯霍马霍斯啊,”我说,“我可不是在阻拦正想离开的你吧。” “凭宙斯起誓,绝不是的,苏格拉底!”他说,“因为在集市完全散去之前,我是不会离开的。”
νὴ Δίʼ, ἔφην ἐγώ, φυλάττῃ γὰρ ἰσχυρῶς μὴ ἀποβάλῃς τὴν ἐπωνυμίαν, τὸ ἀνὴρ καλὸς κἀγαθὸς κεκλῆσθαι. νῦν γὰρ πολλῶν σοι ἴσως ὄντων ἐπιμελείας δεομένων, ἐπεὶ συνέθου τοῖς ξένοις, ἀναμένεις αὐτούς, ἵνα μὴ ψεύσῃ. ἀλλά τοι, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος, οὐδʼ ἐκεῖνά μοι ἀμελεῖται ἃ σὺ λέγεις· ἔχω γὰρ ἐπιτρόπους ἐν τοῖς ἀγροῖς.
“凭宙斯起誓,”我说,“你确实在竭力提防丢掉那个被称为‘高尚卓越之士’的名号啊!因为眼下你恐怕有许多事务需要照料,但既然你与外邦客人们约定好了,你便等候着他们,免得食言。” “然而,苏格拉底啊,”伊斯霍马霍斯说,“你所说的那些事务我也没有疏忽;因为我在田庄上有管家。”
πότερα δέ, ἐγὼ ἔφην, ὦ Ἰσχόμαχε, ὅταν δεηθῇς ἐπιτρόπου, καταμαθὼν ἄν που ᾖ ἐπιτροπευτικὸς ἀνήρ, τοῦτον πειρᾷ ὠνεῖσθαι, ὥσπερ, ὅταν τέκτονος δεηθῇς, καταμαθὼν εὖ οἶδʼ ὅτι2 ἄν που ἴδῃς τεκτονικόν, τοῦτον πειρᾷ κτᾶσθαι, ἢ αὐτὸς παιδεύεις τοὺς ἐπιτρόπους;
“那么,伊斯霍马霍斯啊,”我说,“每当你需要管家时,你是察访某处若有适合做管家的人就试图将他买下——就像每当你需要木匠时,我确信,经察访若在某处看到懂木工活的人你便试图获得他那样——还是由你自己来培育管家呢?”
αὐτὸς νὴ Δίʼ, ἔφη, ὦ Σώκρατες, πειρῶμαι παιδεύειν. καὶ γὰρ ὅστις μέλλει ἀρκέσειν, ὅταν ἐγὼ ἀπῶ, ἀντʼ ἐμοῦ ἐπιμελόμενος, τί αὐτὸν καὶ δεῖ ἄλλο ἐπίστασθαι ἢ ἅπερ ἐγώ; εἴπερ γὰρ ἱκανός εἰμι τῶν ἔργων προστατεύειν, κἂν ἄλλον δήπου δυναίμην διδάξαι ἅπερ αὐτὸς ἐπίσταμαι.
“凭宙斯起誓,苏格拉底啊,”他说,“我是试图自己来培育的。因为一个打算在我不在时替我操劳而足堪重任的人,除了我自己懂得的事情之外,他还需要懂别的什么呢?既然我足以主管这些劳作,我当然也能够把我自己懂得的这些事情教给别人。”
οὐκοῦν εὔνοιαν πρῶτον, ἔφην ἐγώ, δεήσει αὐτὸν ἔχειν σοὶ καὶ τοῖς σοῖς, εἰ μέλλει ἀρκέσειν ἀντὶ σοῦ παρών. ἄνευ γὰρ εὐνοίας τί ὄφελος καὶ ὁποίας τινὸς οὖν ἐπιτρόπου ἐπιστήμης γίγνεται; οὐδὲν μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ἀλλά τοι τὸ εὐνοεῖν ἐμοὶ καὶ τοῖς ἐμοῖς ἐγὼ πρῶτον πειρῶμαι παιδεύειν.
“那么首先,”我说,“如果他要代替你在场而足堪重任,他就需要对你和你的家事抱有好意。因为若是没有好意,无论管家具备何等知识,又有什么益处呢?” “凭宙斯起誓,毫无益处,”伊斯霍马霍斯说,“相反,对我及我的家事心怀好意,乃是我首先试图教导的事情。”
καὶ πῶς, ἐγὼ ἔφην, πρὸς τῶν θεῶν εὔνοιαν ἔχειν σοὶ καὶ τοῖς σοῖς διδάσκεις ὅντινα ἂν βούλῃ; εὐεργετῶν νὴ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, ὅταν τινὸς ἀγαθοῦ οἱ θεοὶ ἀφθονίαν διδῶσιν ἡμῖν.
