- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:11.13-11.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底询问有关健康、军事训练和财富管理的具体做法,伊斯霍马霍斯详述了自己早起、徒步办事与视察田庄、模拟实战的骑乘训练以及节制饮食的日常作息。他还说明自己如何通过日常生活以及与妻子的辩驳来不断锻炼演说与辩护技巧。
ἀλλὰ μέχρι μὲν τούτου ἕπομαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ὅτι ἐκπονοῦντα φῂς καὶ ἐπιμελόμενον καὶ ἀσκοῦντα ἄνθρωπον μᾶλλον τυγχάνειν τῶν ἀγαθῶν, ὁποίῳ δὲ πόνῳ χρῇ πρὸς τὴν εὐεξίαν καὶ ῥώμην καὶ ὅπως ἀσκεῖς τὰ τοῦ πολέμου καὶ ὅπως ἐπιμελεῖ τοῦ περιουσίαν ποιεῖν ὡς καὶ φίλους ἐπωφελεῖν καὶ πόλιν ἐπισχύειν, ταῦτα ἂν ἡδέως, ἔφην ἐγώ, πυθοίμην.
“不过,伊斯霍马霍斯啊,”我说,“直到这里我都能理解你的意思,即你说一个辛勤劳作、悉心照料且勤加操练的人更有可能获得善果。但是,你究竟用何种劳作来求得健康的体格与力量,你如何操练战争之事,以及你如何用心创造赢余以便既援助朋友又增强城邦,这些事情我倒很乐意听你讲讲。”
ἐγὼ τοίνυν, ἔφη, ὦ Σώκρατες, ὁ Ἰσχόμαχος, ἀνίστασθαι μὲν ἐξ εὐνῆς εἴθισμαι ἡνίκʼ ἂν ἔτι ἔνδον καταλαμβάνοιμι, εἴ τινα δεόμενος ἰδεῖν τυγχάνοιμι.1 κἂν μέν τι κατὰ πόλιν δέῃ πράττειν, ταῦτα πραγματευόμενος περιπάτῳ τούτῳ χρῶμαι·
“那么,苏格拉底啊,”伊斯霍马霍斯说,“我习惯在还能把有必要见到的任何人堵在家里的时候便起床。如果在城里有什么事务要办,我便在办理这些事务的同时以此作为散步。
ἂν δὲ μηδὲν ἀναγκαῖον ᾖ κατὰ πόλιν, τὸν μὲν ἵππον ὁ παῖς προάγει εἰς ἀγρόν, ἐγὼ δὲ περιπάτῳ χρῶμαι τῇ εἰς ἀγρὸν ὁδῷ ἴσως ἄμεινον, ὦ Σώκρατες, ἢ εἰ ἐν τῷ ξυστῷ περιπατοίην.
“但如果城里没有什么必办之事,仆人便先把马牵到田庄去,而我自己则把去往田庄的路作为散步——苏格拉底啊,这恐怕比在有柱廊的跑道里散步还要好。
ἐπειδὰν δὲ ἔλθω εἰς ἀγρόν, ἄν τέ μοι φυτεύοντες τυγχάνωσιν ἄν τε νειοποιοῦντες ἄν τε σπείροντες ἄν τε καρπὸν προσκομίζοντες, ταῦτα ἐπισκεψάμενος ὅπως ἕκαστα γίγνεται, μεταρρυθμίζω, ἐὰν ἔχω τι βέλτιον τοῦ παρόντος.
“每当我到达田庄,无论他们恰好是在植树、耕翻休耕地、播种还是运送庄稼,我都视察各项事务如何进行,如果我有比眼下更好的办法,便予以改进。
μετὰ δὲ ταῦτα ὡς τὰ πολλὰ ἀναβὰς ἐπὶ τὸν ἵππον ἱππασάμην2 ἱππασίαν ὡς ἂν ἐγὼ δύνωμαι ὁμοιοτάτην ταῖς ἐν τῷ πολέμῳ ἀναγκαίαις ἱππασίαις, οὔτε πλαγίου οὔτε κατάντους οὔτε τάφρου οὔτε ὀχετοῦ ἀπεχόμενος, ὡς μέντοι δυνατὸν ταῦτα ποιοῦντα ἐπιμέλομαι μὴ ἀποχωλεῦσαι τὸν ἵππον.