“那么看在诸神的份上,”我说,“你是如何教导你所挑选的人对你及你的家事抱有好意的呢?” “凭宙斯起誓,是通过施与恩惠,”伊斯霍马霍斯说,“每当诸神赐予我们某种丰盛的善物之时。”
τοῦτο οὖν λέγεις, ἔφην ἐγώ, ὅτι οἱ ἀπολαύοντες τῶν σῶν ἀγαθῶν εὖνοί σοι γίγνονται καὶ ἀγαθόν τί σε βούλονται πράττειν;3 τοῦτο γὰρ ὄργανον, ὦ Σώκρατες, εὐνοίας ἄριστον ὁρῶ ὄν.
“那么你的意思是指,”我说,“那些享受到你的善物的人会变得对你心怀好意,并且希望你诸事顺遂吗?” “因为在我看来,苏格拉底啊,这是促成好意的最好工具。”
ἂν δὲ δὴ εὔνους σοι γένηται, ἔφην, ὦ Ἰσχόμαχε, ἦ τούτου ἕνεκα ἱκανὸς ἔσται ἐπιτροπεύειν; οὐχ ὁρᾷς ὅτι καὶ ἑαυτοῖς εὖνοι πάντες ὄντες ὡς εἰπεῖν ἄνθρωποι, πολλοὶ αὐτῶν εἰσὶν οἳ οὐκ ἐθέλουσιν ἐπιμελεῖσθαι ὅπως αὐτοῖς ἔσται ταῦτα ἃ βούλονται εἶναί σφισι τὰ ἀγαθά;
“可是,伊斯霍马霍斯啊,”我说,“即便他确实变得对你心怀好意,难道因此他就足以胜任管家了吗?难道你没看见,尽管可以说所有人对自己都是抱有好意的,但他们之中却有许多人不肯用心照料,以使自己能得到他们希望拥有的那些善物吗?”
ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, τοιούτους ὅταν ἐπιτρόπους βούλωμαι καθιστάναι, καὶ ἐπιμελεῖσθαι διδάσκω.
“可是,凭宙斯起誓,正是如此,”伊斯霍马霍斯说,“每当我想任命这样的人为管家时,我也教导他们学会用心。”
πῶς, ἔφην ἐγώ, πρὸς τῶν θεῶν; τοῦτο γὰρ δὴ ἐγὼ παντάπασιν οὐ διδακτὸν ᾤμην εἶναι, τὸ ἐπιμελῆ ποιῆσαι. οὐδὲ γάρ ἐστιν, ἔφη, ὦ Σώκρατες, ἐφεξῆς γε οὕτως οἷόν τε πάντας διδάξαι ἐπιμελεῖς εἶναι.
“看在诸神的份上,这怎么可能呢?”我说,“因为我本来完全认为这是无法传授的,也就是使人变得用心这件事。” “苏格拉底啊,确实如此,”他说,“像这样毫无分别地顺次把所有人都教导得用心,是绝不可能的。”
ποίους μὲν δή, ἐγὼ ἔφην, οἷόν τε; πάντως μοι σαφῶς τούτους διασήμηνον. πρῶτον μέν, ἔφη, ὦ Σώκρατες, τοὺς οἴνου ἀκρατεῖς οὐκ ἂν δύναιο ἐπιμελεῖς ποιῆσαι· τὸ γὰρ μεθύειν λήθην ἐμποιεῖ πάντων τῶν πράττειν δεομένων.
“那么究竟哪种人是能够被教导的呢?”我说,“务必请向我明确指明这些人。” “首先,苏格拉底啊,”他说,“你绝无法使那些对酒没有节制的人变得用心;因为烂醉会让人忘却所有需要去办的事情。”
- 12.1μή σε κατακωλύω
由否定词 μή 与现在时直陈式(或现在时虚拟式)构成的独立表达,用以委婉客气地表达疑虑或关切:“我没有耽搁/阻拦你吧”。
- 12.3εὖ οἶδʼ ὅτι
充当插入语(parenthesis)的固定搭配。它并不在句法上支配后续带有 ἄν 的条件从句,而是副词性地插入句中,意为“我深知/正如我确知的那样”。
- 12.7ἀγαθόν τί σε βούλονται πράττειν
此处将 σε 视作不定式 πράττειν 的逻辑主语(宾格主语),ἀγαθόν τι 视作内层宾语(同族宾格,相当于 εὖ πράττειν),意为“希望你处境顺遂/诸事吉利”。另一种可能为作及物动词的双宾格解(“对你行善”),但雅典古典希腊语中 εὖ/ἀγαθόν τι πράττειν 多作不及物用法表示“境遇良好、生活顺遂”。