“在此之后,我通常骑上马,尽可能模拟战争中必不可少的骑马动作进行骑乘训练,既不避开横斜的坡道,也不避开下坡、壕沟或水渠;然而在做这些动作时,我尽量用心不让马跛脚。
ἐπειδὰν δὲ ταῦτα γένηται, ὁ παῖς ἐξαλίσας τὸν ἵππον οἴκαδε ἀπάγει, ἅμα φέρων ἀπὸ τοῦ χώρου ἄν τι δεώμεθα εἰς ἄστυ. ἐγὼ δὲ τὰ μὲν βάδην τὰ δὲ ἀποδραμὼν οἴκαδε ἀπεστλεγγισάμην. εἶτα δὲ ἀριστῶ, ὦ Σώκρατες, ὅσα μήτε κενὸς μήτε ἄγαν πλήρης διημερεύειν.
“做完这些事后,仆人让马在沙地上打滚后牵回家去,同时从田里带走我们城里所需的任何物品。我自己则一段步行一段奔跑着回家,用刮身板刮拭身体。然后,苏格拉底啊,我吃适量的午饭,既不空腹也不过饱地度过这一天。”
νὴ τὴν Ἥραν, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἀρεσκόντως γέ μοι ταῦτα ποιεῖς. τὸ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ συνεσκευασμένοις χρῆσθαι τοῖς τε πρὸς τὴν ὑγίειαν καὶ τοῖς πρὸς τὴν ῥώμην παρασκευάσμασι3 καὶ τοῖς εἰς τὸν πόλεμον ἀσκήμασι καὶ ταῖς τοῦ πλούτου ἐπιμελείαις, ταῦτα πάντα ἀγαστά μοι δοκεῖ εἶναι.
“凭赫拉起誓,伊斯霍马霍斯啊,”我说,“你的这些做法真合我心意!因为在同一时间内,把为了健康和力量的准备、战争的操练以及对财富的照管巧妙地结合起来加以运用,这一切在我看来确实令人赞叹。
καὶ γὰρ ὅτι ὀρθῶς ἑκάστου τούτων ἐπιμελῇ ἱκανὰ τεκμήρια παρέχῃ· ὑγιαίνοντά τε γὰρ καὶ ἐρρωμένον ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς θεοῖς σε ὁρῶμεν καὶ ἐν τοῖς ἱππικωτάτοις τε καὶ πλουσιωτάτοις λεγόμενόν σε ἐπιστάμεθα.
“事实上,关于你妥善照料了其中的每一项,你自己就提供了充分的证明:因为在诸神的佑助下,我们看到你大多时候既健康又强壮,并且我们知道你被称为最擅长骑术也最富有的人之一。”
ταῦτα τοίνυν ἐγὼ ποιῶν, ἔφη, ὦ Σώκρατες, ὑπὸ πολλῶν πάνυ συκοφαντοῦμαι, σὺ δʼ ἴσως ᾤου με ἐρεῖν ὡς ὑπὸ πολλῶν καλὸς κἀγαθὸς κέκλημαι.
“然而,苏格拉底啊,”他说,“尽管我做着这些事,却遭到极多人的诬告中伤;而你或许原本以为我会说,我被许多人称为‘高尚卓越之士’呢。”
ἀλλὰ καὶ ἔμελλον δὲ ἐγώ, ἔφην, ὦ Ἰσχόμαχε, τοῦτο ἐρήσεσθαι, εἴ τινα καὶ τούτου ἐπιμέλειαν ποιῇ, ὅπως δύνῃ λόγον διδόναι καὶ λαμβάνειν, ἄν τινί ποτε δέῃ. οὐ γὰρ δοκῶ σοι, ἔφη, ὦ Σώκρατες, αὐτὰ ταῦτα διατελεῖν μελετῶν, ἀπολογεῖσθαι μὲν ὅτι οὐδένα ἀδικῶ, εὖ δὲ ποιῶ πολλοὺς ὅσον ἂν δύνωμαι, κατηγορεῖν δὲ οὐ δοκῶ σοι μελετᾶν ἀνθρώπων, ἀδικοῦντας μὲν καὶ ἰδίᾳ πολλοὺς καὶ τὴν πόλιν καταμανθάνων τινάς, εὖ δὲ ποιοῦντας οὐδένα;
“不过,伊斯霍马霍斯啊,”我说,“我正打算问你这一点呢:你是否也对这件事有所用心,以便当何时有所需要时,你能向人交代辩解并质询他人。” “苏格拉底啊,”他说,“难道你觉得我不是一直在练习这些事吗?——为自己辩护说我没有冤枉任何人,并尽己所能对许多人广施善行;难道你觉得我不是在练习告发人吗?——当我发觉某些人无论在私下对许多人还是对城邦都胡作非为,却未对任何人施以善行的时候。”
ἀλλʼ εἰ καὶ ἑρμηνεύειν τοιαῦτα μελετᾷς, τοῦτό μοι, ἔφην ἐγώ, ἔτι, ὦ Ἰσχόμαχε, δήλωσον. οὐδὲν μὲν οὖν, ὦ Σώκρατες, παύομαι, ἔφη, λέγειν μελετῶν. ἢ γὰρ κατηγοροῦντός τινος τῶν οἰκετῶν ἢ ἀπολογουμένου ἀκούσας ἐλέγχειν πειρῶμαι, ἢ μέμφομαί τινα πρὸς τοὺς φίλους ἢ ἐπαινῶ, ἢ διαλλάττω τινὰς τῶν ἐπιτηδείων πειρώμενος διδάσκειν ὡς συμφέρει αὐτοῖς φίλους εἶναι μᾶλλον ἢ πολεμίους, ἢ ἐπιτιμῶμέν τινι στρατηγῷ συμπαρόντες, ἢ ἀπολογούμεθα ὑπέρ του, εἴ τις ἀδίκως αἰτίαν ἔχει, ἢ κατηγοροῦμεν πρὸς ἀλλήλους, εἴ τις ἀδίκως τιμᾶται. πολλάκις δὲ καὶ βουλευόμενοι ἃ μὲν ἂν ἐπιθυμῶμεν πράττειν, ταῦτα ἐπαινοῦμεν, ἃ δʼ ἂν μὴ βουλώμεθα πράττειν, ταῦτα μεμφόμεθα.
“但是,你是否也练习用言辞表达这些事情,”我说,“伊斯霍马霍斯啊,请再向我讲明这一点。” “苏格拉底啊,”他说,“我决没有停止过练习说话。因为每当我听到家奴中有人告发或辩解时,我便试图予以质询;或者我在朋友面前指责某人或称赞某人;或者我试图居中调解熟人之间的矛盾,教导他们明白彼此成为朋友远比成为仇敌更为有利;“或者我们一同在场时批评某位将军,或者如果有人蒙受不公指控,便为他辩护,或者如果有人受到不配得的尊崇,我们便在彼此面前控诉〔他〕。而且我们还常常在一起商议,对于我们渴望去做的事加以赞赏,对于我们不想去做的事予以指责。
ἤδη δʼ, ἔφη, ὦ Σώκρατες, καὶ διειλημμένως πολλάκις ἐκρίθην ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.4 ὑπὸ τοῦ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε; ἐμὲ γὰρ δὴ τοῦτο ἐλάνθανεν. ὑπὸ τῆς γυναικός, ἔφη. καὶ πῶς δή, ἔφην ἐγώ, ἀγωνίζει; ὅταν μὲν ἀληθῆ λέγειν συμφέρῃ, πάνυ ἐπιεικῶς· ὅταν δὲ ψευδῆ, τὸν ἥττω λόγον, ὦ Σώκρατες, οὐ μὰ τὸν Δία οὐ δύναμαι κρείττω ποιεῖν.5 καὶ ἐγὼ εἶπον· ἴσως γάρ, ὦ Ἰσχόμαχε, τὸ ψεῦδος οὐ δύνασαι ἀληθὲς ποιεῖν.
“苏格拉底啊,甚至,”他说,“我还曾多次被单独定罪,判处必须承受惩罚或支付罚金呢。” “被谁判处呢,伊斯霍马霍斯啊?”我说,“这我倒完全不知道。” “被我的妻子,”他说。 “那你究竟是如何进行法庭辩论的呢?”我问。 “当说真话有利的时候,我辩护得相当不错;然而当需要说假话的时候,苏格拉底啊,凭宙斯起誓,我可无法把弱势的论点变成强势的论点!” 于是我说:“伊斯霍马霍斯啊,这大概是因为你无法把谎言变成真理吧。”
- 11.14ἀνίστασθαι μὲν ἐξ εὐνῆς εἴθισμαι ἡνίκʼ ἂν ἔτι ἔνδον καταλαμβάνοιμι, εἴ τινα δεόμενος ἰδεῖν τυγχάνοιμι
在表示现在习惯含义的完成时 εἴθισμαι(“我习惯于……”)之后,从属分句采用了带有不定小辞的 ἡνίκʼ ἂν ... καταλαμβάνοιμι 以及条件从句 εἴ ... τυγχάνοιμι 中的祈愿语气。这属于表示习惯性、重复性动作的祈愿语气(iterative optative)或带有潜在假设色彩的构词。各语言译文均一致处理为“每当需要会见某人时,在尚能将人堵在家中的时间起床”这一习惯性条件结构。
- 11.17ἱππασάμην
中间语态直陈不定过去时 ἱππασάμην(以及下文的 ἀπεστλεγγισάμην)在叙述伊斯霍马霍斯日常作息的语境中,用作格言性或习惯性不定过去时(gnomic/habitual aorist),表示一贯的日常实践而非过去的单次动作。所有语种均一致译为现在的习惯动作。
- 11.19τὸ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ συνεσκευασμένοις χρῆσθαι τοῖς τε πρὸς τὴν ὑγίειαν καὶ τοῖς πρὸς τὴν ῥώμην παρασκευάσμασι
句子的语法主语是由中性冠词引导的定式不定词短语 τὸ ... χρῆσθαι,主句谓语为 ταῦτα πάντα ἀγαστά μοι δοκεῖ εἶναι(其中 ταῦτα 复指前面的不定词短语)。动词 χρῆσθαι 支配四个由 τε...καί 连接的与格宾语(用于健康与力量的准备、用于战争的操练、对财富的照管),完成时被动分词 συνεσκευασμένοις(“打包组合在一起的”)修饰这些宾语。各语言均保持了这一对应的骨架结构。
- 11.25διειλημμένως πολλάκις ἐκρίθην ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι
这是雅典法庭术语的幽默化运用。ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι(“应当遭受何种肉刑或支付何种罚金”)是在量刑程序(ἀγὼν τιμητός)中由陪审团评定惩罚的固定程式语。副词 διειλημμένως 指在定罪之后“分别地/专门就量刑程序”作出判决,或“明确决定”。伊斯霍马霍斯幽默地将妻子在家中的训斥质难比作法庭审判。各语种均准确保留了这一司法隐喻。
- 11.25τὸν ἥττω λόγον ... κρείττω ποιεῖν
借用了智者派(尤其是普罗泰戈拉)著名的口号“将较弱的论辩变为较强的论辩”(颠倒黑白)。伊斯霍马霍斯用这句修辞学术语开玩笑,说明在妻子面前自己理亏时根本无法编造借口。所有语种均直译这一对仗结构。
